<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg108.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γʼ ἐφʼ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ <q>πάντα καθʼ εἱμαρμένην.</q> <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-570c" n="570c"/> εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴθʼ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατʼ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθʼ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω. <milestone unit="tlnum" n="15"/> εἰ δʼ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθʼ εἱμαρμένην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἱμαρμένην</foreign> W: <foreign xml:lang="grc">εἱμαρμένην οὐδ’ εἰ καθ’ εἱμαρμένην πάντα</foreign> </note> οὐχ ἅπαντα, ἀλλʼ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθʼ εἱμαρμένην. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθʼ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-570d" n="570d"/> λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον· ὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὸ δʼ εἴπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ δ’ εἴπερ</foreign>] <foreign xml:lang="grc">τὸ δ’ ἀριστεύειν καὶ τυραννοκτονεῖν εἴπερ</foreign> W. malim <foreign xml:lang="grc">τοῦτο δ’ εἴπερ</foreign> </note> ὁ νόμος <milestone unit="tlnum" n="25"/> προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ <pb xml:id="v.3.p.473"/> ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-570e" n="570e"/> τοῖς ὁπωσοῦν πραττομένοις· μόνα δʼ εἱμαρμένα καὶ καθʼ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γιγνόμενʼ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προηγεῖται</foreign>] <foreign xml:lang="grc">προείρηται</foreign> C.F. Hermannus</note> οὐκ ὀρθὸν λέγειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὀρθὸν λέγειν</foreign> Anonymus: <foreign xml:lang="grc">ὀρθολογεῖν</foreign> </note> <milestone unit="tlnum" n="10"/> καθʼ εἱμαρμένην. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">τούτων δʼ οὕτως ἐχόντων, ἑξῆς ῥητέον, ὡς τὸ γʼ ἐφʼ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτά</foreign> W: <foreign xml:lang="grc">ταῦτα</foreign> </note> τε σῴζοιτʼ ἂν καὶ τὴν εἱμαρμένην <milestone unit="tlnum" n="15"/> σῴζοι. ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δʼ οὐκ ἐξ ἀνάγκης γενήσεται, <milestone unit="stephpage" xml:id="stephpage-570f" n="570f"/> ἀλλʼ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου· τὸ δʼ ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφʼ ἡμῖν <milestone unit="tlnum" n="20"/> προϋποκεῖσθαι· τὸ δʼ ἐφʼ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφʼ ἡμῖν διὰ τὴν ἐφʼ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δʼ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γιγνόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-571a" n="571a"/> ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας, οἷον ἀνθρώπου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀνθρώπου</foreign> X: lacuna 16 litt. in V² </note> εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη <pb xml:id="v.3.p.474"/> δὲ περὶ ἄνθρωπον, οὐσία δʼ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά. τριῶν τοίνυν τούτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τούτων</foreign>] <foreign xml:lang="grc">τούτων ὄντων</foreign>?</note>, δυνάμεως καὶ δυναμένου καὶ <milestone unit="tlnum" n="5"/> δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δʼ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτω τὸ δυνατόν· τύπῳ δʼ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, ὁπόταν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-571b" n="571b"/> μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίγνεσθαι ἐμποδών. τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατʼ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δʼ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων. <milestone unit="tlnum" n="15"/> τὰ μὲν οὖν πρότερʼ ὡς ἐξ ἀνάγκης γιγνόμενʼ ἀναγκαῖα προσαγορεύεται, ἃ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἃ</foreign> Duebnerus: <foreign xml:lang="grc">τὰ</foreign> </note> δέ πως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δέ πως</foreign> *: <foreign xml:lang="grc">δὲ πρὸς</foreign> </note> τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα. ἀφορίζοιτο δʼ ἂν καὶ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, <milestone unit="stephpage" xml:id="stephpage-571c" n="571c"/> τὸ δʼ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον <milestone unit="tlnum" n="20"/> δυνατόν. τὸ μὲν γάρ καταδῦναι τὸν ἣλιον ἀναγκαῖὸν θʼ ἅμα καὶ δυνατόν, ἀντίκειται δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ</foreign> *</note> ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ <milestone unit="tlnum" n="25"/> μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τὸ δʼ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ <pb xml:id="v.3.p.475"/> καὶ ἐπʼ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφʼ ἡμῖν τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign>] malim <foreign xml:lang="grc">δὲ</foreign></note> τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμʼ ἢ ψῦχος, ὧν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὧν ἑκάτερον ἐπὶ</foreign>] <foreign xml:lang="grc">τῶν ἑκατέρων ἐστὶ</foreign> W</note> τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ τὸ δʼ ὡς ἐπʼ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται· <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-571d" n="571d"/> τὸ· δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπὶ τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφʼ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφʼ ἡμῖν· δύο γὰρ εἶναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἶναι</foreign>] <foreign xml:lang="grc">ἔχει</foreign> W</note> εἴδη, τὸ τʼ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας, τὸ τʼ ἐξ <milestone unit="tlnum" n="10"/> ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν ἄν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> *</note> τις εἴποι. ἔχει δὲ λόγον μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μὴ</foreign>] <foreign xml:lang="grc">ᾗ</foreign> W</note> τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθʼ ὁρμὴν καὶ ἐφʼ ἡμῖν εἴρηται, μὴ ταὐτὸ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> κατʼ ἄλλο λέγεται. κατὰ μὲν γὰρ τὸ μᾶλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ <milestone unit="tlnum" n="15"/> παρὸν ἐφʼ ἡμῖν τε καὶ καθʼ ὁρμήν. ἀφορίζοιτο δʼ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δʼ ἐφʼ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου <milestone unit="stephpage" xml:id="stephpage-571e" n="571e"/> τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γιγνόμενον. ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ <milestone unit="tlnum" n="20"/> φύσει τὸ δʼ ἐνδεχόμενον τοῦ ἐφʼ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">περὶ δὲ τῆς; τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. αἴτιον <milestone unit="tlnum" n="25"/> μὲν δή τι ἡ τύχη. τῶν δʼ αἰτίων τὰ μὲν καθʼ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός· οἷον οἰκίας ἢ νεὼς καθʼ <pb xml:id="v.3.p.476"/> αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, <milestone unit="stephpage" xml:id="stephpage-571f" n="571f"/> κατὰ συμβεβηκὸς δὲ τὸ μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ <milestone unit="tlnum" n="5"/> τὰ ἐκτός. ὅθεν καὶ δῆλον, ὡς τὸ καθʼ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε <milestone unit="stephpage" xml:id="stephpage-572a" n="572a"/> καὶ ἀόριστον πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">sqq. cf. Aristot. p. 1065, 30 sqq.</note> τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, <milestone unit="tlnum" n="10"/> ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ τὸ ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυσίον σκάπτονθʼ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντʼ ἢ διώκοντʼ ἢ ἄλλως βαδίζοντʼ ἢ αὐτὸ μόνον ἐπιστραφέντʼ οὐ τούτου ἕνεκα, <milestone unit="tlnum" n="15"/> ὅπερ συνέπεσεν, ἀλλʼ ἑτέρου τινὸς χάριν. διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν · τῶν παλαιῶν ἔνιοι. κατὰ δὲ <milestone unit="stephpage" xml:id="stephpage-572b" n="572b"/> τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῇ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῇ</foreign> *: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> τῷ λόγῳ, οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς <milestone unit="tlnum" n="20"/> τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν ἔπειτʼ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασι· καίτοι γε κατὰ ταὐτὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὰ</foreign> *: <foreign xml:lang="grc">τὰ αὐτὰ</foreign> </note> καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δʼ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν <milestone unit="tlnum" n="25"/> ἄρτι ῥηθέντων,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄρτι ῥηθέντων</foreign> W: <foreign xml:lang="grc">ἀντιρρηθέντων</foreign> </note> ἀλλʼ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Φαίδωνι</foreign>] p. 58 sqq.</note> γεγραμμένων, σαφέστατα προσπίπτει. γέγραπται δʼ <pb xml:id="v.3.p.477"/> ὧδε· <q>οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπύθοντο</foreign>] <foreign xml:lang="grc">ἐπύθεσθε</foreign> Plato</note> ὃν τρόπον ἐγένετο; ναί· ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι γενομένης; αὐτῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενομένης αὐτῆς</foreign> idem: <foreign xml:lang="grc">αὐτῆς γενομένης</foreign> </note> ὕστερον <milestone unit="stephpage" xml:id="stephpage-572c" n="572c"/> φαίνεται ἀποθανών τί ἦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἦν</foreign>] <foreign xml:lang="grc">οὖν ἦν</foreign> Plato</note> τοῦτο, ὦ Φαίδων; <milestone unit="tlnum" n="5"/>τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν</q> ἐν γὰρ τούτοις τὸ <q>συνέβη</q> οὐκ ἀντὶ τοῦ <q>γέγονεν</q> ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη, <milestone unit="tlnum" n="10"/> ἄλλου πρὸς ἄλλο γεγονότος. ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλʼ οὐ Σωκράτους· οἱ δὲ διʼ ἕτερον κατεψηφίσαντʼ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοιοῦτον</foreign> *: <foreign xml:lang="grc">τοιοῦτο</foreign> </note> ἀπέβη, οἷον κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-572d" n="572d"/> κρειττόνων. καὶ περὶ μὲν τῆς τύχης; ταῦθʼ ἱκανὰ <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lacuna 14 fere litt. in V² </note> ὡς συνυφίστασθαι ἀνάγκη, τὸ μὲν ἀπʼ αὐτοῦ παρωνύμως; καὶ τοῦ ἐφʼ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς συνυφίστασθαι - ἐλέχθη</foreign>] <foreign xml:lang="grc">οἶς τε συνυφίστασθαι αὐτὴν ἀνάγκη καὶ τοῦ ἐφ’ ἡμῖν προüποκεῖσθαι· τὸ δὲ ἀπ’ αὐτῆς παρωνύμως ἐλέχθη</foreign> supplet W</note> τὸ δʼ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign>] <foreign xml:lang="grc">καὶ</foreign>?</note> γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτʼ ἄλλως <milestone unit="tlnum" n="20"/> συμπίπτειν πεφυκότων. ἔστι δὲ κατʼ ὄνομα, ὅπερ αὐτόματον λέγεται τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρʼ <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lac. 11 fere litt. V² </note> ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα <milestone unit="stephpage" xml:id="stephpage-572e" n="572e"/> ψῦχος. ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lac. 24 fere litt. V². utramque ex Aristot. Phys. 2, 6 supplet W hunc in modum: <foreign xml:lang="grc">ἔστι δὲ κατ’ ὄνομα ὅπερ αὐτὸ μάτην γένηται· ὅταν τὸ πεφυκὸς ἄλλου ἕνεκα μὴ ἐκεῖνο περαίνῃ, οὖ ἕνεκα ἧν καὶ ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος· τότε γὰρ τὸ ψῦχος μάτην οὐδὲ ὅτε πέφυκε γέγονεν. τὸ δὲ ὅλον</foreign> cett. Malim <foreign xml:lang="grc">ἔστι δὲ κατ’ ὄνομα, ὅταν αὐτὸ μάτην γένηται· ὅταν τὸ πεφυκὸς ἄλλου ἕνεκα μὴ ἐκεῖνο περαίνῃ, οὗ ἕνεκα ἐπεφύκει</foreign> cetera ut W</note> τὸ δʼ <pb xml:id="v.3.p.478"/> ὅλον, ὡς τὸ ἐφʼ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, οὕτως ἡ τύχη τοῦ αὐτομάτου. ἔστι δʼ ἑκατέρου ἑκατέρου σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου· ἡ δὲ τύχη τοῦ ἐφʼ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλʼ ὅπερ <milestone unit="tlnum" n="5"/> ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται. διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων· ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δʼ <milestone unit="tlnum" n="10"/> εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον. </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης; τοιαῦτα, τὸ τʼ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ <milestone unit="stephpage" xml:id="stephpage-572f" n="572f"/> ἐφʼ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμενʼ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ <milestone unit="tlnum" n="15"/> πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δʼ αὐτῶν ἐστι καθʼ εἱμαρμένην. λοιπὸν δʼ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη <milestone unit="tlnum" n="20"/> τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθʼ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται. ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατʼ οὐρανὸν ἰόντων, <milestone unit="stephpage" xml:id="stephpage-573a" n="573a"/> καθʼ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα <pb xml:id="v.3.p.479"/> πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν. τρίτη δʼ ἂν εἰκότι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰκότως</foreign> Turnebus</note> ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς <milestone unit="tlnum" n="5"/> τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθʼ εἱμαρμένην καὶ <milestone unit="stephpage" xml:id="stephpage-573b" n="573b"/> κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλʼ ἔνια <milestone unit="tlnum" n="10"/> μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατʼ ἄλλην, ἔνια δὲ καθʼ εἱμαρμένην·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὡς πάντα - - ἔνια δὲ καθ’ εἱμαρμένην</foreign>] restituit W ita: <foreign xml:lang="grc">ὡς πάντα μὲν τὰ καθ’ εἱμαρμένην καὶ κατὰ πρόνοιαν· οὐ μὴν καὶ τὰ κατὰ φύσιν πάντα καὶ καθ’ εἱμαρμένην· ἀλλὰ πάντα μὲν κατὰ πρόνοιαν, καὶ ἄλλο γε κατ’ ἄλλην, ἔνια δὲ καθ’ εἱμαρμένην</foreign></note> καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθʼ εἱμαρμένην. ἔστω δʼ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθʼ ὃ <milestone unit="tlnum" n="15"/> τι ἂν καὶ λέγηται· οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθʼ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη. ἡ δʼ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. <milestone unit="tlnum" n="20"/> ἔστι δʼ, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. <q>λέγωμεν γὰρ δή</q> φησὶν ὁ Τίμαιος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Τιμαιος</foreign>] cf. p. 29 d</note> <milestone unit="stephpage" xml:id="stephpage-573c" n="573c"/> <q>διʼ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περὶ οὐδενὸς οὐδέποτε</foreign> Plato: <foreign xml:lang="grc">οὐδέποτε περὶ οὐδενὸς</foreign> </note> ἐγγίγνεται φθόνος· τούτου δʼ ἐκτὸς <pb xml:id="v.3.p.480"/> ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γενέσθαι ἐβουλήθη</foreign> Plato</note> παραπλήσια ἑαυτῷ. ταύτην δὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὴ</foreign>] <foreign xml:lang="grc">δὲ</foreign></note> ιδεμγενέσεως καὶ κόσμου μάλιστʼ ἄν τις ἀρχὴν κυριωτάτην παρʼ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατʼ ἀποδέχοιτʼ ἄν. βουληθεὶς <milestone unit="tlnum" n="5"/> γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φλαῦρον</foreign> idem</note> δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἦγεν</foreign>] <foreign xml:lang="grc">ἤγαγεν</foreign> idem</note> ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῦδε</foreign>] <foreign xml:lang="grc">τούτου</foreign> idem</note> πάντως ἄμεινον. θέμις <milestone unit="tlnum" n="10"/> δὲ οὔτʼ ἦν οὔτʼ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν <milestone unit="stephpage" xml:id="stephpage-573d" n="573d"/> τὸ κάλλιστον</q> ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δʼ ἐντεῦθεν οὕτω λεγόμενα <q>ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἰσαρίθμους - ἑκάστην</foreign>] <foreign xml:lang="grc">διεὶλε ψυχὰς ἰσαρίθμους τοῖς ἄστροις ἔνειμε θ’ ἑκάστην</foreign> Plato</note> τοῖς <milestone unit="tlnum" n="15"/> ἄστροις ἔταξε, <gap reason="lost"/><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">lac. 12 litt. V² </note> διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς·</q> ταῦτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα</foreign> *: <foreign xml:lang="grc">ταῦτα δὲ</foreign>. Repetuntur <foreign xml:lang="grc">τὰ - λεγόμενα</foreign> (lin 13)</note> τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατʼ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν <milestone unit="tlnum" n="20"/> καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται <milestone unit="stephpage" xml:id="stephpage-573e" n="573e"/> λέγων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">λέγων</foreign>] Tim. p. 42 d</note> <q>διαθεσμοθετήσας πάντα αὐτοῖς,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοῖς</foreign>] add. <foreign xml:lang="grc">ταῦτα</foreign> Plato</note> ἵνα τοῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς</foreign>] <foreign xml:lang="grc">τῆς</foreign> Plato; idem paulo post (F)</note> ἔπειτα <pb xml:id="v.3.p.481"/> εἴη κακίας ἑκάστων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑκάστων</foreign>] <foreign xml:lang="grc">ἑκάστω</foreign> bis legitur paulo post</note> ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δʼ εἰς τὴν σελήνην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰς γῆν, τοὺς δ’ εὐς σελήνην</foreign> Plato</note>, τοὺς δʼ εἰς τἄλλα ὅσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τἄλλα ὅσα</foreign> idem: <foreign xml:lang="grc">τὰ ἄλλα</foreign> </note> ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τʼ ἐπίλοιπον, <milestone unit="tlnum" n="5"/> ὅσον ἐστὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστὶ</foreign>] <foreign xml:lang="grc">ἔτι ἦν</foreign> idem</note> ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθʼ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ <milestone unit="stephpage" xml:id="stephpage-573f" n="573f"/> ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον.</q> ἐν γὰρ τούτοις τὸ μὲν <milestone unit="tlnum" n="10"/> <q>ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ</q> σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης· ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ· καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, <q>ἵνα τῆς ἔπειτα εἴη <milestone unit="tlnum" n="15"/> κακίας ἑκάστῳ ἀναίτιος·</q> θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθʼ εἱμαρμένης; ἐπιδέοιτʼ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συνεπισπόμενος</foreign>?</note> ἕκαστος αὐτῶν <milestone unit="stephpage" xml:id="stephpage-574a" n="574a"/> πράττει τὰ αὑτοῦ· ταῦτα δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα δʼ</foreign>] malim <foreign xml:lang="grc">ὅτι δὲ ταῦτα</foreign></note> ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνι</foreign>] add. <foreign xml:lang="grc">εἶναι</foreign> W deleto proximo <foreign xml:lang="grc">εἶναι</foreign> </note> φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ <milestone unit="tlnum" n="20"/> πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· <q>ἐπεὶ ταῦτα εἴ ποτέ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπεὶ ταῦτα εἴ ποτέ</foreign> Plato de Legg. p. 875 c: <foreign xml:lang="grc">ἔπη τοῦ τί ποτε</foreign> </note> τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign> *: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> ἀρξόντων·<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῶν ἀρξόντων ἑαυτοῦ</foreign> Plato</note> ἐπιστήμης γὰρ οὔτε νόμος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">νόμος</foreign> idem: <foreign xml:lang="grc">νόμων</foreign> </note> οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ <pb xml:id="v.3.p.482"/> νοῦν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐστὶ νοῦν</foreign> idem: <foreign xml:lang="grc">ἐστὶν</foreign> </note> οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πάντων</foreign> Plato: <foreign xml:lang="grc">πάντα</foreign> </note> ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν.</q> </p></div></div></body></text></TEI>