<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg108.perseus-grc2"><div type="textpart" subtype="section" n="0"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-568b" n="568b"/> τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθʼ ἡμῖν, ὡς οἷόν <milestone unit="stephpage" xml:id="stephpage-568c" n="568c"/> τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτʼ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν. <milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="1"><p rend="indent">πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δʼ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Φαίδρῳ</foreign>] p. 248 c</note> λέγων <q>θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς <milestone unit="tlnum" n="10"/> γενομένη·</q> ἐν δὲ τῷ Τιμαίῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Τιμαίῳ</foreign>] p. 41 e</note> <q>νόμους</q> οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· <milestone unit="stephpage" xml:id="stephpage-568d" n="568d"/> ἐν δὲ τῇ Πολιτείᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Πολιτείᾳ</foreign>] p. 617 d</note> <q>ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον</q> φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. <milestone unit="tlnum" n="15"/> εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτʼ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος διʼ αἰτίαν ἀνεμπόδιστον· ὡς δʼ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθʼ ὃν διεξάγεται τὰ γιγνόμενα. <milestone unit="tlnum" n="20"/> τοῦτο γὰρ ἐκεῖ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ <pb xml:id="v.3.p.468"/> ὕστερον ἔτι μᾶλλον εἰσόμεθʼ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατʼ ἐνέργειαν εἱμαρμένη. <milestone unit="stephpage" xml:id="stephpage-568e" n="568e"/> </p></div></div></body></text></TEI>