<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="25" subtype="section" type="textpart" resp="perseus"><p>ἔλεγεν οὖν ἕκαστα φράζων ὁ τοῦ Θεσπεσίου συγγενὴς ʽ οὐδὲν γὰρ οὕτω κωλύει τὰς ψυχὰς ὀνόματι τῶν ἀνθρώπων προσαγορεύειν̓ ὡς Ἀδράστεια μέν, Ἀνάγκης καὶ Διὸς θυγάτηρ, <milestone n="10" unit="tlnum"/> ἐπὶ πᾶσι τιμωρὸς ἀνωτάτω τέτακται τοῖς ἀδικήμασι· καὶ τῶν πονηρῶν οὔτε μέγας οὐδεὶς οὕτως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὕτως</foreign> Duebnerus</note> οὔτε μικρὸς γέγονεν, ὥστʼ ἢ λαθὼν διαφυγεῖν ἢ βιασάμενος ἄλλῃ δʼ ἄλλη τιμωρία τριῶν οὐσῶν φύλακι καὶ χειρουργῷ προσήκει· τοὺς μὲν γὰρ εὐθὺς <milestone n="15" unit="tlnum"/> ἐν σώματι καὶ διὰ σωμάτων κολαζομένους μεταχειρίζεται 
<milestone n="564f" unit="stephpage" xml:id="stephpage-564f"/>ποινὴ ταχεῖα, πράῳ τινὶ τρόπῳ καὶ παραλείποντι πολλὰ τῶν καθαρμοῦ δεομένων· ὧν δὲ μεῖζόν ἐστιν ἔργον ἡ περὶ τὴν κακίαν ἰατρεία, τούτους Δίκῃ μετὰ τὴν τελευτὴν ὁ δαίμων παραδίδωσι· <milestone n="20" unit="tlnum"/> τοὺς δὲ πάμπαν; ἀνιάτους ἀπωσαμένης τῆς Δίκης, ἡ τρίτη καὶ ἀγριωτάτη τῶν Ἀδραστείας ὑπουργῶν Ἐρινύς, μεταθέουσα πλανωμένους καὶ περιφεύγοντας ἄλλον ἄλλως, οἰκτρῶς τε καὶ χαλεπῶς ἅπαντας ἠφάνισε 
<milestone n="565a" unit="stephpage" xml:id="stephpage-565a"/> καὶ κατέδυσεν εἰς τὸ ἄρρητον καὶ ἀόρατον. <milestone n="25" unit="tlnum"/> <q>τῶν δʼ ἄλλων</q> ἔφη <q>δικαιώσεων ἡ μὲν ὑπὸ τῆς Ποινῆς; ἐν τῷ βίῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ μὲν - βίῳ</foreign>] <foreign xml:lang="grc">ἡ μὲν μετὰ τὴν ἐν τῷ βίῳ ποινὴν</foreign> W</note> ταῖς βαρβαρικαῖς ἔοικεν. ὡς γὰρ ἐν Πέρσαις τῶν κολαζομένων τὰ ἱμάτια καὶ τὰς <pb xml:id="v.3.p.459"/> τιάρας ἀποτίλλουσι καὶ μαστιγοῦσιν, οἱ δὲ παύσασθαι δακρύοντες ἀντιβολοῦσιν· οὕτως αἱ διὰ χρημάτων καὶ διὰ σωμάτων κολάσεις ἁφὴν οὐκ ἔχουσι δριμεῖαν οὐδʼ αὐτῆς ἐπιλαμβάνονται τῆς κακίας, <milestone n="5" unit="tlnum"/> ἀλλὰ πρὸς δόξαν αἱ πολλαὶ καὶ πρὸς αἴσθησιν αὐτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῶν</foreign>] a <foreign xml:lang="grc">πολλαὶ</foreign> pendet cf. p. 567 b</note> εἰσιν. </q></p></div><div n="26" subtype="section" type="textpart" resp="perseus"><p><q rend="merge">ὃς δʼ ἂν ἐκεῖθεν ἀκόλαστος ἐνταῦθα καὶ ἀκάθαρτος ἐξίκηται, τοῦτον ἡ Δίκη διαλαβοῦσα τῇ ψυχῇ καταφανῆ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταφανῆ καὶ</foreign> W. malim <foreign xml:lang="grc">καταφανεῖ</foreign> </note> γυμνόν, εἰς οὐδὲν ἔχοντα καταδῦναι καὶ 
<milestone n="565b" unit="stephpage" xml:id="stephpage-565b"/> ἀποκρύψασθαι καὶ περιστεῖλαι τὴν μοχθηρίαν ἀλλὰ <milestone n="10" unit="tlnum"/> πανταχόθεν καὶ ὑπὸ πάντων καὶ πάντα καθορώμενον, ἔδειξε πρῶτον ἀγαθοῖς γονεῦσιν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γονεῦσιν</foreign>] del. Madvigius</note> ἄνπερ ὦσιν, ἢ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ</foreign> Duebnerus</note> προγόνοις αὐτοῦ πρόσπτυστον ὄντα καὶ ἀνάξιον ἐὰν δὲ φαῦλοι, κολαζομένους ἐπιδὼν ἐκείνους καὶ ὀφθεὶς δικαιοῦται πολὺν χρόνον ἐξαιρούμενος ἕκαστον <milestone n="15" unit="tlnum"/> τῶν παθῶν ἀλγηδόσι καὶ πόνοις, οἳ τοσούτῳ μεγέθει καὶ σφοδρότητι τοὺς διὰ σαρκὸς ὑπερβάλλουσιν, ὅσῳ τὸ ὕπαρ ἂν εἴη τοῦ ὀνείρατος ἐναργέστερον. οὐλαὶ δὲ καὶ μώλωπες ἐπὶ τῶν παθῶν 
<milestone n="565c" unit="stephpage" xml:id="stephpage-565c"/> ἑκάστου τοῖς μὲν μᾶλλον ἐμμένουσι τοῖς δʼ ἧσσον. <milestone n="20" unit="tlnum"/> ὅρα δʼ</q> εἶπε <q>τὰ ποικίλα ταῦτα καὶ παντοδαπὰ χρώματα τῶν ψυχῶν· τὸ μὲν ὄρφνιον καὶ ῥυπαρόν, ἀνελευθερίας ἀλοιφὴν καὶ πλεονεξίας, τὸ δʼ αἱματωπὸν καὶ διάπυρον, ὠμότητος καὶ πικρίας ὅπου δὲ τὸ γλαύκινόν ἐστιν, ἐντεῦθεν ἀκρασία τις περὶ ἡδονὰς <milestone n="25" unit="tlnum"/> ἐκτέτριπται μόλις· κακόνοια δʼ ἐνοῦσα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δ’ ἐνοῦσα</foreign> R: <foreign xml:lang="grc">δείνουσα</foreign> </note> μετὰ φθόνου τουτὶ τὸ ἰῶδες καὶ ὕπουλον, ὥσπερ αἱ σηπίαι τὸ <pb xml:id="v.3.p.460"/> μέλαν, ἀφίησιν. ἐκεῖ μὲν γὰρ ἡ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν γὰρ ἡ</foreign> *: <foreign xml:lang="grc">γὰρ ἥ τε</foreign> </note> κακία τῆς ψυχῆς τρεπομένης ὑπὸ τῶν παθῶν καὶ τρεπούσης τὸ σῶμα τὰς χρόας ἀναδίδωσιν, ἐνταῦθα δὲ καθαρμοῦ καὶ κολάσεως πέρας ἐστί, τούτων ἐκλεανθέντων, παντάπασι <milestone n="5" unit="tlnum"/> 
<milestone n="565d" unit="stephpage" xml:id="stephpage-565d"/> τὴν ψυχὴν αὐγοειδῆ καὶ σύγχρουν γενέσθαι.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γενέσθαι</foreign> *: <foreign xml:lang="grc">γίνεσθαι</foreign> </note> μέχρι δʼ οὗ ταῦτʼ ἔνεστι, γίγνονταί τινες ὑποτροπαὶ τῶν παθῶν σφυγμοὺς ἔχουσαι καὶ πήδησιν, ἐνίαις μὲν ἀμυδρὰν καὶ ταχὺ κατασβεννυμένην ἐνίαις δὲ νεανικῶς ἐντείνουσαν. ὧν αἱ μὲν πάλιν καὶ πάλιν <milestone n="10" unit="tlnum"/> κολασθεῖσαι τὴν προσήκουσαν ἕξιν καὶ διάθεσιν ἀναλαμβάνουσι, τὰς δʼ αὖθις εἰς σώματα ζῴων ἐξήνεγκε βιαιότης ἀμαθίας καὶ φιληδονίας ἧλος·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἧλος</foreign> *: <foreign xml:lang="grc">εἶδος</foreign> cf. p. 718 d: <foreign xml:lang="grc">ἡδονῆς - ἦλος</foreign> </note> ἡ μὲν γὰρ ἀσθενείᾳ λόγου καὶ διʼ ἀργίαν τοῦ θεωρεῖν ἔρρεψε 
<milestone n="565e" unit="stephpage" xml:id="stephpage-565e"/> τῷ πρακτικῷ πρὸς γένεσιν· ἡ δʼ ὀργάνου τῷ ἀκολάστῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῷ ἀκολάστῳ</foreign> R: <foreign xml:lang="grc">τοῦ ἀκολαστου</foreign> </note> <milestone n="15" unit="tlnum"/> δεομένη ποθεῖ τὰς ἐπιθυμίας συρράψαι ταῖς ἀπολαύσεσι καὶ συνεπαίρεσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνεπαυρέσθαι</foreign> Madvigius</note> διὰ σώματος· ἐνταῦθα γὰρ οὐδὲν ἢ σκιά τις ἀτελὴς καὶ ὄναρ ἡδονῆς πλήρωσιν οὐκ ἐχούσης πάρεστι.</q> </p></div><div n="27" subtype="section" type="textpart" resp="perseus"><p rend="indent">ταῦτα δʼ εἰπὼν ἦγεν αὐτὸν ταχὺ μέν, ἄπλετον δέ τινα τόπον ὡς ἐφαίνετο <milestone n="20" unit="tlnum"/> διεξιόντα ῥᾳδίως καὶ ἀπλανῶς, οἷον ὑπὸ πτερῶν τῶν τοῦ φωτὸς αὐγῶν ἀναφερόμενον· μέχρι οἷον πρὸς τι χάσμα μέγα καὶ κάτω διῆκον ἀφικόμενος ὑπὸ τῆς ὀχούσης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀχούσης</foreign> idem: <foreign xml:lang="grc">ἐχούσης</foreign> </note> ἀπελείφθη δυνάμεως· καὶ τὰς ἄλλας; ψυχὰς ἑώρα ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> idem: <foreign xml:lang="grc">τοῦτο</foreign> </note> πασχούσας ἐκεῖ· συστελλόμεναι γὰρ ὥσπερ <milestone n="25" unit="tlnum"/> 
<milestone n="565f" unit="stephpage" xml:id="stephpage-565f"/> αἱ ὄρνιθες καὶ καταφερόμεναι κύκλῳ τὸ χάσμα περιῄεσαν ʽ ἄντικρυς δὲ περᾶν οὐκ ἐτόλμων̓, εἴσω μὲν <pb xml:id="v.3.p.461"/> ὀφθῆναι τοῖς βακχικοῖς ἄντροις ὁμοίως ὕλῃ καὶ χλωρότητι καὶ χλόαις ἀνθέων ἁπάσαις διαπεποικιλμένον· ἐξέπνει δὲ μαλακὴν καὶ πραεῖαν αὔραν ὀσμὰς ἀναφέρουσαν ἡδονῆς τε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign>] aut delendum aut transponendum post <foreign xml:lang="grc">ὀσμὰς</foreign></note> θαυμασίας καὶ κρᾶσιν, οἵαν ὁ <milestone n="5" unit="tlnum"/> οἶνος τοῖς μεθυσκομένοις, ἐμποιοῦσαν εὐωχούμεναι γὰρ αἱ ψυχαὶ ταῖς εὐωδίαις διεχέοντο τε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τε</foreign>] deleverim</note> καὶ πρὸς ἀλλήλας ἐφιλοφρονοῦντο· καὶ τὸν τόπον ἐν κύκλῳ κατεῖχε βακχεία καὶ γέλως καὶ πᾶσα μοῦσα παιζόντων 
<milestone n="566a" unit="stephpage" xml:id="stephpage-566a"/> καὶ τερπομένων. ἔλεγε δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign>] om. codd. mei</note> ταύτῃ τὸν Διόνυσον <milestone n="10" unit="tlnum"/> ἀνελθεῖν εἰς θεοὺς καὶ τὴν Σεμέλην ἀναγαγεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναγαγεῖν</foreign> *: <foreign xml:lang="grc">ἀνάγειν</foreign> </note> ὕστερον· καλεῖσθαι δὲ Λήθης τὸν τόπον. ὅθεν οὐδὲ διατρίβειν βουλόμενον εἴα τὸν Θεσπέσιον, ἀλλʼ ἀφεῖλκε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφεῖλκε</foreign> R: <foreign xml:lang="grc">ἀφεῖλε</foreign> </note> βίᾳ, διδάσκων ἅμα καὶ λέγων ὡς ἐκτήκεται καὶ ἀνυγραίνεται τὸ φρονοῦν ὑπὸ τῆς ἡδονῆς, τὸ δʼ ἄλογον <milestone n="15" unit="tlnum"/> καὶ σωματοειδὲς ἀρδόμενον καὶ σαρκούμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ναρκούμενον</foreign> X</note> ἐμποιεῖ τοῦ σώματος μνήμην, ἐκ δὲ τῆς μνήμης ἵμερον καὶ πόθον ἕλκοντα πρὸς γένεσιν, ἣν οὕτως ὠνομάσθαι νεῦσιν ἐπὶ γῆν οὖσαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ γῆν οὖσαν</foreign> M: <foreign xml:lang="grc">ἐπιτείνουσαν</foreign> </note> ὑγρότητι βαρυνομένης τῆς 
<milestone n="566b" unit="stephpage" xml:id="stephpage-566b"/> ψυχῆς. </p></div></div></body></text></TEI>