<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg108.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατὰ</foreign> Turnebus: <foreign xml:lang="grc">κεῖται</foreign> </note> μέρος <milestone unit="tlnum" n="10"/> οὐδʼ ἡ καθʼ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κατ’ αὖ τόδε</foreign> C. F. Hermannus: <foreign xml:lang="grc">κατ’ αὐτὸ δὲ</foreign> </note> τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὃς</foreign> W</note> πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν <milestone unit="tlnum" n="15"/> περιλαμβάνει. πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον. ἀκολούθως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀκολούθως</foreign>] <foreign xml:lang="grc">καθόλου</foreign> W</note> τοίνυν ὁ πολιτικὸς νόμος περὶ τʼ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλʼ οὐ περὶ τοῦδʼ ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ</foreign> W</note> τοῦδʼ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-569e" n="569e"/> προηγουμένως, τὰ δʼ ὑποπίπτοντα τούτων ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου· ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ <milestone unit="tlnum" n="25"/> γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθʼ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· οὕτω δὲ καὶ ὁ τῆς <pb xml:id="v.3.p.471"/> φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ <milestone unit="stephpage" xml:id="stephpage-569f" n="569f"/> καθʼ ἕκαστα ἑπομένως. ἔστι θʼ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὄντα</foreign> W: <foreign xml:lang="grc">πάντα</foreign> </note> ἐκείνοις συνειμαρμένα, τάχα δʼ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα <milestone unit="tlnum" n="5"/> καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθʼ ἕκαστα, εἶναί τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἶναί τε</foreign> W: <foreign xml:lang="grc">ἔν τε</foreign> </note> τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προηγεῖσθαι</foreign> W: <foreign xml:lang="grc">προηγεῖται</foreign> </note> δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον. ὅτι δʼ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλʼ <milestone unit="tlnum" n="10"/> ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν <milestone unit="stephpage" xml:id="stephpage-570a" n="570a"/> ἔχει. τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται· τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τοιοῦτος μέντοι γε ὁ θειος νόμος καὶ ὁ πολιτικὸς</foreign> W ex verss. T Am. X</note> τὸ δʼ <milestone unit="tlnum" n="15"/> ἄπειρον ἐν τῷ καθʼ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως· ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω.<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οἰεσθω</foreign>] <foreign xml:lang="grc">νοείσθω</foreign> W</note> ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθʼ ἑαυτὸ τιθέμενον, ἀλλά πως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πως</foreign> W: <foreign xml:lang="grc">πρὸς</foreign> </note> ἑτέρῳ τινὶ ὡς ἀληθῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀληθῶς</foreign>] <foreign xml:lang="grc">ἀληθὲς</foreign>?</note> ὑποτεθέν, ὁπόσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὁπόσα</foreign>] corruptum</note> ἀκολουθίαν σημαίνει. <q>θεσμός τε <milestone unit="tlnum" n="20"/>Ἀδραστείας ὅδε· ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν,<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀληθῶν</foreign> W ex Platone: <foreign xml:lang="grc">ἀληθῶς</foreign> </note> μέχρι τῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῆς</foreign>] <foreign xml:lang="grc">τε τῆς</foreign> Plato</note> ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀεὶ</foreign> posterius idem</note> <milestone unit="stephpage" xml:id="stephpage-570b" n="570b"/> ἀβλαβῆ εἶναι.</q> τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον <pb xml:id="v.3.p.472"/> τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι. <milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γʼ ἐφʼ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ <q>πάντα καθʼ εἱμαρμένην.</q> <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-570c" n="570c"/> εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴθʼ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατʼ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθʼ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω. <milestone unit="tlnum" n="15"/> εἰ δʼ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθʼ εἱμαρμένην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἱμαρμένην</foreign> W: <foreign xml:lang="grc">εἱμαρμένην οὐδ’ εἰ καθ’ εἱμαρμένην πάντα</foreign> </note> οὐχ ἅπαντα, ἀλλʼ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθʼ εἱμαρμένην. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθʼ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-570d" n="570d"/> λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον· ὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὸ δʼ εἴπερ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τὸ δ’ εἴπερ</foreign>] <foreign xml:lang="grc">τὸ δ’ ἀριστεύειν καὶ τυραννοκτονεῖν εἴπερ</foreign> W. malim <foreign xml:lang="grc">τοῦτο δ’ εἴπερ</foreign> </note> ὁ νόμος <milestone unit="tlnum" n="25"/> προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ <pb xml:id="v.3.p.473"/> ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-570e" n="570e"/> τοῖς ὁπωσοῦν πραττομένοις· μόνα δʼ εἱμαρμένα καὶ καθʼ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γιγνόμενʼ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">προηγεῖται</foreign>] <foreign xml:lang="grc">προείρηται</foreign> C.F. Hermannus</note> οὐκ ὀρθὸν λέγειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὀρθὸν λέγειν</foreign> Anonymus: <foreign xml:lang="grc">ὀρθολογεῖν</foreign> </note> <milestone unit="tlnum" n="10"/> καθʼ εἱμαρμένην. </p></div></div></body></text></TEI>