σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ κατὰ Turnebus: κεῖται μέρος οὐδʼ ἡ καθʼ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε κατ’ αὖ τόδε C. F. Hermannus: κατ’ αὐτὸ δὲ τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς ὃς W πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον. ἀκολούθως ἀκολούθως ] καθόλου W τοίνυν ὁ πολιτικὸς νόμος περὶ τʼ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλʼ οὐ περὶ τοῦδʼ ἢ ᾗ W τοῦδʼ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δʼ ὑποπίπτοντα τούτων ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου· ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθʼ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθʼ ἕκαστα ἑπομένως. ἔστι θʼ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντʼ ὄντα W: πάντα ἐκείνοις συνειμαρμένα, τάχα δʼ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθʼ ἕκαστα, εἶναί τε εἶναί τε W: ἔν τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι προηγεῖσθαι W: προηγεῖται δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον. ὅτι δʼ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλʼ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται· τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός, τοιοῦτος μέντοι γε ὁ θειος νόμος καὶ ὁ πολιτικὸς W ex verss. T Am. X τὸ δʼ ἄπειρον ἐν τῷ καθʼ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως· ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω. οἰεσθω ] νοείσθω W ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθʼ ἑαυτὸ τιθέμενον, ἀλλά πως πως W: πρὸς ἑτέρῳ τινὶ ὡς ἀληθῶς ἀληθῶς ] ἀληθὲς ? ὑποτεθέν, ὁπόσα ὁπόσα ] corruptum ἀκολουθίαν σημαίνει. θεσμός τε Ἀδραστείας ὅδε· ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, ἀληθῶν W ex Platone: ἀληθῶς μέχρι τῆς τῆς ] τε τῆς Plato ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ ἀεὶ posterius idem ἀβλαβῆ εἶναι. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι. ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γʼ ἐφʼ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ πάντα καθʼ εἱμαρμένην. εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴθʼ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατʼ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθʼ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω. εἰ δʼ, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθʼ εἱμαρμένην εἱμαρμένην W: εἱμαρμένην οὐδ’ εἰ καθ’ εἱμαρμένην πάντα οὐχ ἅπαντα, ἀλλʼ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθʼ εἱμαρμένην. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθʼ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον· ὁπότʼ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὸ δʼ εἴπερ τὸ δ’ εἴπερ ] τὸ δ’ ἀριστεύειν καὶ τυραννοκτονεῖν εἴπερ W. malim τοῦτο δ’ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμὰ τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντʼ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις· μόνα δʼ εἱμαρμένα καὶ καθʼ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γιγνόμενʼ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται προηγεῖται ] προείρηται C.F. Hermannus οὐκ ὀρθὸν λέγειν ὀρθὸν λέγειν Anonymus: ὀρθολογεῖν καθʼ εἱμαρμένην.