ἡ δὲ κατʼ ἡ δὲ Anonymus: τῇ οὐσίαν ἔοικεν εἶναι σύμπασʼ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην, καὶ τρίτην τρίτην Duebnerus: τρίτην εἰς τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν ὧν μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετʼ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δʼ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ἐπʼ αὐτῆς malim ἐπ’ αὐτῇ τεταγμένα τὰ ἐπίγεια. δυνάμει μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατʼ οὐσίαν εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται· τὰ δὲ καθʼ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτʼ ἐπειράθημεν ἐξηγήσασθαι. πάλιν γε μὴν τὴν κατʼ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν Turnebus: λέγομεν περὶ γὰρ ταῦτα τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα. τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δʼ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον ὄντων ὄντων τῶν γιγνομένων, τὰ πάντα περιβαλοῦσʼ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος; ἀλλὰ πεπερασμένη ἐστίν οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἴη. ἔτι δʼ ἂν ἔτι δ’ ἂν ] ἔτι δ’ ἂν μᾶλλον ? μάθοις τὸ λεγόμενον, νοήσας τήν ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον, ὅταν τῶν ὀκτὼ περιόδων ὥς φησιν ὁ Τίμαιος Τίμαιος *: τιμαῖος cf. p. 39 d τὰ πρὸς ἄλληλα ita Plato: προσάλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ τοῦ τοῦ idem ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ. ἐν γὰρ τούτῳ τῷ λόγῳ ὡρισμένῳ τʼ ὄντι καὶ θεωρουμένῳ πάνθʼ ὅσα τε κατʼ οὐρανὸν ἃ τʼ ἅ τʼ ] ὅσα τʼ W ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ καταστήσεται, πάλιν δʼ ἐξ ἀρχῆς ὅλα κατὰ ὅλα κατὰ W: ὅσα κεῖται ταὐτὰ ταὐτὰ *: τὰ αὐτὰ ὡσαύτως ἀποδοθήσεται. μόνη γοῦν ἡ κατʼ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ κατὰ Vulcobius: κεῖται πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετʼ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται, παρέσονται W: παρέσονται W: παρέχονται ἑκάστη τὰ αὑτῆς αὑτῆς *: αὐτῆς ἐξ ἀνάγκης φέρουσαι. ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων, ὡς πάντων αἰτιῶν ὄντων, καὶ τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, ταὐτὰ ταὐτὰ *: τὰ αὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν. οὕτω δὲ καὶ πάντες ἄνθρωποι καὶ τὰ γʼ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθʼ ὅλα καὶ κατὰ ὅλα καὶ κατὰ W: ὅσα κεῖται μίαν τὴν ὅλην περίοδον καὶ καθʼ ἑκάστην τῶν ὅλων ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος χρόνος W: χρόνου κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γιγνομένων ὁ λόγος κύκλος ἂν νομισθείη.