<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg108.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">τούτων δʼ οὕτως ἐχόντων, ἑξῆς ῥητέον, ὡς τὸ γʼ ἐφʼ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτά</foreign> W: <foreign xml:lang="grc">ταῦτα</foreign> </note> τε σῴζοιτʼ ἂν καὶ τὴν εἱμαρμένην <milestone unit="tlnum" n="15"/> σῴζοι. ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δʼ οὐκ ἐξ ἀνάγκης γενήσεται, <milestone unit="stephpage" xml:id="stephpage-570f" n="570f"/> ἀλλʼ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου· τὸ δʼ ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφʼ ἡμῖν <milestone unit="tlnum" n="20"/> προϋποκεῖσθαι· τὸ δʼ ἐφʼ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφʼ ἡμῖν διὰ τὴν ἐφʼ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δʼ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γιγνόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-571a" n="571a"/> ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας, οἷον ἀνθρώπου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνθρώπου</foreign> X: lacuna 16 litt. in V² </note> εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη <pb xml:id="v.3.p.474"/> δὲ περὶ ἄνθρωπον, οὐσία δʼ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά. τριῶν τοίνυν τούτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτων</foreign>] <foreign xml:lang="grc">τούτων ὄντων</foreign>?</note>, δυνάμεως καὶ δυναμένου καὶ <milestone unit="tlnum" n="5"/> δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δʼ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτω τὸ δυνατόν· τύπῳ δʼ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, ὁπόταν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-571b" n="571b"/> μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίγνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατʼ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δʼ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων. <milestone unit="tlnum" n="15"/> τὰ μὲν οὖν πρότερʼ ὡς ἐξ ἀνάγκης γιγνόμενʼ ἀναγκαῖα προσαγορεύεται, ἃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἃ</foreign> Duebnerus: <foreign xml:lang="grc">τὰ</foreign> </note> δέ πως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δέ πως</foreign> *: <foreign xml:lang="grc">δὲ πρὸς</foreign> </note> τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα. ἀφορίζοιτο δʼ ἂν καὶ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, <milestone unit="stephpage" xml:id="stephpage-571c" n="571c"/> τὸ δʼ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον <milestone unit="tlnum" n="20"/> δυνατόν. τὸ μὲν γάρ καταδῦναι τὸν ἣλιον ἀναγκαῖὸν θʼ ἅμα καὶ δυνατόν, ἀντίκειται δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ</foreign> *</note> ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ <milestone unit="tlnum" n="25"/> μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τὸ δʼ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ <pb xml:id="v.3.p.475"/> καὶ ἐπʼ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφʼ ἡμῖν τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign>] malim <foreign xml:lang="grc">δὲ</foreign></note> τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμʼ ἢ ψῦχος, ὧν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὧν ἑκάτερον ἐπὶ</foreign>] <foreign xml:lang="grc">τῶν ἑκατέρων ἐστὶ</foreign> W</note> τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται· <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-571d" n="571d"/> τὸ· δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπὶ τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφʼ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφʼ ἡμῖν· δύο γὰρ εἶναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἶναι</foreign>] <foreign xml:lang="grc">ἔχει</foreign> W</note> εἴδη, τὸ τʼ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας, τὸ τʼ ἐξ <milestone unit="tlnum" n="10"/> ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν ἄν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> *</note> τις εἴποι. ἔχει δὲ λόγον μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὴ</foreign>] <foreign xml:lang="grc">ᾗ</foreign> W</note> τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθʼ ὁρμὴν καὶ ἐφʼ ἡμῖν εἴρηται, μὴ ταὐτὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> κατʼ ἄλλο λέγεται. κατὰ μὲν γὰρ τὸ μᾶλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ <milestone unit="tlnum" n="15"/> παρὸν ἐφʼ ἡμῖν τε καὶ καθʼ ὁρμήν. ἀφορίζοιτο δʼ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δʼ ἐφʼ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου <milestone unit="stephpage" xml:id="stephpage-571e" n="571e"/> τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γιγνόμενον. ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ <milestone unit="tlnum" n="20"/> φύσει τὸ δʼ ἐνδεχόμενον τοῦ ἐφʼ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">περὶ δὲ τῆς; τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. αἴτιον <milestone unit="tlnum" n="25"/> μὲν δή τι ἡ τύχη. τῶν δʼ αἰτίων τὰ μὲν καθʼ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός· οἷον οἰκίας ἢ νεὼς καθʼ <pb xml:id="v.3.p.476"/> αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, <milestone unit="stephpage" xml:id="stephpage-571f" n="571f"/> κατὰ συμβεβηκὸς δὲ τὸ μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ <milestone unit="tlnum" n="5"/> τὰ ἐκτός. ὅθεν καὶ δῆλον, ὡς τὸ καθʼ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε <milestone unit="stephpage" xml:id="stephpage-572a" n="572a"/> καὶ ἀόριστον πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">sqq. cf. Aristot. p. 1065, 30 sqq.</note> τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, <milestone unit="tlnum" n="10"/> ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ τὸ ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυσίον σκάπτονθʼ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντʼ ἢ διώκοντʼ ἢ ἄλλως βαδίζοντʼ ἢ αὐτὸ μόνον ἐπιστραφέντʼ οὐ τούτου ἕνεκα, <milestone unit="tlnum" n="15"/> ὅπερ συνέπεσεν, ἀλλʼ ἑτέρου τινὸς χάριν. διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν · τῶν παλαιῶν ἔνιοι. κατὰ δὲ <milestone unit="stephpage" xml:id="stephpage-572b" n="572b"/> τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῇ</foreign> *: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> τῷ λόγῳ, οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς <milestone unit="tlnum" n="20"/> τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν ἔπειτʼ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασι· καίτοι γε κατὰ ταὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> *: <foreign xml:lang="grc">τὰ αὐτὰ</foreign> </note> καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δʼ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν <milestone unit="tlnum" n="25"/> ἄρτι ῥηθέντων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄρτι ῥηθέντων</foreign> W: <foreign xml:lang="grc">ἀντιρρηθέντων</foreign> </note> ἀλλʼ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Φαίδωνι</foreign>] p. 58 sqq.</note> γεγραμμένων, σαφέστατα προσπίπτει. γέγραπται δʼ <pb xml:id="v.3.p.477"/> ὧδε· <q>οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπύθοντο</foreign>] <foreign xml:lang="grc">ἐπύθεσθε</foreign> Plato</note> ὃν τρόπον ἐγένετο; ναί· ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι γενομένης; αὐτῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενομένης αὐτῆς</foreign> idem: <foreign xml:lang="grc">αὐτῆς γενομένης</foreign> </note> ὕστερον <milestone unit="stephpage" xml:id="stephpage-572c" n="572c"/> φαίνεται ἀποθανών τί ἦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἦν</foreign>] <foreign xml:lang="grc">οὖν ἦν</foreign> Plato</note> τοῦτο, ὦ Φαίδων; <milestone unit="tlnum" n="5"/>τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν</q> ἐν γὰρ τούτοις τὸ <q>συνέβη</q> οὐκ ἀντὶ τοῦ <q>γέγονεν</q> ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη, <milestone unit="tlnum" n="10"/> ἄλλου πρὸς ἄλλο γεγονότος. ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλʼ οὐ Σωκράτους· οἱ δὲ διʼ ἕτερον κατεψηφίσαντʼ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοιοῦτον</foreign> *: <foreign xml:lang="grc">τοιοῦτο</foreign> </note> ἀπέβη, οἷον κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-572d" n="572d"/> κρειττόνων. καὶ περὶ μὲν τῆς τύχης; ταῦθʼ ἱκανὰ <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lacuna 14 fere litt. in V² </note> ὡς συνυφίστασθαι ἀνάγκη, τὸ μὲν ἀπʼ αὐτοῦ παρωνύμως; καὶ τοῦ ἐφʼ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς συνυφίστασθαι - ἐλέχθη</foreign>] <foreign xml:lang="grc">οἶς τε συνυφίστασθαι αὐτὴν ἀνάγκη καὶ τοῦ ἐφ’ ἡμῖν προüποκεῖσθαι· τὸ δὲ ἀπ’ αὐτῆς παρωνύμως ἐλέχθη</foreign> supplet W</note> τὸ δʼ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign>] <foreign xml:lang="grc">καὶ</foreign>?</note> γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτʼ ἄλλως <milestone unit="tlnum" n="20"/> συμπίπτειν πεφυκότων. ἔστι δὲ κατʼ ὄνομα, ὅπερ αὐτόματον λέγεται τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρʼ <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lac. 11 fere litt. V² </note> ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα <milestone unit="stephpage" xml:id="stephpage-572e" n="572e"/> ψῦχος. ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lac. 24 fere litt. V². utramque ex Aristot. Phys. 2, 6 supplet W hunc in modum: <foreign xml:lang="grc">ἔστι δὲ κατ’ ὄνομα ὅπερ αὐτὸ μάτην γένηται· ὅταν τὸ πεφυκὸς ἄλλου ἕνεκα μὴ ἐκεῖνο περαίνῃ, οὖ ἕνεκα ἧν καὶ ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος· τότε γὰρ τὸ ψῦχος μάτην οὐδὲ ὅτε πέφυκε γέγονεν. τὸ δὲ ὅλον</foreign> cett. Malim <foreign xml:lang="grc">ἔστι δὲ κατ’ ὄνομα, ὅταν αὐτὸ μάτην γένηται· ὅταν τὸ πεφυκὸς ἄλλου ἕνεκα μὴ ἐκεῖνο περαίνῃ, οὗ ἕνεκα ἐπεφύκει</foreign> cetera ut W</note> τὸ δʼ <pb xml:id="v.3.p.478"/> ὅλον, ὡς τὸ ἐφʼ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, οὕτως ἡ τύχη τοῦ αὐτομάτου. ἔστι δʼ ἑκατέρου ἑκατέρου σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου· ἡ δὲ τύχη τοῦ ἐφʼ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλʼ ὅπερ <milestone unit="tlnum" n="5"/> ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται. διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων· ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δʼ <milestone unit="tlnum" n="10"/> εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον. </p></div></div></body></text></TEI>