<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent"><q>δεύτερον τοίνυν τοῦτο διανοηθῶμεν, ὡς αἱ μὲν δικαιώσεις αἱ παρʼ ἀνθρώπων μόνον ἔχουσαι <milestone n="15" unit="tlnum"/> τὸ ἀντιλυποῦν ἔργον ἐν τῷ κακῶς τὸν δεδρακότα παθεῖν ἵστανται, περαιτέρω δʼ οὐκ ἐξικνοῦνται· διὸ τοῖς ἁμαρτήμασι κυνὸς δίκην ἐφυλακτοῦσαι κατακολουθοῦσι καὶ τὰς πράξεις ἐκ ποδὸς ἐπιδιώκουσι· τὸν θεὸν δʼ εἰκός, ἧς ἂν ἐφάπτηται τῇ δίκῃ ψυχῆς νοσούσης, <milestone n="20" unit="tlnum"/> τά τε πάθη διορᾶν, εἴ πή τι καμπτόμενα 
<milestone n="551d" unit="stephpage" xml:id="stephpage-551d"/> πρὸς μετάνοιαν ἐνδίδωσι, καὶ χρόνον διδόναι οἷς οὐκ ἄκρατος οὐδʼ ἄτρεπτος ἡ κακία πέφυκε προσιζάνειν. ἅτε γὰρ εἰδώς, ὅσην μοῖραν ἀρετῆς ἀπʼ αὐτοῦ φερόμεναι πρὸς γένεσιν αἱ ψυχαὶ βαδίζουσι, <milestone n="25" unit="tlnum"/> καὶ τὸ γενναῖον ὡς ἰσχυρὸν αὐταῖς καὶ οὐκ ἐξίτηλον ἐμπέφυκεν, ἐξανθεῖ δὲ τὴν κακίαν παρὰ φύσιν ὑπὸ τροφῆς καὶ ὁμιλίας φαύλης φθειρόμενον εἶτα <pb xml:id="v.3.p.426"/> 
<milestone n="551e" unit="stephpage" xml:id="stephpage-551e"/> θεραπευθὲν ἐνίοις καλῶς ἀπολαμβάνει τὴν προσήκουσαν ἕξιν, οὐ πᾶσι κατεπείγει τὴν τιμωρίαν ὁμοίως· ἀλλὰ τὸ μὲν ἀνήκεστον εὐθὺς ἐξεῖλε τοῦ βίου καὶ ἀπέκοψεν, ὡς ἑτέροις γε πάντως βλαβερὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βλαβερὸν ὂν</foreign> R. Nihil opus</note> αὑτῷ τε <milestone n="5" unit="tlnum"/> βλαβερώτατον ἀεὶ συνεῖναι μετὰ πονηρίας· οἷς δʼ ὑπʼ ἀγνοίας τοῦ καλοῦ μᾶλλον ἢ προαιρέσει τοῦ αἰσχροῦ τὸ ἁμαρτητικὸν εἰκὸς ἐγγεγονέναι, δίδωσι μεταβαλέσθαι χρόνον. ἐὰν δʼ ἐπιμένωσι, καὶ τούτοις ἀπέδωκε τὴν δίκην· οὐ γάρ που δέδιε, μὴ διαφύγωσι. <milestone n="10" unit="tlnum"/> σκόπει δʼ ὅσαι μεταβολαὶ γεγόνασιν εἰς ἦθος ἀνδρῶν καὶ βίον· ᾗ καὶ τρόπος ὠνομάσθη τὸ 
<milestone n="551f" unit="stephpage" xml:id="stephpage-551f"/> μεταβάλλον αὐτοῦ καὶ ἦθος, ὡς πλεῖστον αὐτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς πλεῖστον αὐτῷ</foreign>] scribendum vid. <foreign xml:lang="grc">ᾧ πλεῖστον</foreign>. cf. p. 326 b</note> ἐνδύεται τὸ ἔθος καὶ κρατεῖ μάλιστα καθαπτόμενον. οἶμαι μὲν οὖν καὶ τὸν Κέκροπα διφυᾶ προσαγορεῦσαι <milestone n="15" unit="tlnum"/> τοὺς παλαιούς, οὐχ ὡς ἔνιοι λέγουσιν ἐκ χρηστοῦ βασιλέως ἄγριον καὶ δρακοντώδη γενόμενον τύραννον, ἀλλὰ τοὐναντίον ἐν ἀρχῇ σκολιὸν ὄντα καὶ φοβερόν, εἶθʼ ὕστερον ἄρξαντα πράως καὶ φιλανθρώπως. εἰ δὲ τοῦτʼ ἄδηλον, ἀλλὰ Γέλωνὰ γʼ <milestone n="20" unit="tlnum"/> ἴσμεν καὶ Ἱέρωνα τοὺς Σικελιώτας καὶ Πεισίστρατον τὸν Ἱπποκράτους, ὅτι πονηρίᾳ κτησάμενοι τυραννίδας 
<milestone n="552a" unit="stephpage" xml:id="stephpage-552a"/> ἐχρήσαντο πρὸς ἀρετὴν αὐταῖς, καὶ παρανόμως ἐπὶ τὸ ἄρχειν ἐλθόντες ἐγένοντο μέτριοι καὶ δημωφελεῖς ἄρχοντες, οἱ μὲν εὐνομίαν τε πολλὴν καὶ γῆς <milestone n="25" unit="tlnum"/> ἐπιμέλειαν παρασχόντες αὐτούς τε σώφρονας τοὺς πολίτας καὶ φιλεργοὺς ἐκ πολυτελῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πολυτελῶν</foreign> Cobetus: <foreign xml:lang="grc">πολυγέλων</foreign> </note> καὶ λάλων <pb xml:id="v.3.p.427"/> κατασκευάσαντες Γέλων δὲ καὶ προπολεμήσας ἄριστα καὶ κρατήσας μάχῃ μεγάλῃ Καρχηδονίων οὐ πρότερον εἰρήνην ἐποιήσατο πρὸς αὐτοὺς δεομένους ἢ καὶ τοῦτο ταῖς συνθήκαις περιλαβεῖν, ὅτι παύσονται τὰ <milestone n="5" unit="tlnum"/> τέκνα τῷ Κρόνῳ καταθύοντες. ἐν δὲ Μεγαλοπόλει 
<milestone n="552b" unit="stephpage" xml:id="stephpage-552b"/>Λυδιάδας ἦν τύραννος, εἶτʼ ἐν αὐτῷ τῷ τυραννεῖν μεταβαλόμενος καὶ δυσχεράνας τὴν ἀδικίαν ἀπέδωκε μὲν τοὺς νόμους τοῖς πολίταις, μαχόμενος δὲ πρὸς τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος ἐπιφανῶς ἔπεσεν. <milestone n="10" unit="tlnum"/> εἰ δέ τις ἢ τύραννον ἀπέκτεινε Μιλτιάδην ἐν Χερρονήσῳ πρότερον, ἢ Κίμωνα συνόντα τῇ ἀδελφῇ διώξας εἷλεν, ἢ Θεμιστοκλέους ἐφʼ οἷς ἀσελγαίνων ἐκώμαζε καὶ ὕβριζε διʼ ἀγορᾶς ἀφείλετο τὴν πόλιν, ὡς ὕστερον Ἀλκιβιάδου, γραψάμενος, ἆρʼ οὐκ ἂν <milestone n="15" unit="tlnum"/> ἀπωλώλεσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπωλώλεσαν</foreign> *: <foreign xml:lang="grc">ἀπωλώλεισαν</foreign> </note> ἡμῖν οἱ Μαραθῶνες οἱ Εὐρυμέδοντες τὸ καλὸν Ἀρτεμίσιον 
<milestone n="552c" unit="stephpage" xml:id="stephpage-552c"/> <quote rend="blockquote"><l>ὅθι παῖδες Ἀθηναίων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀθαναίων</foreign> Boeckhius</note> ἐβάλοντο φαεννὰν </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 1 p. 397</note><l> κρηπῖδʼ ἐλευθερίας; </l></quote> οὐδὲν γὰρ αἱ μεγάλαι φύσεις μικρὸν ἐκφέρουσιν οὐδʼ <milestone n="20" unit="tlnum"/> ἀργεῖ διʼ ὀξύτητα τὸ σφοδρὸν. ἐν αὐταῖς καὶ δραστήριον, ἀλλʼ ἐν σάλῳ διαφέρονται, πρὶν εἰς τὸ μόνιμον καὶ καθεστηκὸς ἦθος ἐλθεῖν. ὥσπερ οὖν ὁ γεωργίας ἄπειρος οὐκ ἂν ἀσπάσαιτο χώραν ἰδὼν λόχμης ἔμπλεων δασείας καὶ φυτῶν ἀγρίων καὶ θηρία <milestone n="25" unit="tlnum"/> πολλὰ καὶ ῥεύματα καὶ πολὺν ἔχουσαν πηλόν, ἀλλὰ τῷ μεμαθηκότι διαισθάνεσθαι καὶ κρίνειν, αὐτὰ <pb xml:id="v.3.p.428"/> ταῦτα τὴν ἰσχὺν καὶ,πάνθʼ ὅσʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὴν ἰσχὺν καὶ πάνθ’ ὅσα</foreign>] <foreign xml:lang="grc">καὶ πάνθ’ ὅσα τὴν ὀσχὺν</foreign> Stegmannus</note> ὑποδείκνυσι καὶ τὴν μαλακότητα τῆς γῆς· οὕτως ἄτοπα πολλὰ καὶ φαῦλα 
<milestone n="552d" unit="stephpage" xml:id="stephpage-552d"/> προεξανθοῦσιν αἱ μεγάλαι φύσεις, ὧν ἡμεῖς μὲν εὐθὺς τὸ τραχὺ καὶ νύττον οὐ φέροντες ἀποκόπτειν <milestone n="5" unit="tlnum"/> οἰόμεθα δεῖν καὶ κολούειν· ὁ δὲ βελτίων κριτὴς καὶ ἀπὸ τούτων ἐνορῶν τὸ χρηστὸν καὶ γενναῖον, περιμένει λόγου καὶ ἀρετῆς συνεργὸν ἡλικίαν καὶ ὥραν, ᾗ τὸν οἰκεῖον ἡ φύσις καρπὸν ἀποδίδωσι.</q></p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><q>ταῦτα μὲν οὖν ταύτῃ· τὸν δʼ ἐν Αἰγύπτῳ <milestone n="10" unit="tlnum"/> νόμον ἆρʼ οὐκ εἰκότως ὑμῖν ἀπογράψασθαι δοκοῦσιν ἔνιοι τῶν Ἑλλήνων, ὃς κελεύει τὴν ἔγκυον, ἂν ἁλῷ θανάτου, μέχρι τέκῃ, φυλάττειν;</q><q>πάνυ μὲν οὖν</q> ἔφασαν· εἶπον οὖν ἐγώ <q>ἐὰν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐὰν</foreign> *: <foreign xml:lang="grc">εἰ</foreign> </note> δὲ παιδία μὴ 
<milestone n="552e" unit="stephpage" xml:id="stephpage-552e"/> κύῃ τις, ἀλλὰ πρᾶξιν ἢ βουλὴν ἀπόρρητον εἰς φῶς <milestone n="15" unit="tlnum"/> ἡλίου δυνατὸς ᾖ προαγαγεῖν χρόνῳ καὶ ἀναδεῖξαι, κακόν τι μηνύσας λανθάνον ἢ σωτηρίου γνώμης γενόμενος σύμβουλος ἢ χρείας εὑρετὴς ἀναγκαίας, οὐκ ἀμείνων ὁ περιμείνας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιμείνας</foreign>] add. <foreign xml:lang="grc">καὶ προτιμήσας</foreign> R</note> τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος; ἐμοὶ μὲν γάρ</q> ἔφην <q>δοκεῖ.</q> <q>καὶ <milestone n="20" unit="tlnum"/> ἡμῖν</q> ὁ Πατροκλέας εἶπεν. <q>ὀρθῶς</q> ἔφην. <q>σκόπει γάρ, εἰ Διονύσιος ἐν ἀρχῇ τῆς τυραννίδος ἔδωκε δίκην, ὡς οὐδεὶς ἂν Ἑλλήνων ᾤκει Σικελίαν ἀνάστατον ὑπὸ Καρχηδονίων γενομένην, ὥσπερ οὐδʼ Ἀπολλωνίαν οὐδʼ Ἀνακτόριον οὐδὲ τὴν Λευκαδίων <milestone n="25" unit="tlnum"/> 
<milestone n="552f" unit="stephpage" xml:id="stephpage-552f"/> χερρόνησον ᾤκουν ἂν Ἕλληνες, εἰ μὴ Περίανδρος ἐκολάσθη μετὰ πολὺν χρόνον. οἶμαι δὲ καὶ <pb xml:id="v.3.p.429"/> Κασάνδρῳ γενέσθαι τῆς δίκης ἀναβολήν, ὅπως αἱ Θῆβαι συνοικῶνται πάλιν. τῶν δὲ τουτὶ τὸ ἱερὸν συγκαταλαβόντων ξένων οἱ πολλοὶ Τιμολέοντι συνδιαβάντες εἰς Σικελίαν, ὅτε Καρχηδονίους ἐνίκησαν καὶ κατέλυσαν <milestone n="5" unit="tlnum"/> τὰς τυραννίδας ἐξώλοντο καὶ αὐτοὶ κακοὶ κακῶς ὕστερον. ἐνίοις γὰρ ἀμέλει καὶ κολασταῖς ἑτέρων πονηρῶν οἷον δημοκοίνοις ἀπεχρήσατο τὸ δαιμόνιον, εἶτʼ ἐπέτριψε, καθάπερ οἶμαι τοὺς πλείστους 
<milestone n="553a" unit="stephpage" xml:id="stephpage-553a"/> τυράννους. ὥσπερ γὰρ ὑαίνης χολὴ καὶ φώκης <milestone n="10" unit="tlnum"/> πυτία, θηρίων τἄλλα μιαρῶν, ἔχουσί τι πρὸς τὰς νόσους χρήσιμον, οὕτως ἐνίοις δηγμοῦ δεομένοις καὶ κολάσεως ἐμβαλὼν ὁ θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον ἢ τὸ νοσοῦν <milestone n="15" unit="tlnum"/> ἀπαλλάξαι καὶ καθῆραι.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθῆραι</foreign> *: <foreign xml:lang="grc">καθᾶραι</foreign> </note> τοιοῦτο καὶ Φάλαρις ἦν Ἀκραγαντίνοις· φάρμακον καὶ Ῥωμαίοις Μάριος. Σικυωνίοις δὲ καὶ διαρρήδην ὁ θεὸς προεῖπε μαστιγονόμων δεῖσθαι τὴν πόλιν, ὅτι Τελητίαν παῖδα στεφανούμενον ἐν Πυθίοις ἀφαιρούμενοι Κλεωναίων, <milestone n="20" unit="tlnum"/> 
<milestone n="553b" unit="stephpage" xml:id="stephpage-553b"/> ὡς ἴδιον πολίτην διέσπασαν. ἀλλὰ Σικυωνίοις μὲν Ὀρθαγόρας γενόμενος τύραννος καὶ μετʼ ἐκεῖνον οἱ περὶ Μύρωνα καὶ Κλεισθένη τὴν ἀκολασίαν ἔπαυσαν· Κλεωναῖοι δὲ τῆς αὐτῆς οὐ τυχόντες ἰατρείας εἰς τὸ μηδὲν ἥκουσι. καὶ Ὁμήρου δέ που λέγοντος <milestone n="25" unit="tlnum"/> ἀκούετε <quote rend="blockquote"><l>τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <title>O</title> 641</note><l> παντοίην ἀρετήν·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παντοίας ἀρετὰς</foreign> Homerus</note> </l></quote> <pb xml:id="v.3.p.430"/> καίτοι λαμπρὸν οὐδὲν οὐδʼ ἐκπρεπὲς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκπρεπὲς</foreign> W: <foreign xml:lang="grc">εὐπρεπὲς</foreign> </note> ἔργον ἐκεῖνος ὁ τοῦ Κοπρέως παρέσχεν· ἀλλὰ τὸ Σισύφου καὶ τὸ Αὐτολύκου καὶ τὸ Φλεγύου γένος ἤνθησεν ἐν δόξαις καὶ ἀρεταῖς μεγάλων βασιλέων. γέγονε δὲ καὶ Περικλῆς <milestone n="5" unit="tlnum"/>Ἀθήνησιν ἐναγοῦς οἰκίας· καὶ Πομπήιος Μάγνος 
<milestone n="553c" unit="stephpage" xml:id="stephpage-553c"/> ἐν Ῥώμῃ Στράβωνος ἦν υἱός, οὗ τὸν νεκρὸν ὁ Ῥωμαίων δῆμος ὑπὸ μίσους ἐξέβαλε καὶ κατεπάτησε. τί οὖν ἄτοπον, εἰ, καθάπερ γεωργὸς οὐκ ἐκκόπτει τὴν ἄκανθαν ἂν μὴ λάβῃ τὸν ἀσπάραγον οὐδʼ οἱ <milestone n="10" unit="tlnum"/>Λίβυες τὸ φρύγανον ἐπικάουσι πρότερον ἢ τὸ λήδανον ἀπʼ αὐτοῦ συναγαγεῖν, οὕτως ὁ θεὸς ἐνδόξου καὶ βασιλικοῦ γένους ῥίζαν πονηρὰν καὶ τραχεῖαν οὐκ ἀναιρεῖ πρότερον ἢ φῦναι τὸν προσήκοντα καρπὸν ἀπʼ αὐτῆς; μυρίας γὰρ Ἰφίτου βοῦς καὶ ἵππους <milestone n="15" unit="tlnum"/> ἀπολέσθαι κρεῖττον ἦν Φωκεῦσι καὶ πλείονα χρυσὸν 
<milestone n="553d" unit="stephpage" xml:id="stephpage-553d"/> ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, ἢ μήτʼ Ὀδυσσέα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὀδυσσέα</foreign>] <foreign xml:lang="grc">Ἡρακλέα</foreign> W</note> μήτʼ Ἀσκληπιὸν φῦναι μήτε τοὺς ἄλλους ἐκ κακῶν καὶ πονηρῶν · ἄνδρας ἀγαθοὺς καὶ μεγαλωφελεῖς γενομένους. <milestone n="20" unit="tlnum"/></q> </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent"><q>ʽ Τὸ δʼ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ βέλτιον εἶναι νομίζεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νομίζεις</foreign> *: <foreign xml:lang="grc">νομίζειν</foreign>. cf. p 557 f. 560 b. Simile vitium p. 585 a</note> τοῦ ταχὺ καὶ παραχρῆμα; οἷόν ἐστι τὸ κατὰ Κάλλιππον, ᾧ ξιφιδίῳ φίλος εἶναι δοκῶν ἀπέκτεινε Δίωνα, τούτῳ πάλιν αὐτὸν ὑπὸ τῶν φίλων ἀποθανεῖν· καὶ τό, <milestone n="25" unit="tlnum"/>Μίτυος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μίτυος</foreign> Aristoteles Poet. c. 9: <foreign xml:lang="grc">μίτιος</foreign> </note> τοῦ Ἀργείου κατὰ στάσιν ἀναιρεθέντος, ἀνδριάντα χαλκοῦν ἐν ἀγορᾷ θέας οὔσης ἐμπεσεῖν τῷ <pb xml:id="v.3.p.431"/> κτείναντι τὸν Μίτυν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μίτυν</foreign> *: <foreign xml:lang="grc">μίτιον</foreign> </note> καὶ ἀνελεῖν. καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν 
<milestone n="553e" unit="stephpage" xml:id="stephpage-553e"/> οἶσθα δήπουθεν, ὦ Πατροκλέα</q><q>μὰ Δίʼ</q> εἶπεν <q>ἀλλὰ δέομαι μαθεῖν</q> <q>ὁ μὲν Ἀρίστων</q> ἔφην <milestone n="5" unit="tlnum"/> <q>τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δʼ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτῷ</foreign> *: <foreign xml:lang="grc">τῶ" αὐτῷ</foreign> </note> κατέκαυσεν. ὁ δὲ Βέσσος, ὡς ἔοικεν, ἀπεκτονὼς τὸν <milestone n="10" unit="tlnum"/> πατέρα τὸν ἑαυτοῦ πολὺν χρόνον ἐλάνθανεν, ὕστερον δὲ πρὸς ξένους ἐπὶ δεῖπνον ἐλθών, χελιδόνων τινὰ νεοσσιὰν τῇ λόγχῃ νύξας κατέβαλε καὶ τοὺς νεοσσοὺς 
<milestone n="553f" unit="stephpage" xml:id="stephpage-553f"/> διέφθειρε. λεγόντων δʼ οἷον εἰκὸς τῶν παρόντων <q>ἄνθρωπε, τί παθὼν ἔργον οὕτως ἀλλόκοτον <milestone n="15" unit="tlnum"/> ἔπραξας;</q> <q>οὐ γάρ</q> ἔφη <q>μου πάλαι καταμαρτυροῦσιν αὗται ψευδῶς καὶ καταβοῶσιν ὡς ἀπεκτονότος τὸν πατέρα;</q> θαυμάσαντες δʼ οἱ παρόντες τὸν λόγον ἐμήνυσαν τῷ βασιλεῖ, καὶ τοῦ πράγματος ἐξελεγχθέντος ἔτισεν ὁ Βέσσος τὴν δίκην. <milestone n="20" unit="tlnum"/></q> </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent"><q>ἀλλὰ ταῦτα μέν</q> ἔφην <q>ἡμεῖς λέγομεν, ὥσπερ ἠξίωται, γίγνεσθαί τινα τῆς τιμωρίας ἀναβολὴν ὑποθέμενοι τοῖς πονηροῖς· τὰ λοιπὰ δʼ Ἡσιόδου χρὴ νομίζειν ἀκροᾶσθαι, λέγοντος οὐχ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>de Legg.</title> p. 728 c</note> ἀκόλουθον 
<milestone n="554a" unit="stephpage" xml:id="stephpage-554a"/> εἶναι τιμωρίαν ἀδικίας πάθην</q> ἀλλʼ ἡλικιῶτιν <milestone n="25" unit="tlnum"/> ἐκ τῆς αὐτῆς ὁμόθεν χώρας καὶ ῥίζης συνυποφυομένην· <q>ἡ γὰρ κακή</q> φησὶ <pb xml:id="v.3.p.432"/> <quote rend="blockquote"> βουλὴ τῷ βουλεύσαντι κακίστη·</quote> καὶ <quote rend="blockquote"> ὃς δʼ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅς - τεύχει</foreign>] <foreign xml:lang="grc">οἷ τ’ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων</foreign> Hesiodus</note> </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">3 Hes. <title>OD</title> 265, 266</note> ἡ μὲν γὰρ κανθαρὶς ἐν αὑτῇ λέγεται τὸ βοηθητικὸν <milestone n="5" unit="tlnum"/> ἔκ τινος ἀντιπαθείας ἔχειν συγκεκραμένον ἡ δὲ πονηρία συγγεννῶσα τὸ λυποῦν ἑαυτῇ καὶ κολάζον, οὐχ ὕστερον ἀλλʼ ἐν αὐτῇ τῇ ὕβρει τὴν δίκην τοῦ ἀδικεῖν δίδωσι· καὶ τῷ μὲν σώματι τῶν κολαζομένων 
<milestone n="554b" unit="stephpage" xml:id="stephpage-554b"/> ἕκαστος κακούργων ἐκφέρει τὸν αὑτοῦ σταυρόν· ἡ <milestone n="10" unit="tlnum"/> δὲ κακία τῶν κολαστηρίων ἐφʼ ἑαυτὴν ἕκαστον ἐξ αὑτῆς τεκταίνεται, δεινοῦ τις οὖσα βίου δημιουργὸς οἴκτους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οικ̓́τους</foreign>] <foreign xml:lang="grc">οἰκτροῦ καὶ</foreign> S</note> σὺν αἰσχύνῃ φόβους τε πολλοὺς καὶ πάθη χαλεπὰ καὶ μεταμελείας καὶ ταραχὰς ἀπαύστους ἔχοντος. ἀλλʼ οὐδὲν ἔνιοι διαφέρουσι παιδαρίων, ἃ τοὺς <milestone n="15" unit="tlnum"/> κακούργους ἐν τοῖς θεάτροις θεώμενα πολλάκις ἐν χιτῶσι διαχρύσοις καὶ χλαμυδίοις ἁλουργοῖς ἐστεφανωμένους καὶ πυρριχίζοντας ἄγαται καὶ τέθηπεν ὡς μακαρίους ἄχρι οὗ κεντούμενοι καὶ μαστιγούμενοι καὶ πῦρ ἀνιέντες ἐκ - τῆς ἀνθινῆς ἐκείνης καὶ <milestone n="20" unit="tlnum"/> 
<milestone n="554c" unit="stephpage" xml:id="stephpage-554c"/> πολυτελοῦς ἐσθῆτος ὀφθῶσιν. οἱ γὰρ πολλοὶ τῶν πονηρῶν οἰκίας περιβεβλημένοι μεγάλας καὶ ἀρχὰς καὶ δυνάμεις περιφανεῖς, λανθάνουσιν ὅτι κολάζονται πρὶν ἂν φθάσωσιν ἀποσφαγέντες ἢ κατακρημνισθέντες· ἅπερ ἄν τις οὐ τιμωρίαν εἴποι πέρας δὲ <milestone n="25" unit="tlnum"/> τιμωρίας καὶ συντέλειαν. ὥσπερ γὰρ Ἡρόδικον τὸν Σηλυμβριανὸν εἰς φθίσιν, ἀνήκεστον πάθος, <pb xml:id="v.3.p.433"/> ἐμπεσόντα καὶ μίξαντα πρῶτον ἀνθρώπων γυμναστικὴν ἰατρικῇ φησὶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ φησιν</foreign>?</note> ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Protag.</title> p. 316 e. <title>Rep.</title> p. 406 a</note> μακρὸν ποιῆσαι τὸν θάνατον αὑτῷ καὶ τοῖς ὁμοίως νοσοῦσιν οὕτω καὶ τῶν πονηρῶν ὅσοι τὴν παραυτίκα πληγὴν ἐκφυγεῖν ἔδοξαν, <milestone n="5" unit="tlnum"/> οὐ μετὰ πλείονα χρόνον ἀλλʼ ἐν πλείονι χρόνῳ 
<milestone n="554d" unit="stephpage" xml:id="stephpage-554d"/> τιμωρίαν μακροτέραν οὐ βραδυτέραν τίνουσιν· οὐδὲ γηράσαντες ἐκολάσθησαν ἀλλʼ ἐγήρασαν κολαζόμενοι. λέγω δὲ πρὸς ἡμᾶς τὸν πολὺν χρόνον ἐπεὶ τοῖς γε θεοῖς πᾶν ἀνθρωπίνου βίου διάστημα τὸ μηδέν ἐστι· <milestone n="10" unit="tlnum"/> καὶ τὸ νῦν ἀλλὰ μὴ πρὸ ἐτῶν τριάκοντα τοιοῦτόν ἐστιν, οἷον τὸ δείλης ἀλλὰ μὴ πρωὶ στρεβλοῦν ἢ κρεμαννύναι τὸν πονηρόν, ἄλλως τε καὶ φρουρούμενον ἐν τῷ βίῳ καθάπερ εἱρκτῇ μηδεμίαν μετανάστασιν ἐχούσῃ μηδὲ διάφευξιν, εὐωχίας δὲ πολλὰς <milestone n="15" unit="tlnum"/> διὰ μέσου καὶ πραγματείας καὶ δόσεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δόσεις</foreign>] <foreign xml:lang="grc">διαδόσεις</foreign> R</note> καὶ χάριτας ἀμέλει καὶ παιδιάς, ὥσπερ ἐν δεσμωτηρίῳ κυβευόντων ἢ πεττευόντων, ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου. </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent"> καίτοι τί κωλύει μηδὲ τοὺς ἐπὶ θανάτῳ καθειργνυμένους <milestone n="20" unit="tlnum"/> 
<milestone n="554e" unit="stephpage" xml:id="stephpage-554e"/> φάναι κολάζεσθαι, μέχρι οὗ τις ἀποκόψῃ τὸν τράχηλον, μηδὲ τὸν πεπωκότα τὸ κώνειον εἶτα περιιόντα καὶ προσμένοντα βάρος ἐγγενέσθαι τοῖς σκέλεσιν αὑτοῦ πρὶν ἢ τὴν συνάπτουσαν ἀναισθησίᾳ σβέσιν καὶ πῆξιν καταλαβεῖν, εἰ τὸν ἔσχατον <milestone n="25" unit="tlnum"/> τῆς τιμωρίας καιρὸν ἡγούμεθα τιμωρίαν τὰ δʼ ἐν 
<milestone n="554f" unit="stephpage" xml:id="stephpage-554f"/> μέσῳ παθήματα καὶ φόβους καὶ προσδοκίας καὶ μεταμελείας, οἷς ἀδικήσας ἕκαστος ἐνέχεται τῶν πονηρῶν, <pb xml:id="v.3.p.434"/> παραλείπομεν ὥσπερ ἰχθὺν καταπεπωκότα τὸ ἄγκιστρον οὐ φάσκοντες ἑαλωκέναι πρὶν ὑπὸ τῶν μαγείρων ὀπτώμενον ἴδωμεν ἢ κατατεμνόμενον; ἔχεται γὰρ ἕκαστος ἀδικήσας τῇ δίκῃ καὶ τὸ γλυκὺ τῆς <milestone n="5" unit="tlnum"/> ἀδικίας ὥσπερ δέλεαρ εὐθὺς ἐξεδήδοκε, τὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποτῖνον</foreign>] scribendum vid. <foreign xml:lang="grc">παρατεῖνον; ἀπὸ</foreign> cum <foreign xml:lang="grc">παρὰ</foreign> saepe confunditur</note> <quote rend="blockquote"> θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 914</note> ἡ γὰρ ἰταμότης ἐκείνη καὶ τὸ θρασὺ τῆς κακίας ἄχρι 
<milestone n="555a" unit="stephpage" xml:id="stephpage-555a"/> τῶν ἀδικημάτων ἰσχυρόν ἐστι καὶ πρόχειρον, εἶτα <milestone n="10" unit="tlnum"/> τοῦ πάθους ὥσπερ πνεύματος ὑπολείποντος, ἀσθενὲς καὶ ταπεινὸν ὑποπίπτει τοῖς φόβοις καὶ ταῖς δεισιδαιμονίαις· ὥστε πρὸς τὰ γιγνόμενα καὶ πρὸς τὴν ἀλήθειαν ἀποπλάττεσθαι τὸ τῆς Κλυταιμνήστρας ἐνύπνιον τὸν Στησίχορον, οὑτωσί πως λέγοντα <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l>τᾷ δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τᾷ δὲ</foreign> R: <foreign xml:lang="grc">τάδε</foreign> </note> δράκων ἐδόκησεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐδόκησεν</foreign> Bergkius: <foreign xml:lang="grc">ἐδόκησε</foreign> </note> μολεῖν κάρα βεβροτωμένος ἄκρον, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 222</note><l>ἐκ δʼ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη. </l></quote> καὶ γὰρ ὄψεις ἐνυπνίων καὶ φάσματα μεθημερινὰ καὶ χρησμοὶ καὶ καταιβασίαι, καὶ ὅ τι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅ τι</foreign> X: <foreign xml:lang="grc">ὅτι</foreign> </note> δόξαν ἔσχεν <milestone n="20" unit="tlnum"/> αἰτίᾳ θεοῦ περαίνεσθαι, χειμῶνας ἐπάγει καὶ φόβους 
<milestone n="555b" unit="stephpage" xml:id="stephpage-555b"/> τοῖς οὕτω διακειμένοις. οἷόν φασιν Ἀπολλόδωρόν ποτε κατὰ τοὺς ὕπνους ὁρᾶν ἐκδερόμενον ἑαυτὸν ὑπὸ Σκυθῶν εἶτα καθεψόμενον, τὴν δὲ καρδίαν ἐκ τοῦ λέβητος ὑποφθεγγομένην καὶ λέγουσαν <milestone n="25" unit="tlnum"/> <q>ἐγώ σοι τούτων αἰτία·</q> καὶ πάλιν τὰς θυγατέρας <pb xml:id="v.3.p.435"/> διαπύρους καὶ φλεγομένας τοῖς σώμασι κύκλῳ περὶ αὐτὸν περιτρεχούσας Ἵππαρχον δὲ τὸν Πεισιστράτου, μικρὸν ἔμπροσθεν τῆς τελευτῆς αἷμα προσβαλοῦσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσβάλλουσαν</foreign> Stegmannus</note> αὐτῷ τὴν Ἀφροδίτην ἔκ τινος φιάλης πρὸς τὸ πρόσωπον· <milestone n="5" unit="tlnum"/> οἱ δὲ Πτολεμαίου τοῦ Κεραυνοῦ φίλοι καλούμενον 
<milestone n="555c" unit="stephpage" xml:id="stephpage-555c"/> αὐτὸν ἑώρων ἐπὶ δίκην ὑπὸ Σελεύκου, γυπῶν καὶ λύκων δικαζόντων, καὶ κρέα πολλὰ τοῖς πολεμίοις διανέμοντα.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διανεμόντων</foreign> R</note> Παυσανίας δὲ Κλεονίκην ἐν Βυζαντίῳ παρθένον ἐλευθέραν ὕβρει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐφ’ ὕβρει</foreign> idem</note> μεταπεμψάμενος <milestone n="10" unit="tlnum"/> ὡς ἕξων διὰ νυκτός, εἶτα προσιοῦσαν ἔκ τινος ταραχῆς καὶ ὑποψίας ἀνελὼν, ἑώρα πολλάκις ἐν τοῖς ὕπνοις λέγουσαν αὐτῷ <quote rend="blockquote"> βαῖνε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. <title>Vit. Cim.</title> c. 6</note> οὐ παυομένου δὲ τοῦ φάσματος, ὡς ἔοικε, πλεύσας <milestone n="15" unit="tlnum"/> ἐπὶ τὸ ψυχοπομπεῖον, εἰς Ἡράκλειαν ἱλασμοῖς τισι καὶ χοαῖς ἀνεκαλεῖτο τὴν ψυχὴν τῆς κόρης· ἐλθοῦσα δʼ εἰς ὄψιν εἶπεν, ὅτι παύσεται τῶν κακῶν, ὅταν ἐν Λακεδαίμονι γένηται· γενόμενος δʼ εὐθὺς ἐτελεύτησεν. <milestone n="20" unit="tlnum"/> 
<milestone n="555d" unit="stephpage" xml:id="stephpage-555d"/> </p></div></div></body></text></TEI>