πάντων δὲ πάσχειν ἔλεγεν οἰκτρότατα τὰς ἤδη δοκούσας ἀφεῖσθαι τῆς δίκης, εἶτʼ αὖθις συλλαμβανομένας· αὗται δʼ ἦσαν, ὧν εἴς τινας ἐκγόνους; ἢ παῖδας ἡ ποινὴ περιῆλθεν. ὁπότε γάρ τις ἐκείνων ἀφίκοιτο καὶ περιτύχοι, προσέπιπτεν ὀργῇ καὶ κατεβόα καὶ τὰ σημεῖα τῶν παθῶν ἐδείκνυεν, ὀνειδίζουσα καὶ διώκουσα διώκουσα Turnebus: δοκοῦσα φεύγειν. καὶ ἀποκρύπτεσθαι βουλομένην οὐ δυναμένην δέ. ταχὺ γὰρ μετέθεον οἱ κολασταὶ πρὸς τὴν δίκην, καὶ ἐξ ἀρχῆς ἤπειγον καὶ πρὸς τὴν ἐξ ἀρχῆς δίκην ἀπῆγον W ὀλοφυρομένας τῷ προγιγνώσκειν τὴν τιμωρίαν. ἐνίαις ἐνίαις R: ἐνίας δὲ καὶ πολλὰς ἅμα τῶν ἐκγόνων ἔλεγε συνηρτῆσθαι, καθάπερ μελίττας ἢ νυκτερίδας ἀτεχνῶς ἀτεχνῶς ] add. ἑαυτῶν R ἐχομένας καὶ τετριγυίας ὑπὸ μνήμης καὶ ὀργῆς ὧν ἔπαθον διʼ αὐτάς. ἔσχατα δʼ ὁρῶντος αὐτοῦ τὰς ἐπὶ δευτέραν γένεσιν τρεπομένας ψυχὰς εἴς τε ζῷα παντοδαπὰ καμπτομένας βίᾳ καὶ μετασχηματιζομένας ὑπὸ τῶν ταῦτα δημιουργούντων ὀργάνοις τισὶ καὶ πληγαῖς, τῶν μὲν ὅλα τὰ μέρη συνελαυνόντων, τὰ δʼ τὰ δʼ ] τῶν δʼ Turnebus ἀποστρεφόντων, ἔνια δʼ ἐκλεαινόντων καὶ ἀφανιζόντων παντάπασιν, ὅπως ἐφαρμόσειεν ἑτέροις ἤθεσι καὶ βίοις· ἐν ταύταις φανῆναι τὴν Νέρωνος ψυχὴν τά, τʼ ἄλλα κακῶς ἔχουσαν ἤδη καὶ ἤδη καὶ ] καὶ δὴ καὶ W διαπεπαρμένην ἣλοις διαπύροις. προκεχειρισμένων δὲ καὶ ταύτῃ ταύτῃ (i.e. τῇ Νέρωνος ψυχῇ ) R: ταύτην τῶν δημιουργῶν Πινδαρικῆς ἐχίδνης εἶδος, ἐν ᾧ κυηθεῖσαν καὶ διαφαγοῦσαν τὴν μητέρα βιώσεσθαι, φῶς ἔφασκεν ἐξαίφνης διαλάμψαι μέγα, καὶ φωνὴν ἐκ τοῦ φωτὸς γενέσθαι προστάττουσαν εἰς ἄλλο γένος ἡμερώτερον μεταβαλεῖν, ᾠδικόν τι μηχανησαμένους περὶ ἕλη καὶ λίμνας ζῷον· ὧν μὲν γὰρ ἠδίκησε δεδωκέναι δεδωκέναι idem: δέδωκε δίκας· ὀφείλεσθαι δέ τι καὶ χρηστὸν αὐτῷ παρὰ θεῶν, ὅτι τῶν ὑπηκόων τὸ βέλτιστον καὶ θεοφιλέστατον γένος ἠλευθέρωσε, τὴν Ἑλλάδα. μέχρι μὲν οὖν τούτων εἶναι θεατής· ὡς δʼ ἀναστρέφειν ἔμελλεν, ἐν παντὶ κακῷ γενέσθαι διὰ φόβον, διὰ φόβον ] additamentum putat W γυναῖκα γάρ τινα λαβομένην αὐτοῦ θαυμαστὴν τὸ εἶδος καὶ τὸ μέγεθος, δεῦρο δή εἰπεῖν οὗτος, ὅπως ἕκαστα μᾶλλον μνημονεύσῃς. καί τι ῥαβδίον, ὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν, ἑτέραν δὲ κωλύειν. αὐτὸν δʼ ὥσπερ ὑπὸ ὑπὸ ] διὰ R σύριγγος σύριγγος ] σμήριγγος ? ἐξαίφνης σπασθέντα πνεύματι νεανικῷ σφόδρα καὶ βιαίῳ τῷ σώματι προσπεσεῖν καὶ ἀναβλέψαι σχεδὸν ὑπʼ ὑπʼ ] ἐπʼ R αὐτοῦ τοῦ μνήματος.