<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="22" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δὲ ταῦτʼ εἰπὼν ἐσιώπησα, διαμειδιάσας ὁ Ὀλύμπιχος <q>οὐκ ἐπαινοῦμέν σʼ</q> εἶπεν <q>ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον, ὡς τοῦ λόγου πρὸς ἀπόδειξιν ἱκανῶς ἔχοντος, ἀλλὰ τότε δώσομεν τὴν ἀπόφασιν, ὅταν κἀκεῖνον ἀκούσωμεν</q> οὕτως οὖν <milestone n="25" unit="tlnum"/> ἔφην, ὅτι ὁ Σολεὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ Σολεὺς</foreign> M: <foreign xml:lang="grc">σολεὺς ὁ</foreign> </note> Θεσπέσιος, ἀνὴρ ἐκείνου τοῦ 
<milestone n="563c" unit="stephpage" xml:id="stephpage-563c"/> γενομένου καθʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθʼ</foreign> Turnebus: <foreign xml:lang="grc">μεθʼ</foreign> </note> ἡμᾶς ἐνταῦθα Πρωτογένους οἰκεῖος <pb xml:id="v.3.p.455"/> καὶ φίλος, ἐν πολλῇ βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας, ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις <milestone n="5" unit="tlnum"/> ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φυλάττουσι</foreign>] i. e. servant, tuentur; contrarium est <foreign xml:lang="grc">προϊεσθαι</foreign></note> προέμενοι δὲ πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνούσας</foreign> Cobetus: <foreign xml:lang="grc">συνούσας διαφθείρειν</foreign> </note> οὐδενὸς οὖν ἀπεχόμενος αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε. <milestone n="10" unit="tlnum"/> 
<milestone n="563d" unit="stephpage" xml:id="stephpage-563d"/> μάλιστα δʼ αὐτὸν διέβαλεν ἀνενεχθεῖσά τις ἐξ Ἀμφιλόχου μαντεία· πέμψας γὰρ ὡς ἔοικεν ἠρώτα τὸν θεόν, εἰ βέλτιον βιώσεται τὸν ἐπίλοιπον βίον· ὁ δʼ ἀνεῖλεν, ὅτι πράξει βέλτιον, ὅταν ἀποθάνῃ. καὶ δὴ τρόπον τινὰ τοῦτο μετʼ οὐ πολὺν χρόνον <milestone n="15" unit="tlnum"/> αὐτῷ συνέπεσε. κατενεχθεὶς γὰρ ἐξ ὕψους τινὸς εἰς τράχηλον, οὐ γενομένου τραύματος ἀλλὰ πληγῆς μόνον ἐξέθανε, καὶ τριταῖος ἤδη περὶ τὰς ταφὰς αὐτὰς ἀνήνεγκε. ταχὺ δὲ ῥωσθεὶς; καὶ παρʼ αὑτῷ γενόμενος, ἄπιστόν τινα τοῦ βίου τὴν μεταβολὴν <milestone n="20" unit="tlnum"/> ἐποίησεν· οὔτε γὰρ δικαιότερον περὶ τὰ συμβόλαια γιγνώσκουσιν ἕτερον Κίλικες ἐν τοῖς τότε χρόνοις 
<milestone n="563e" unit="stephpage" xml:id="stephpage-563e"/> γενόμενον, οὔτε πρὸς τὸ θεῖον ὁσιώτερον οὔτε λυπηρότερον ἐχθροῖς ἢ βεβαιότερον φίλοις· ὥστε καὶ ποθεῖν τοὺς ἐντυγχάνοντας αὐτῷ τὴν αἰτίαν ἀκοῦσαι <milestone n="25" unit="tlnum"/> τῆς διαφορᾶς, οὐκ ἀπὸ τοῦ τυχόντος οἰομένους γεγονέναι διακόσμησιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διακόσμησιν</foreign> Iannotius: <foreign xml:lang="grc">τῆς διαφορᾶς διακόσμησιν</foreign> </note> εἰς ἦθος τοσαύτην, ὅπερ ἦν <pb xml:id="v.3.p.456"/> ἀληθές, ὡς αὐτὸς διηγεῖτο τῷ τε Πρωτογένει καὶ τοῖς ὁμοίως ἐπιεικέσι τῶν φίλων.</p></div><div n="23" subtype="section" type="textpart" resp="perseus"><p>ἐπεὶ γὰρ ἐξέπεσε τὸ φρονοῦν, τοῦ σώματος, οἷον ἄν τις ἐκ πλοίου κυβερνήτης εἰς βυθὸν ἀπορριφεὶς πάθοι τὸ πρῶτον, <milestone n="5" unit="tlnum"/> οὕτως ὑπὸ τῆς μεταβολῆς ἔσχεν· εἶτα μικρὸν ἐξαρθεὶς ἔδοξεν ἀναπνεῖν ὅλος καὶ περιορᾶν πανταχόθεν, 
<milestone n="563f" unit="stephpage" xml:id="stephpage-563f"/> ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς. ἑώρα δὲ τῶν πρότερον οὐδὲν ἀλλʼ ἢ τὰ ἄστρα παμμεγέθη καὶ ἀπέχοντα πλῆθος ἀλλήλων ἄπλετον, αὐγήν τε <milestone n="10" unit="tlnum"/> τῇ· χρόᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρόᾳ</foreign> *: <foreign xml:lang="grc">χροιᾷ</foreign> </note> θαυμαστὴν ἀφιέντα καὶ τόνον ἔχουσαν· ὥστε τὴν ψυχὴν ἐποχουμένην λείως οἷον ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶον ὥσπερ</foreign>] pleonasmus posterioribus usitatus. vid. Praefat. p. LX</note> ἐν γαλήνῃ τῷ φωτὶ ῥᾳδίως πάντῃ καὶ ταχὺ διαφέρεσθαι. τὰ δὲ πλεῖστα τῶν θεαμάτων παραλιπὼν ἔφη τὰς ψυχὰς τῶν τελευτώντων κάτωθεν ἀνιούσας πομφόλυγα <milestone n="15" unit="tlnum"/> 
<milestone n="564a" unit="stephpage" xml:id="stephpage-564a"/> φλογοειδῆ ποιεῖν ἐξισταμένου τοῦ ἀέρος, εἶτα ῥηγνυμένης ἀτρέμα τῆς πομφόλυγος; ἐκβαίνειν τύπον ἐχούσας ἀνθρωποειδῆ τὸν δʼ ὄγκον εὐσταλεῖς, κινουμένας δʼ οὐχ ὁμοίως, ἀλλὰ τὰς μὲν ἐκπηδᾶν ἐλαφρότητι θαυμαστῇ καὶ διᾴττειν ἐπʼ εὐθείας ἄνω, τὰς <milestone n="20" unit="tlnum"/> δʼ ὥσπερ οἱ ἄτρακτοι περιστρεφομένας ἅμα κύκλῳ· καὶ τοτὲ μὲν κάτω τοτὲ δʼ ἄνω ῥεπούσας μικτήν τινα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τινα</foreign>] fort. <foreign xml:lang="grc">τινα φορὰν</foreign> deleto proximo <foreign xml:lang="grc">κίνησιν</foreign> </note> φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην. τὰς μὲν οὖν πολλὰς ἠγνόει τίνες εἰσί· δύο δʼ ἢ τρεῖς ἰδὼν <milestone n="25" unit="tlnum"/> γνωρίμους ἐπειρᾶτο προσμῖξαι καὶ προσειπεῖν· αἱ δʼ 
<milestone n="564b" unit="stephpage" xml:id="stephpage-564b"/> οὔτʼ ἤκουον οὔτʼ ἦσαν παρʼ ἑαυταῖς, ἀλλʼ ἔκφρονες <pb xml:id="v.3.p.457"/> καὶ διεπτοημέναι, πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν, ἐρρέμβοντο πρῶτον αὐταὶ καθʼ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο <milestone n="5" unit="tlnum"/> καὶ φωνὰς ἵεσαν ἀσήμους, οἷον ἀλαλαγμοὺς θρήνῳ καὶ φόβῳ μεμιγμένας. ἄλλαι δʼ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπʼ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἔοικε <milestone n="10" unit="tlnum"/> 
<milestone n="564c" unit="stephpage" xml:id="stephpage-564c"/> συστολῇ μὲν εἰς ἑαυτὰς τὸ δυσχεραῖνον, ἐκπετάσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκπετάσει</foreign>] <foreign xml:lang="grc">ἐπεκτάσει</foreign> Turnebus, sed cf. p. 590 c</note> δὲ καὶ διαχύσει τὸ χαῖρον καὶ προσιέμενον.</p></div><div n="24" subtype="section" type="textpart" resp="perseus"><p>ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰδεῖν</foreign> Iannotius</note> οὐ μέντοι σαφῶς· ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος· ἀλλʼ ἐκείνην προσαγαγοῦσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσαγαγοῦσαν</foreign> R: <foreign xml:lang="grc">προσανάγουσαν</foreign> </note> ἐγγὺς εἰπεῖν <q>χαῖρε, Θεσπέσιε.</q> θαυμάσαντος <milestone n="15" unit="tlnum"/> δʼ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλʼ Ἀριδαῖός ἐστι· <q>πρότερόν γε</q> φάναι <q>τὸ δʼ ἀπὸ τοῦδε Θεσπέσιος. οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι· τὴν δʼ ἄλλην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλην</foreign>] <foreign xml:lang="grc">ἄλογον</foreign> W</note> ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας· <milestone n="20" unit="tlnum"/> 
<milestone n="564d" unit="stephpage" xml:id="stephpage-564d"/> σύμβολον δέ σοι καὶ νῦν καὶ αὖθις ἔστω τὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν</q> ταῦτʼ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ <milestone n="25" unit="tlnum"/> σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄντας</foreign> W: <foreign xml:lang="grc">ἐντός</foreign> </note> οὐ μὴν ὁμοίως ἅπαντας· ἀλλὰ <pb xml:id="v.3.p.458"/> τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας· ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας ἢ μώλωπας ἀραιούς· ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ <milestone n="5" unit="tlnum"/> 
<milestone n="564e" unit="stephpage" xml:id="stephpage-564e"/> οἱ ἔχεις μελάσμασι κατεστιγμένους· ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας.</p></div></div></body></text></TEI>