<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg108.perseus-grc2"><div type="textpart" subtype="section" n="8"><p rend="indent">καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης; τοιαῦτα, τὸ τʼ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ <milestone unit="stephpage" xml:id="stephpage-572f" n="572f"/> ἐφʼ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμενʼ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ <milestone unit="tlnum" n="15"/> πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δʼ αὐτῶν ἐστι καθʼ εἱμαρμένην. λοιπὸν δʼ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη <milestone unit="tlnum" n="20"/> τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθʼ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται. ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατʼ οὐρανὸν ἰόντων, <milestone unit="stephpage" xml:id="stephpage-573a" n="573a"/> καθʼ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα <pb xml:id="v.3.p.479"/> πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν. τρίτη δʼ ἂν εἰκότι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰκότως</foreign> Turnebus</note> ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς <milestone unit="tlnum" n="5"/> τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθʼ εἱμαρμένην καὶ <milestone unit="stephpage" xml:id="stephpage-573b" n="573b"/> κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλʼ ἔνια <milestone unit="tlnum" n="10"/> μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς πάντα - - ἔνια δὲ καθ’ εἱμαρμένην</foreign>] restituit W ita: <foreign xml:lang="grc">ὡς πάντα μὲν τὰ καθ’ εἱμαρμένην καὶ κατὰ πρόνοιαν· οὐ μὴν καὶ τὰ κατὰ φύσιν πάντα καὶ καθ’ εἱμαρμένην· ἀλλὰ πάντα μὲν κατὰ πρόνοιαν, καὶ ἄλλο γε κατ’ ἄλλην, ἔνια δὲ καθ’ εἱμαρμένην</foreign></note> καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθʼ εἱμαρμένην. ἔστω δʼ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθʼ ὃ <milestone unit="tlnum" n="15"/> τι ἂν καὶ λέγηται· οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθʼ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη. ἡ δʼ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. <milestone unit="tlnum" n="20"/> ἔστι δʼ, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. <q>λέγωμεν γὰρ δή</q> φησὶν ὁ Τίμαιος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Τιμαιος</foreign>] cf. p. 29 d</note> <milestone unit="stephpage" xml:id="stephpage-573c" n="573c"/> <q>διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περὶ οὐδενὸς οὐδέποτε</foreign> Plato: <foreign xml:lang="grc">οὐδέποτε περὶ οὐδενὸς</foreign> </note> ἐγγίγνεται φθόνος· τούτου δʼ ἐκτὸς <pb xml:id="v.3.p.480"/> ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενέσθαι ἐβουλήθη</foreign> Plato</note> παραπλήσια ἑαυτῷ. ταύτην δὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign>] <foreign xml:lang="grc">δὲ</foreign></note> ιδεμγενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατʼ ἀποδέχοιτʼ ἄν. βουληθεὶς <milestone unit="tlnum" n="5"/> γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φλαῦρον</foreign> idem</note> δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἦγεν</foreign>] <foreign xml:lang="grc">ἤγαγεν</foreign> idem</note> ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦδε</foreign>] <foreign xml:lang="grc">τούτου</foreign> idem</note> πάντως ἄμεινον. θέμις <milestone unit="tlnum" n="10"/> δὲ οὔτʼ ἦν οὔτʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν <milestone unit="stephpage" xml:id="stephpage-573d" n="573d"/> τὸ κάλλιστον</q> ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δʼ ἐντεῦθεν οὕτω λεγόμενα <q>ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰσαρίθμους - ἑκάστην</foreign>] <foreign xml:lang="grc">διεὶλε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις ἔνειμε θ’ ἑκάστην</foreign> Plato</note> τοῖς <milestone unit="tlnum" n="15"/> ἄστροις ἔταξε, <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lac. 12 litt. V² </note> διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς·</q> ταῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα</foreign> *: <foreign xml:lang="grc">ταῦτα δὲ</foreign>. Repetuntur <foreign xml:lang="grc">τὰ - λεγόμενα</foreign> (lin 13)</note> τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατʼ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν <milestone unit="tlnum" n="20"/> καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται <milestone unit="stephpage" xml:id="stephpage-573e" n="573e"/> λέγων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λέγων</foreign>] Tim. p. 42 d</note> <q>διαθεσμοθετήσας πάντα αὐτοῖς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοῖς</foreign>] add. <foreign xml:lang="grc">ταῦτα</foreign> Plato</note> ἵνα τοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς</foreign>] <foreign xml:lang="grc">τῆς</foreign> Plato; idem paulo post (F)</note> ἔπειτα <pb xml:id="v.3.p.481"/> εἴη κακίας ἑκάστων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑκάστων</foreign>] <foreign xml:lang="grc">ἑκάστω</foreign> bis legitur paulo post</note> ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δʼ εἰς τὴν σελήνην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰς γῆν, τοὺς δ’ εὐς σελήνην</foreign> Plato</note>, τοὺς δʼ εἰς τἄλλα ὅσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τἄλλα ὅσα</foreign> idem: <foreign xml:lang="grc">τὰ ἄλλα</foreign> </note> ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τʼ ἐπίλοιπον, <milestone unit="tlnum" n="5"/> ὅσον ἐστὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστὶ</foreign>] <foreign xml:lang="grc">ἔτι ἦν</foreign> idem</note> ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ <milestone unit="stephpage" xml:id="stephpage-573f" n="573f"/> ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον.</q> ἐν γὰρ τούτοις τὸ μὲν <milestone unit="tlnum" n="10"/> <q>ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ</q> σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης· ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ· καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, <q>ἵνα τῆς ἔπειτα εἴη <milestone unit="tlnum" n="15"/> κακίας ἑκάστῳ ἀναίτιος·</q> θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθʼ εἱμαρμένης; ἐπιδέοιτʼ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνεπισπόμενος</foreign>?</note> ἕκαστος αὐτῶν <milestone unit="stephpage" xml:id="stephpage-574a" n="574a"/> πράττει τὰ αὑτοῦ· ταῦτα δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα δʼ</foreign>] malim <foreign xml:lang="grc">ὅτι δὲ ταῦτα</foreign></note> ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνι</foreign>] add. <foreign xml:lang="grc">εἶναι</foreign> W deleto proximo <foreign xml:lang="grc">εἶναι</foreign> </note> φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ <milestone unit="tlnum" n="20"/> πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· <q>ἐπεὶ ταῦτα εἴ ποτέ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπεὶ ταῦτα εἴ ποτέ</foreign> Plato de Legg. p. 875 c: <foreign xml:lang="grc">ἔπη τοῦ τί ποτε</foreign> </note> τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign> *: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> ἀρξόντων·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἀρξόντων ἑαυτοῦ</foreign> Plato</note> ἐπιστήμης γὰρ οὔτε νόμος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">νόμος</foreign> idem: <foreign xml:lang="grc">νόμων</foreign> </note> οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ <pb xml:id="v.3.p.482"/> νοῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστὶ νοῦν</foreign> idem: <foreign xml:lang="grc">ἐστὶν</foreign> </note> οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάντων</foreign> Plato: <foreign xml:lang="grc">πάντα</foreign> </note> ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.</q> </p></div></div></body></text></TEI>