καὶ ὁ Γαλαξίδωρος οἴει γάρ ἔφη Θεόκριτε, τὸ Σωκράτους δαιμόνιον ἰδίαν καὶ περιττὴν ἐσχηκέναι δύναμιν; οὐχὶ οὐχὶ ] οὐχὶ δὲ R τῆς κοινῆς μόριόν τι μαντικῆς μαντικῆς Holwerda: ἀνάγκης τὸν ἄνδρα πείρᾳ βεβαιωσάμενον, ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν; ὡς γὰρ ὁλκὴ μία καθʼ αὑτὴν οὐκ ἄγει τὸν ζυγόν, ἰσορροποῦντι δὲ βάρει προστιθεμένη κλίνει τὸ σύμπαν ἐφʼ, ἑαυτήν οὕτω πταρμὸς ἢ οὕτω πταρμὸς ἢ *: οὕτως ἐφαρμοσει κληδὼν ἤ τι τοιοῦτον σύμβολον lac. 16 E 14 B. fort. exciderint verba μικρόν ἐστι καὶ κοῦφον, ἐμβριθῆ διάνοιαν ἐπισπάσασθαι πρὸς πρᾶξιν· δυεῖν δʼ ἐναντίων λογισμῶν θατέρῳ προσελθὸν προσελθὸν Emperius: προσελθὼν ἔλυσε τὴν ἀπορίαν, τῆς ἰσότητος ἀναιρεθείσης, ὥστε κίνησιν γίγνεσθαι μαλιμ γενέσθαι καὶ ὁρμήν. ὑπολαβὼν δʼ ὁ πατήρ ἀλλὰ μήν ἔφη καὶ αὐτός, ὦ Γαλαξίδωρε, Μεγαρικοῦ τινος ἤκουσα, Τερψίωνος δὲ ἐκεῖνος, ὅτι τὸ Σωκράτους δαιμόνιον πταρμὸς ἦν, ὅ τε παρʼ αὐτοῦ καὶ ὁ παρʼ ἄλλων· ἑτέρου μὲν πταρόντος ἐκ δεξιᾶς εἴτʼ ὄπισθεν εἴτʼ ἔμπροσθεν, ὁρμᾶν αὐτὸν ἐπὶ τὴν πρᾶξιν· εἰ δʼ ἐξ ἀριστερᾶς, ἀποτρέπεσθαι τῶν δʼ αὐτοῦ πταρμῶν τὸν μὲν ἔτι μέλλοντος βεβαιοῦν τὸν δʼ ἤδη πράσσοντος ἐπέχειν καὶ κωλύειν τὴν ὁρμήν. ἀλλʼ ἐκεῖνό μοι δοκεῖ θαυμαστόν, εἰ πταρμῷ χρώμενος οὐ τοῦτο τοῦτο ] τοῦτον R τοῖς ἑταίροις ἀλλὰ δαιμόνιον εἶναι τὸ κωλῦον ἢ κελεῦον ἔλεγε· τύφου γὰρ ἂν ἦν ἂν ἦν idem: αὖ τινος, ὦ φίλε, κενοῦ καὶ κόμπου τὸ τοιοῦτον, οὐκ ἀληθείας καὶ ἁπλότητος οἷς τὸν ἄνδρα μέγαν ὡς ἀληθῶς καὶ διαφέροντα τῶν πολλῶν γεγονέναι δοκοῦμεν, ὑπὸ φωνῆς ἔξωθεν ἢ πταρμοῦ τινος ὁπηνίκα τύχοι θορυβούμενον ἐκ τῶν πράξεων ἀνατρέπεσθαι καὶ προΐεσθαι προϊεσθαι X: προσίεσθαι τὸ δεδογμένον. αἱ δὲ Σωκράτους αὖ ὁρμαὶ αὖ ὁρμαὶ idem: ἀφορμαὶ τὸ βέβαιον βεβαιον TUrnebus: lac. 18 E 16 B ἔχουσαι καὶ σφοδρότητα φαίνονται πρὸς ἅπαν, ὡς ἂν ἐξ ὀρθῆς καὶ ἰσχυρᾶς ἀφειμέναι κρίσεως καὶ ἀρχῆς. πενίᾳ γὰρ ἐμμεῖναι παρὰ πάντα τὸν βίον ἑκουσίως, σὺν παὶ χάριτι τῶν διδόντων ἔχειν δυνάμενον, καὶ φιλοσοφίας μὴ ἐκστῆναι πρὸς τοσαῦτα κωλύματα καὶ τέλος εἰς σωτηρίαν καὶ φυγὴν αὐτῷ σπουδῆς ἑταίρων καὶ παρασκευῆς εὐμηχάνου γενομένης, μήτε καμφθῆναι λιπαροῦσι μήθʼ ὑποχωρῆσαι τῷ θανάτῳ πελάζοντι, πελάζοντι Emperius: παίζοντι χρῆσθαι δʼ ἀτρέπτῳ τῷ λογισμῷ πρὸς τὸ δεινόν, οὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι γνώμην ἔχοντος ἀλλʼ ὑπὸ μείζονος ἐπιστασίας καὶ ἀρχῆς ἀγομένου πρὸς τὸ καλόν. ἀκούω δὲ καὶ τὴν ἐν Σικελίᾳ τῆς Ἀθηναίων δυνάμεως φθορὰν προειπεῖν αὐτὸν ἐνίοις τῶν φίλων. καὶ πρότερον ἔτι τούτων Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ἐν τῇ διώξει περὶ Δήλιον ὑφʼ ἡμῶν δορατίῳ τετρωμένος, ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης μετʼ Ἀλκιβιάδου καὶ Λάχητος Λάχητος Turnebus: μάχητος ἐπὶ Ῥηγίστης ἐπὶ Ρηγίστης ] ἐπὶ Ρειτοὺς Huttenus coll. Hesychio s v. καταβὰς ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο, πολλὰ δὲ φίλους τινὰς καὶ λοχίτας οἷς συνέβη μετʼ αὐτοῦ παρὰ τὴν Πάρνηθα παρνητα BE φεύγουσιν ὑπὸ τῶν ἡμετέρων ἱππέων ἱππέων ] ἵππων BE ἀποθανεῖν, ὡς τοῦ Σωκράτους δαιμονίου παρακούσαντας, ἑτέραν ὁδὸν οὐχ ἣν ἐκεῖνος ἦγε τρεπομένους τραπομένους *: τρεπομένους ἀπὸ τῆς μάχης. ταῦτα δʼ οἶμαι καὶ Σιμμίαν ἀκηκοέναι πολλάκις ὁ Σιμμίας ἔφη καὶ πολλῶν διεβοήθη γὰρ οὐκ ἠρέμα τὸ Σωκράτους Ἀθήνησιν ἐκ τούτων δαιμόνιον. τί οὖν ὁ Φειδόλαος εἶπεν· ὦ Σιμμία, Γαλαξίδωρον ἐάσωμεν παίζοντα καταβάλλειν τοσοῦτο μαντείας ἔργον εἰς πταρμοὺς καὶ κληδόνας, οἷς καὶ οἱ πολλοὶ καὶ ἰδιῶται περὶ μικρὰ προσχρῶνται καὶ παίζοντες· ὅταν δὲ κίνδυνοι βαρύτεροι καὶ μείζονες καταλάβωσι πράξεις, ἐκεῖνο γίγνεται τὸ Εὐριπίδειον οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας; Nauck. p. 441 (fr. 282, 22) καὶ ὁ Γαλαξίδωρος Σιμμίου μέν ἔφη Φειδόλαε, περὶ τούτων, εἴ τι Σωκράτους αὐτὸς λέγοντος ἤκουσεν, ἕτοιμος ἀκροᾶσθαι καὶ πείθεσθαι πείθεσθαι X: φείδεσθαι μεθʼ ὑμῶν· τὰ δʼ ὑπὸ σοῦ λελεγμένα καὶ Πολύμνιος οὐ χαλεπὸν ἀνελεῖν. ὡς γὰρ ἐν ἰατρικῇ σφυγμὸς ἢ φλύκταινα μικρὸν οὐ μικροῦ δὲ σημεῖόν ἐστι, καὶ κυβερνήτῃ πελάγους πελάγους ] πελαγίας ? φθόγγος ὄρνιθος ἢ διαδρομὴ κνηκίδος ἀραιᾶς πνεῦμα σημαίνει καὶ κίνησιν τραχυτέραν θαλάσσης· οὕτω μαντικῇ ψυχῇ πταρμὸς ἢ κληδὼν οὐ μέγα καθʼ αὑτὸ σύμβολον δὲ μεγάλου σύμβολον δὲ μεγάλου *: lac. 37 E 25 B συμπτώματος· οὐδεμιᾶς γὰρ τέχνης καταφρονεῖται τὸ μικροῖς μεγάλα καὶ διʼ ὀλίγων, πολλὰ προμηνύειν. ἀλλʼ ὥσπερ εἴ τις ἄπειρος γραμμάτων δυνάμεως ὁρῶν ὀλίγα πλήθει καὶ φαῦλα τὴν μορφὴν ἀπιστοίη ἄνδρα γραμματικὸν ἐκ τούτων ἀναλέγεσθαι πολέμους μεγάλους, οἳ τοῖς πάλαι συνέτυχον, καὶ κτίσεις πόλεων πράξεις τε καὶ παθήματα παθήματα Leonicus: μαθήματα βασιλέων, εἶτα φαίη φωνὴν ἢ ὅμοιόν τι φαίη φωνὴν ἢ ὅμοιόν τι *: φανῆναι ὀμνύοντι . Coniecturam confirmat id quod in eandem etiam P. Papageorgiu incidit μηνύειν καὶ καταλέγειν ἐκείνῳ τῶν ἱστορικῶν τῶν ἱστορικῶν W: τῷ ἱστορικῷ τούτων ἕκαστον, ἡδὺς ἄν, ὦ φίλε φίλε ] Φειδόλαε R , γέλως σοι τοῦ ἀνθρώπου τῆς ἀπειρίας ἐπέλθοι οὕτω σκόπει, μὴ καὶ ἡμεῖς τῶν μαντικῶν ἑκάστου τὴν δύναμιν ἀγνοοῦντες, ᾗ συμβάλλει πρὸς τὸ μέλλον, εὐήθως ἀγανακτῶμεν, εἰ νοῦν ἔχων ἄνθρωπος ἐκ τούτων τούτων Duebnerus: τούτων ἂν ἀποφαίνεταί τι περὶ τῶν ἀδήλων, καὶ ταῦτα φάσκων αὐτὸς οὐ πταρμὸν οὐδὲ φωνὴν ἀλλὰ δαιμόνιον αὐτῷ τῶν πράξεων ὑφηγεῖσθαι. μέτειμι γὰρ ἤδη πρὸς σέ, ὦ Πολύμνι, θαυμάζοντα Σωκράτους ἀνδρὸς ἀτυφίᾳ καὶ ἀφελείᾳ μάλιστα δὴ φιλοσοφίαν ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ το ] del. Stegmannus, recte ut vid. σημεῖον ἀλλὰ τραγικῶς πάνυ τὸ δαιμόνιον ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ Σωκράτης, εἰ μὴ τὸ δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ εἰ μὴ τὸν πταρμὸν ἀλλὰ τὸ δαιμόνιον αὐτῷ BE σημαίνειν ἔλεγεν· ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ βαλόντος, μεμετρῆσθαι δʼ αὖ τὸ βάρος ὑπὸ τοῦ ζυγοῦ μὴ τῷ ζυγῷ ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον, ἀλλʼ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον· ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ σημαῖνον· ἀλλʼ ὅπερ εἶπον, εἴ τι Σιμμίας ἔχοι λέγειν, ἀκουστέον, ὡς εἰδότος ἀκριβέστερον. καὶ ὁ Θεόκριτος πρότερόν γʼ ἔφη τοὺς εἰσιόντας οἵτινές οἵτινες ] εἴ τινες BE εἰσιν ἀποσκεψαμένοις, μᾶλλον δὲ τὸν ξένον ὃν ὃν * ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν., ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας, ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ συνεστώτων συνεστώτων ] σὺν αὐτῷ τῶν R. τῶν συνεστώτων W φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον δὲ τὸν ξένον, οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ παρὰ τὸν Σιμμίαν τοῦ δʼ ἀδελφοῦ παρʼ ἐμὲ τῶν δʼ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ γενομένης σιωπῆς, ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας εἶεν εἶπεν ὦ Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης. καὶ ὁ Ἐπαμεινώνδας Θεάνωρ εἶπεν ὦ Σιμμία, ὄνομα μὲν τἀνδρί, τἀνδρί *: τῷ ἀνδρί γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν. ὑπολαβὼν δʼ ὁ ξένος οὐκοῦν ἔφη σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν· ὁ δὲ μὴ δεξάμενος ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ χάριτος ἐφιέμενον; ἀλλʼ ἐπεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται διʼ αὑτόν, ἐνταυθοῖ δ’ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφʼ ὧν ἔπλευσα δεῦρο· βούλομαι δὲ καὶ τούτοις τούτοις Turnebus: τούτους διελθὼν χρήσασθαι πρός σε δικασταῖς. ἐπεὶ γὰρ ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι ἑταιρεῖαι *: ἑταιρίαι τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δʼ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ διέφθειραν ἐν ταὐτῷ ταὐτῷ W: τούτῳ πάντας πλὴν Φιλολάου καὶ Λύσιδος, νέων ὄντων ἔτι ῥώμῃ ῥῴμῃ ] καὶ ῥώμῃ Stegmannus. Nihil opus καὶ κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων Λῦσις δʼ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον· πλήν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε δʼ ὁ Ἄρκεσος πόθῳ τἀνδρὸς τἀνδρὸς * hic et paulo post: τοῦ ἀνδρὸς αὐτὸς ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δʼ ἐν μέσῳ πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους τὸν ἆθλον. ἐπεὶ δʼ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς προϋπέφαινε προύφαινε Cobetus τὴν τελευτήν, καὶ τὰς παρʼ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τἀνδρὸς οἱ σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν πολλὴν ] πολλὴν δὲ R χάριν καὶ φιλίαν ἀντιλαμβανόντων. Λῦσις δὲ καὶ κεῖται καὶ κεῖται ] κεκήδευται Cobetus καλῶς ὑφʼ ὑμῶν, καὶ τάφου καλοῦ κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων. ταῦτα τοῦ ξένου λέγοντος, ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν χρόνον, ὁ δʼ ἀδελφὸς ὑπομειδιῶν, ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ἔφη ποιοῦμεν, ὦ Καφεισία; προϊέμεθα ποιῶμεν - προϊώμεθα Cobetus τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν; ἥκιστʼ ἔφην ἐγώ τὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον · ἀλλʼ ἄμυνε σὸς γὰρ ὁ λόγος. Hom. ι 27 καὶ μὴν ἐγώ εἶπεν ὦ πάτερ, ταύτῃ μόνον μόνον Holwerda: μόνῃ τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς; τροφῆς ἵνʼ ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δʼ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδʼ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δʼ, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν, εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον ἄπαγʼ · εἶπεν ὁ πατήρ ὦ παῖ· μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν. τοῦ βίου ἡμῶν ἡμῶν ] deleverim καὶ μὴν οὐδʼ ἀργόν ἔφη καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἴη. τί μήν; εἴη. τί μήν ; R: ἐπὶ τί μήν; εἶπεν ὁ πατήρ. οὐκοῦν ἔφη ὁ Ἐπαμεινώνδας Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν, ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου πόλεως ἐπείρα διὰ χρημάτων. σοῦ δʼ, ὦ ξένε, τὴν μὲν προθυμίαν ʽ καλὴ γὰρ καὶ φιλόσοφοσʼ δέχομαι καὶ ἀγαπῶ διαφερόντως· ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας ὅπλοις καὶ βέλεσιν ἡμᾶς ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις· οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπʼ αὐτῆς, ἡ δʼ ἐστὶ ῥᾴστη φέρειν ἡμῖν καὶ φίλη σύνοικος. οὔκουν δεῖ χρημάτων οὐδʼ ὅπλων ἐπʼ αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλʼ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τʼ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν. ὑπολαβὼν δʼ ὁ Θεάνωρ ἆρʼ οὖν ἔφη τὸ πενίαν δυσχεραίνειν ἀγεννές ἐστι τὸ δὲ πλοῦτον δεδιέναι καὶ φεύγειν οὐκ ἄτοπον; ἄτοπον posterius W. Fort. addendum etiam εἶπεν Ἐπαμεινώνδας ἄτοπον, εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ διʼ ἀπειροκαλίαν ἢ τῦφόν τινα διωθεῖται. καὶ τίς ἄν ἔφη λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων κτῆσιν, ὦ Ἐπαμεινώνδα; ὦ Ἐπαμεινώνδα W: ὡς ἐπαμεινώνδας μᾶλλον δὲ ʽπραότερον πραότερον idem: πρότερον γὰρ ἡμῖν ἢ τῷ Θετταλῷ πρὸς τὰς ἀποκρίσεις ἐνδίδου σαυτὸν ὑπὲρ τούτωνʼ εἰπέ μοι, πότερον ἡγῇ δόσιν μὲν εἶναί τινα χρημάτων ὀρθὴν λῆψιν δὲ μηδεμίαν ἢ καὶ τοὺς διδόντας ἁμαρτάνειν πάντως καὶ τοὺς λαμβάνοντας; οὐδαμῶς εἶπεν ὁ Ἐπαμεινώνδας, ἀλλʼ ὥσπερ ἄλλου τινὸς ἐγὼ καὶ πλούτου χάριν τε καὶ κτῆσιν εἶναι νομίζω, τὴν μὲν αἰσχρὰν τὴν δʼ ἀστείαν. ἆρʼ οὖν ἔφη ὁ Θεάνωρ ὁ ἃ ὀφείλει ἃ ὀφείλει *: ἃ ὀφείλων διδοὺς ἑκουσίως καὶ προθύμως οὐ καλῶς δίδωσιν; ὡμολόγησεν. ὁ δʼ ἅ τις καλῶς δίδωσι δεξάμενος οὐ καλῶς εἴληφεν; ἢ γένοιτʼ ἂν δικαιοτέρα χρημάτων λῆψις τῆς παρὰ τοῦ δικαίως διδόντος; οὐκ ἄν ἔφη γένοιτο. δυεῖν ἄρα φίλων̓ εἶπεν ὦ Ἐπαμεινώνδα, εἰ θατέρῳ θατέρῳ posterius Basileensis: θάτερον δοτέον, θατέρῳ δήπου ληπτέον· ἐν μὲν γὰρ ταῖς μάχαις τὸν εὖ βάλλοντα τῶν πολεμίων ἐκκλιτέον, ἐν δὲ ταῖς χάρισι τὸν καλῶς διδόντα τῶν φίλων οὔτε φεύγειν οὔτ ἀπωθεῖσθαι δίκαιον· εἰ γὰρ ἡ πενία μὴ δυσχερὲς οὐδʼ αὖ πάλιν ὁ πλοῦτος οὕτως ἄτιμος καὶ ἀπόβλητος. οὐ γὰρ οὖν εἶπεν ὁ Ἐπαμεινώνδας ἀλλʼ ἔστιν ὅτῳ μὴ λαβόντι λαβόντι W: διδόντι τὸ καλῶς διδόμενον τιμιώτερον ὑπάρχει καὶ κάλλιον· οὑτωσὶ δʼ ἐπίσκεψαι μεθʼ ἡμῶν. εἰσὶ δήπουθεν ἐπιθυμίαι πολλαὶ καὶ πολλῶν, ἔνιαι μὲν ἔμφυτοι λεγόμεναι καὶ περὶ τὸ σῶμα βλαστάνουσαι, πρὸς τὰς ἀναγκαίας ἡδονάς αἱ αἳ *: αἱ δʼ ἐπήλυδες, αἳ ἕνεκα ἕνεκα *: ἕνεκεν κενῶν δοξῶν, ἰσχὺν δὲ καὶ βίαν ὑπὸ χρόνου καὶ συνηθείας ἐν τροφῇ μοχθηρᾷ λαβοῦσαι, πολλάκις ἕλκουσι καὶ ταπεινοῦσι τὴν ψυχὴν ἐρρωμενέστερον τῶν ἀναγκαίων· ἔθει δὲ καὶ μελέτῃ πολὺ μέν τις ἤδη καὶ τῶν ἐμφύτων ἀπαρύσαι παθῶν τῷ λόγῳ παρέσχε· τὸ δὲ πᾶν τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς προσαγαγόντας ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ λόγου κολαζομένας. εἰ γὰρ δίψαν ἐκβιάζεται καὶ πεῖναν ἡ πρὸς τροφὴν καὶ ποτὸν ἀντίβασις τοῦ λογισμοῦ, μακρῷ δήπου ῥᾷόν ἐστι φιλοπλουτίαν κολοῦσαι καὶ φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ ἀνείρξεσιν εἰς τέλος καταλυθείσας ἢ οὐ δοκεῖ σοι; ὡμολόγησεν ὁ ξένος. ἆρʼ οὖν ἔφη διαφορὰν ὁρᾷς ἀσκήσεως καὶ τοῦ πρὸς ὃ ἡ ἄσκησις ἔργου, καὶ καθάπερ ἀθλητικῆς ἔργον μὲν ἂν εἴποις τὴν ὑπὲρ τοῦ στεφάνου πρὸς τὸν ἀντίπαλον ἅμιλλαν, ἄσκησιν δὲ τὴν ἐπὶ τοῦτο διὰ τῶν γυμνασίων παρασκευὴν τοῦ σώματος· οὕτω καὶ ἀρετῆς ὁμολογεῖς τὸ μὲν ἔργον εἶναι τὸ δʼ ἄσκησιν; ὁμολογήσαντος δὲ τοῦ ξένου, φέρε τοίνυν πρῶτον εἶπε εἶπε W: εἰπέ τῆς ἐγκρατείας τὸ τῶν αἰσχρῶν καὶ παρανόμων ἡδονῶν ἀπέχεσθαι πότερον ἄσκησιν ἢ μᾶλλον ἔργον καὶ ἀπόδειξιν ἀσκήσεως εἶναι νομίζεις; νομίζειν BE ἔργον εἶπεν ἐγὼ καὶ ἀπόδειξιν ἄσκησιν δὲ καὶ μελέτην μελέτην R: μελέτην μετὰ ἐγκρατείας, οὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε ἦπερ - ἐφείλκυσθε ] ἦσπερ - ἐφικνεῖσθε ? vid. Symb. πάντες ὑμεῖς, ὅταν γυμναζόμενοι γυμνασάμενοι R καὶ κινήσαντες ὥσπερ ζῷα τὰς ὀρέξεις, ἐπιστῆτε λαμπραῖς τραπέζαις καὶ ποικίλοις ἐδέσμασι πολὺν χρόνον, εἶτα ταῦτα τοῖς οἰκέταις ὑμῶν εὐωχεῖσθαι παραδόντες, αὐτοὶ τὰ λιτὰ καὶ ἁπλᾶ προσφέρησθε κεκολασμέναις ἤδη ταῖς ἐπιθυμίαις; ἡ γὰρ ἐν οἷς ἔξεστιν ἀποχὴ τῶν ἡδονῶν ἄσκησίς ἐστι τῇ ψυχῇ πρὸς ἃ κεκώλυται πάνυ μὲν οὖν εἶπεν. ἔστιν οὖν τις, ὦ φίλε, καὶ δικαιοσύνῃ πρὸς φιλοπλουτίαν καὶ φιλαργυρίαν ἄσκησις, οὐ τὸ μὴ κλέπτειν ἐπιόντα νύκτωρ τὰ τῶν πέλας μηδὲ λωποδυτεῖν· οὐδʼ εἰ μὴ προδίδωσί τις πατρίδα καὶ φίλους διʼ ἀργύριον, οὗτος ἀσκεῖ πρὸς φιλαργυρίαν ʽκαὶ γὰρ ὁ νόμος ἴσως ἐνταῦθα καὶ ὁ φόβος ἀπείργει τὴν πλεονεξίαν τοῦ ἀδικεῖν̓, ἀλλʼ ὁ τῶν δικαίων καὶ συγκεχωρημένων ὑπὸ τοῦ νόμου κερδῶν πολλάκις ἀφιστὰς ἑαυτὸν ἑκουσίως, ἀσκεῖ καὶ προσεθίζεται προεθίζεται *: προσεθίζεται μακρὰν εἶναι παντὸς ἀδίκου καὶ παρανόμου λήμματος. οὔτε γὰρ ἐν ἡδοναῖς μεγάλαις μὲν ἀτόποις δὲ καὶ βλαβεραῖς οἷόν τε τὴν διάνοιαν ἠρεμεῖν μὴ πολλάκις ἐν ἐξουσίᾳ τοῦ ἀπολαύειν καταφρονήσασαν, οὔτε λήμματα μοχθηρὰ καὶ πλεονεξίας μεγάλας εἰς ἐφικτὸν ἡκούσας ὑπερβῆναι ῥᾴδιον ᾧτινι μὴ πόρρωθεν ἐνδέδεται ἐνδέδεται R: ἐνδέδοται καὶ κεκόλασται τὸ φιλοκερδές, ἀλλʼ οἷς ἔξεστιν ἀλλʼ οἷς ἔξεστιν Emperius: ἄλλαις ἕξεσιν ἀνέδην ἀνέδην R: ἀναίδην εἰς τὸ κερδαίνειν ἀνατεθραμμένον σπαργᾷ σπαργᾷ scripsi cum Holwerda: ὁ γὰρ σπαργᾷ ubi ὁ γὰρ ex proxima syllaba ortum est πρὸς τὰς ἀδικίας πρὸς τὰς ἀδικίας *: περὶ τὰς ἀδίκους μάλα μόλις καὶ χαλεπῶς τοῦ πλεονεκτεῖν ἀπεχόμενον. ἀνδρὶ δὲ μὴ φίλων προϊεμένῳ χάρισι μὴ βασιλέων δωρεαῖς αὑτόν, ἀλλὰ καὶ τύχης κλῆρον ἀπειπαμένῳ καὶ θησαυροῦ φανέντος ἐπιπηδῶσαν ἀποστήσαντι τὴν φιλοπλουτίαν, οὐκ ἐπανίσταται πρὸς τὰς ἀδικίας οὐδὲ θορυβεῖ τὴν διάνοιαν ἀλλʼ εὐκόλως χρῆται πρὸς τὸ καλὸν αὑτῷ μέγα φρονῶν καὶ τὰ κάλλιστα τῇ ψυχῇ συνειδώς. τούτων ἐγὼ καὶ Καφεισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες, ὦ φίλε Σιμμία, παραιτούμεθα τὸν ξένον ἐᾶν ἡμᾶς ἱκανῶς ἐγγυμνάσασθαι ἐγγυμνάσασθαι W: ἐγγυμνᾶσθαι τῇ πενίᾳ πρὸς τὴν ἀρετὴν ἐκείνην.