καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης; τοιαῦτα, τὸ τʼ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ ἐφʼ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμενʼ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δʼ αὐτῶν ἐστι καθʼ εἱμαρμένην. λοιπὸν δʼ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην. ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθʼ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται. ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατʼ οὐρανὸν ἰόντων, καθʼ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν. τρίτη δʼ ἂν εἰκότι εἰκότως Turnebus ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθʼ εἱμαρμένην καὶ κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλʼ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην· ὡς πάντα - - ἔνια δὲ καθʼ εἱμαρμένην ] restituit W ita: ὡς πάντα μὲν τὰ καθʼ εἱμαρμένην καὶ κατὰ πρόνοιαν· οὐ μὴν καὶ τὰ κατὰ φύσιν πάντα καὶ καθʼ εἱμαρμένην· ἀλλὰ πάντα μὲν κατὰ πρόνοιαν, καὶ ἄλλο γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθʼ εἱμαρμένην. ἔστω δʼ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθʼ ὃ τι ἂν καὶ λέγηται· οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθʼ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη. ἡ δʼ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. ἔστι δʼ, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. λέγωμεν γὰρ δή φησὶν ὁ Τίμαιος Τιμαιος ] cf. p. 29 d διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε περὶ οὐδενὸς οὐδέποτε Plato: οὐδέποτε περὶ οὐδενὸς ἐγγίγνεται φθόνος· τούτου δʼ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι γενέσθαι ἐβουλήθη Plato παραπλήσια ἑαυτῷ. ταύτην δὴ δὴ ] δὲ ιδεμγενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατʼ ἀποδέχοιτʼ ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον φλαῦρον idem δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἦγεν ] ἤγαγεν idem ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε τοῦδε ] τούτου idem πάντως ἄμεινον. θέμις δὲ οὔτʼ ἦν οὔτʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δʼ ἐντεῦθεν οὕτω λεγόμενα ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους ἰσαρίθμους - ἑκάστην ] διεὶλε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις ἔνειμε θʼ ἑκάστην Plato τοῖς ἄστροις ἔταξε, lac. 12 litt. V² διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς· ταῦτα ταῦτα *: ταῦτα δὲ . Repetuntur τὰ - λεγόμενα (lin 13) τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατʼ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων λέγων ] Tim. p. 42 d διαθεσμοθετήσας πάντα αὐτοῖς, αὐτοῖς ] add. ταῦτα Plato ἵνα τοῖς τοῖς ] τῆς Plato; idem paulo post (F) ἔπειτα εἴη κακίας ἑκάστων ἑκάστων ] ἑκάστω bis legitur paulo post ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δʼ εἰς τὴν σελήνην εἰς γῆν, τοὺς δʼ εὐς σελήνην Plato , τοὺς δʼ εἰς τἄλλα ὅσα τἄλλα ὅσα idem: τὰ ἄλλα ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τʼ ἐπίλοιπον, ὅσον ἐστὶ ἐστὶ ] ἔτι ἦν idem ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον. ἐν γὰρ τούτοις τὸ μὲν ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης· ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ· καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος· θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθʼ εἱμαρμένης; ἐπιδέοιτʼ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος συνεπισπόμενος ? ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ· ταῦτα δʼ ταῦτα δʼ ] malim ὅτι δὲ ταῦτα ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι Πλάτωνι ] add. εἶναι W deleto proximo εἶναι φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· ἐπεὶ ταῦτα εἴ ποτέ ἐπεὶ ταῦτα εἴ ποτέ Plato de Legg. p. 875 c: ἔπη τοῦ τί ποτε τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ αὑτοῦ *: αὐτοῦ ἀρξόντων· τῶν ἀρξόντων ἑαυτοῦ Plato ἐπιστήμης γὰρ οὔτε νόμος νόμος idem: νόμων οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ νοῦν ἐστὶ νοῦν idem: ἐστὶν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων πάντων Plato: πάντα ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.