τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθʼ ἡμῖν, ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτʼ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν. πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δʼ οὐσία. πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ Φαίδρῳ ] p. 248 c λέγων θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη· ἐν δὲ τῷ Τιμαίῳ Τιμαίῳ ] p. 41 e νόμους οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ Πολιτείᾳ ] p. 617 d ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτʼ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος διʼ αἰτίαν ἀνεμπόδιστον· ὡς δʼ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθʼ ὃν διεξάγεται τὰ γιγνόμενα. τοῦτο γὰρ ἐκεῖ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθʼ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατʼ ἐνέργειαν εἱμαρμένη.