<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="28" subtype="section" type="textpart" resp="perseus"><p>ἄλλην οὖν τοσαύτην διελθὼν ὁδὸν ἔδοξεν <milestone n="20" unit="tlnum"/> ἀφορᾶν κρατῆρα μέγαν, εἰς δὲ τοῦτον ἐμβάλλοντα ῥεύματα, τὸ μὲν ἀφροῦ θαλάσσης ἢ χιόνων λευκότερον, τὸ δʼ ὁποῖον ἶρις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ ἶρις</foreign>?</note> ἐξανθεῖ τὸ ἁλουργόν, ἄλλα δʼ ἄλλαις βαφαῖς κεχρωσμένα πρόσωθεν ἴδιον ἐχούσαις φέγγος· ὡς δὲ πλησίον ἦλθον, ὁ κρατὴρ ἐκεῖνος, <milestone n="25" unit="tlnum"/> ἀφανισθέντος μᾶλλον τοῦ περιέχοντος τῶν τε χρωμάτων ἀμαυρουμένων, τὸ ἀνθηρότερον ἀπέλιπε <pb xml:id="v.3.p.462"/> πλὴν τῆς λευκότητος. ἑώρα δὲ τρεῖς δαίμονας ὁμοῦ καθημένους ἐν σχήματι τριγώνου πρὸς ἀλλήλους τὰ ῥεύματα μέτροις τισὶν ἀνακεραννύντας. ἔλεγεν οὖν 
<milestone n="566c" unit="stephpage" xml:id="stephpage-566c"/> ὁ τοῦ Θεσπεσίου ψυχοπομπὸς ἄχρι τούτου τὸν Ὀρφέα <milestone n="5" unit="tlnum"/> προελθεῖν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προελθεῖν</foreign> W: <foreign xml:lang="grc">προσελθεῖν</foreign> </note> ὅτε τὴν ψυχὴν τῆς γυναικὸς μετῄει, καὶ μὴ καλῶς διαμνημονεύσαντα λόγον εἰς ἀνθρώπους κίβδηλον ἐξενεγκεῖν, ὡς κοινὸν εἴη μαντεῖον ἐν Δελφοῖς Ἀπόλλωνος καὶ Νυκτός· οὐδενὸς γὰρ Ἀπόλλωνι Νύκτα κοινωνεῖν <q>ἀλλὰ τοῦτο μέν</q> ἔφη <q>νυκτὸς <milestone n="10" unit="tlnum"/> ἐστι καὶ Σελήνης μαντεῖον κοινόν, οὐδαμοῦ τῆς γῆς περαῖνον οὐδʼ ἔχον ἕδραν μίαν, ἀλλὰ πάντῃ πλανητὸν ἐπὶ τοὺς ἀνθρώπους ἐνυπνίοις καὶ εἰδώλοις· ἐκ τούτου γὰρ οἱ ὄνειροι μιγνύμενοι, ὡς ὁρᾷς, τῷ ἀπατηλῷ καὶ ποικίλῳ τὸ ἁπλοῦν καὶ ἀληθὲς παραλαμβάνοντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συμπαραλαμβάνοντες</foreign> R</note> <milestone n="15" unit="tlnum"/> 
<milestone n="566d" unit="stephpage" xml:id="stephpage-566d"/> διασπείρουσι. </q></p></div><div n="29" subtype="section" type="textpart" resp="perseus"><p><q rend="merge">τὸ δʼ Ἀπόλλωνος οὐ κατεῖδες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατεῖδες</foreign> Cobetus: <foreign xml:lang="grc">κάτοιδας</foreign> </note></q> εἶπεν <q>οὐδὲ κατιδεῖν ἔσῃ δυνατός ἀνωτέρω γὰρ οὐκ ἐπιδίδωσιν οὐδὲ χαλᾷ τὸ τῆς ψυχῆς ἐπίγειον ἀλλὰ κατατείνει τῷ σώματι προσηρτημένον</q> ἅμα δʼ ἐπειρᾶτο προσάγων ἐπιδεικνύειν αὐτῷ τὸ φῶς ἐκ <milestone n="20" unit="tlnum"/> τοῦ τρίποδος, ὡς ἔλεγε, διὰ τῶν κόλπων τῆς Θέμιδος ἀπερειδόμενον εἰς τὸν Παρνασόν. καὶ προθυμούμενος ἰδεῖν οὐκ εἶδεν ὑπὸ λαμπρότητος, ἀλλʼ ἤκουε παριὼν φωνὴν ὀξεῖαν γυναικὸς ἐν μέτρῳ φράζουσαν ἄλλα τινὰ καὶ χρόνον, ὡς ἔοικε, τῆς ἐκείνου τελευτῆς. <milestone n="25" unit="tlnum"/> ἔλεγε δʼ ὁ δαίμων τὴν φωνὴν εἶναι Σιβύλλης· ᾄδειν γὰρ αὐτὴν περὶ τῶν μελλόντων ἐν τῷ προσώπῳ 
<milestone n="566e" unit="stephpage" xml:id="stephpage-566e"/> τῆς σελήνης περιφερομένην. βουλόμενος οὖν <pb xml:id="v.3.p.463"/> ἀκροᾶσθαι πλείονα, τῇ ῥύμῃ τῆς σελήνης εἰς τοὐναντίον ὥσπερ ἐν ταῖς δίναις ἐξεώσθη καὶ βραχέα κατήκουσεν· ὧν ἦν καὶ τὸ περὶ τὸ Βέσβιον ὄρος καὶ τὴν Δικαιαρχείας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διακαιαρχείας</foreign> R: <foreign xml:lang="grc">δικαιαρχείαν</foreign> </note> ὑπὸ πυρὸς φθορὰν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φθορὰν</foreign> idem: <foreign xml:lang="grc">φορᾷ</foreign> </note> γενησομένην, <milestone n="5" unit="tlnum"/> καί τι κομμάτιον περὶ τοῦ τότε ἡγεμόνος ὡς <quote rend="blockquote"> ἐσθλὸς ἐὼν νούσῳ τυραννίδα λείψει. </quote> </p></div><div n="30" subtype="section" type="textpart" resp="perseus"><p>μετὰ δὲ ταῦτα πρὸς τὴν θέαν τῶν κολαζομένων ἐτρέποντο. καὶ τὰ μὲν πρῶτα δυσχερεῖς καὶ οἰκτρὰς εἶχον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶχον</foreign>] malim <foreign xml:lang="grc">εἶδον</foreign></note> ὄψεις μόνον· ἐπεὶ δὲ καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπεὶ δὲ κἑ</foreign>] vid. Praefat. p. LVI</note> φίλοις καὶ οἰκείοις <milestone n="10" unit="tlnum"/> καὶ συνήθεσιν ὁ Θεσπέσιος οὐκ ἂν προσδοκήσας 
<milestone n="566f" unit="stephpage" xml:id="stephpage-566f"/> κολαζομένοις ἐνετύγχανεν, οἳ καὶ δεινὰ παθήματα καὶ τιμωρίας ἀσχήμονας καὶ ἀλγεινὰς ὑπομένοντες ᾠκτίζοντο πρὸς ἐκεῖνον καὶ ἀνεκλαίοντο· τέλος δὲ τὸν πατέρα τὸν ἑαυτοῦ κατεῖδεν ἔκ τινος βαράθρου <milestone n="15" unit="tlnum"/> στιγμάτων καὶ οὐλῶν μεστὸν ἀναδυόμενον, ὀρέγοντα τὰς χεῖρας αὐτῷ καὶ σιωπᾶν οὐκ ἐώμενον, ἀλλʼ ὁμολογεῖν ἀναγκαζόμενον ὑπὸ τῶν ἐφεστώτων ταῖς τιμωρίαις, ὅτι περὶ ξένους τινὰς μιαρὸς γενόμενος χρυσίον ἔχοντας, φαρμάκοις διαφθείρας καὶ ἐκεῖ διαλαθὼν <milestone n="20" unit="tlnum"/> ἅπαντας, ἐνταῦθʼ ἐξελεγχθείς, τὰ μὲν ἤδη πέπονθε 
<milestone n="567a" unit="stephpage" xml:id="stephpage-567a"/> τὰ δʼ ἄγεται πεισόμενος ἱκετεύειν μὲν ἢ παραιτεῖσθαι περὶ τοῦ πατρὸς οὐκ ἐτόλμα διʼ ἔκπληξιν καὶ δέος ὑποστρέψαι δὲ καὶ φυγεῖν βουλόμενος οὐκέτι τὸν πρᾶον ἐκεῖνον ἑώρα καὶ οἰκεῖον ξεναγόν, ἀλλʼ ὑφʼ <milestone n="25" unit="tlnum"/> ἑτέρων τινῶν φοβερῶν τὴν ὄψιν εἰς τὸ πρόσθεν ὠθούμενος ὡς ἀνάγκην οὖσαν οὕτω διεξελθεῖν, ἐθεᾶτο <pb xml:id="v.3.p.464"/> τῶν μὲν γνωρίμως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γνωρίμως</foreign> R: <foreign xml:lang="grc">γνωρίμων</foreign> </note> πονηρῶν γενομένων καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> R: <foreign xml:lang="grc">ἢ</foreign> </note> κολασθέντων αὐτόθι τὴν σκιὰν οὐκέτʼ εἶναι χαλεπῶς οὐδʼ ὁμοίως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐκέτ’ - ὁμοίως</foreign>] <foreign xml:lang="grc">οὐκέτι λίαν χαλεπῶς οὐδ’ ὠμῶς</foreign> Madvigius</note> τριβομένην, ἅτε δὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἅτε δὴ</foreign>] C. F. Hermannus: <foreign xml:lang="grc">ἀτελῆ</foreign></note> περὶ τὸ ἄλογον καὶ παθητικὸν ἐπίπονον οὖσαν· ὅσοι δὲ πρόσχημα καὶ δόξαν <milestone n="5" unit="tlnum"/> 
<milestone n="567b" unit="stephpage" xml:id="stephpage-567b"/> ἀρετῆς περιβαλόμενοι διεβίωσαν κακίᾳ λανθανούσῃ, τούτους ἐπιπόνως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπίπονον οὖσαν</foreign>] <foreign xml:lang="grc">ἐπιπονήσασαν</foreign>?</note> καὶ, ὀδυνηρῶς ἠνάγκαζον ἕτεροι περιεστῶτες ἐκτρέπεσθαι τὰ ἐντὸς ἔξω τῆς ψυχῆς, ἰλυσπωμένους παρὰ φύσιν καὶ ἀνακαμπτομένους, ὥσπερ αἱ θαλάττιαι σκολόπενδραι καταπιοῦσαι τὸ <milestone n="10" unit="tlnum"/> ἄγκιστρον ἐκτρέπουσιν ἑαυτάς· ἐνίους δʼ ἀναδέροντες αὐτῶν καὶ ἀναπτύσσοντες ἀπεδείκνυσαν ὑπούλους καὶ ποικίλους, ἐν τῷ λογιστικῷ καὶ κυρίῳ τὴν μοχθηρίαν ἔχοντας. ἄλλας δʼ ἔφη ψυχὰς ἰδεῖν, ὥσπερ τὰς ἐχίδνας περιπεπλεγμένας σύνδυο καὶ σύντρεις καὶ <milestone n="15" unit="tlnum"/> πλείονας, ἀλλήλας ἐσθιούσας ὑπὸ μνησικακίας καὶ 
<milestone n="567c" unit="stephpage" xml:id="stephpage-567c"/> κακοθυμίας ὧν ἔπαθον ἐν τῷ ζῆν ἢ ἔδρασαν. εἶναι δὲ καὶ λίμνας παρʼ ἀλλήλας, τὴν μὲν χρυσοῦ περιζέουσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περζέουσαν</foreign> R</note> τὴν δὲ μολίβδου ψυχροτάτην ἄλλην δὲ τραχεῖαν σιδήρου· καί τινας ἐφεστάναι δαίμονας ὥσπερ <milestone n="20" unit="tlnum"/> οἱ χαλκεῖς ὀργάνοις ἀναλαμβάνοντας καὶ καθιέντας ἐν μέρει τὰς ψυχὰς τῶν διʼ ἀπληστίαν καὶ πλεονεξίαν πονηρῶν. ἐν μὲν γὰρ τῷ χρυσῷ διαπύρους καὶ διαφανεῖς ὑπὸ τοῦ φλέγεσθαι γενομένας ἐνέβαλλον εἰς τὴν τοῦ μολίβδου βάπτοντες· ἐκπαγείσας δʼ <milestone n="25" unit="tlnum"/> αὐτόθι καὶ γενομένας σκληρὰς ὥσπερ αἱ χάλαζαι, <pb xml:id="v.3.p.465"/> 
<milestone n="567d" unit="stephpage" xml:id="stephpage-567d"/> πάλιν εἰς τὴν τοῦ σιδήρου μεθίστασαν ἐνταῦθα δὲ μέλαιναί τε δεινῶς ἐγίγνοντο, καὶ περικλώμεναι διὰ σκληρότητα καὶ συντριβόμεναι τὰ εἴδη μετέβαλλον· εἶθʼ οὕτω πάλιν εἰς τὸν χρυσὸν ἐκομίζοντο, δεινάς, <milestone n="5" unit="tlnum"/> ὡς ἔλεγεν, ἐν ταῖς μεταβολαῖς ἀλγηδόνας ὑπομένουσαι.</p></div></div></body></text></TEI>