<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="21" subtype="section" type="textpart"><p rend="indent"><q>ἡμεῖς δʼ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ <milestone n="10" unit="tlnum"/> 
<milestone n="562e" unit="stephpage" xml:id="stephpage-562e"/> καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων· νῦν δʼ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι <milestone n="15" unit="tlnum"/> δὲ συλλογίζεσθαι τὰς αἰτίας, διʼ ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ· διανοουμένους προκαταλαμβάνειν· ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων <milestone n="20" unit="tlnum"/> 
<milestone n="562f" unit="stephpage" xml:id="stephpage-562f"/> ἔχουσιν. ὅθεν οὐδὲ πάντα <quote rend="blockquote"><l>τὰ τῶν τεκόντων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὰ τῶν τεκόντων κἑ</foreign>] Nauck. p. 676 qui versus effecit</note> σφάλματʼ εἰς τοὺς ἐκγόνους </l><l>οἱ θεοὶ τρέπουσιν </l></quote> ἀλλʼ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, <milestone n="25" unit="tlnum"/> οἷον ἐκποίητος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκποίητος</foreign> M: <foreign xml:lang="grc">ἐκ ποιότητος</foreign> </note> τῆς κακίας γενόμενος. νέῳ δʼ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς <pb xml:id="v.3.p.454"/> πονηρίας τὴν κόλασιν. οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθʼ ἡρώων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποθ’ ἡρώων</foreign> *: <foreign xml:lang="grc">πονηρῶν</foreign> </note> Φυλεὺς διʼ Αὐγέαν 
<milestone n="563a" unit="stephpage" xml:id="stephpage-563a"/> οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν· ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δʼ ἦσαν· ἀλλʼ ὅσων ἡ φύσις ἔστερξε <milestone n="5" unit="tlnum"/> καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπεξῆλθεν</foreign> R: <foreign xml:lang="grc">διεξῆλθεν</foreign> </note> ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς· καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα <milestone n="10" unit="tlnum"/> βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην· τῶν δὲ Πύθωνος τοῦ Νισίβεως; παίδων, ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶς</foreign> Stegmannus</note> ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων <milestone n="15" unit="tlnum"/> 
<milestone n="563b" unit="stephpage" xml:id="stephpage-563b"/> ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος· οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ διʼ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις. <milestone n="20" unit="tlnum"/></q></p></div><div n="22" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δὲ ταῦτʼ εἰπὼν ἐσιώπησα, διαμειδιάσας ὁ Ὀλύμπιχος <q>οὐκ ἐπαινοῦμέν σʼ</q> εἶπεν <q>ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον, ὡς τοῦ λόγου πρὸς ἀπόδειξιν ἱκανῶς ἔχοντος, ἀλλὰ τότε δώσομεν τὴν ἀπόφασιν, ὅταν κἀκεῖνον ἀκούσωμεν</q> οὕτως οὖν <milestone n="25" unit="tlnum"/> ἔφην, ὅτι ὁ Σολεὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ Σολεὺς</foreign> M: <foreign xml:lang="grc">σολεὺς ὁ</foreign> </note> Θεσπέσιος, ἀνὴρ ἐκείνου τοῦ 
<milestone n="563c" unit="stephpage" xml:id="stephpage-563c"/> γενομένου καθʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθʼ</foreign> Turnebus: <foreign xml:lang="grc">μεθʼ</foreign> </note> ἡμᾶς ἐνταῦθα Πρωτογένους οἰκεῖος <pb xml:id="v.3.p.455"/> καὶ φίλος, ἐν πολλῇ βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας, ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις <milestone n="5" unit="tlnum"/> ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φυλάττουσι</foreign>] i. e. servant, tuentur; contrarium est <foreign xml:lang="grc">προϊεσθαι</foreign></note> προέμενοι δὲ πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνούσας</foreign> Cobetus: <foreign xml:lang="grc">συνούσας διαφθείρειν</foreign> </note> οὐδενὸς οὖν ἀπεχόμενος αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε. <milestone n="10" unit="tlnum"/> 
<milestone n="563d" unit="stephpage" xml:id="stephpage-563d"/> μάλιστα δʼ αὐτὸν διέβαλεν ἀνενεχθεῖσά τις ἐξ Ἀμφιλόχου μαντεία· πέμψας γὰρ ὡς ἔοικεν ἠρώτα τὸν θεόν, εἰ βέλτιον βιώσεται τὸν ἐπίλοιπον βίον· ὁ δʼ ἀνεῖλεν, ὅτι πράξει βέλτιον, ὅταν ἀποθάνῃ. καὶ δὴ τρόπον τινὰ τοῦτο μετʼ οὐ πολὺν χρόνον <milestone n="15" unit="tlnum"/> αὐτῷ συνέπεσε. κατενεχθεὶς γὰρ ἐξ ὕψους τινὸς εἰς τράχηλον, οὐ γενομένου τραύματος ἀλλὰ πληγῆς μόνον ἐξέθανε, καὶ τριταῖος ἤδη περὶ τὰς ταφὰς αὐτὰς ἀνήνεγκε. ταχὺ δὲ ῥωσθεὶς; καὶ παρʼ αὑτῷ γενόμενος, ἄπιστόν τινα τοῦ βίου τὴν μεταβολὴν <milestone n="20" unit="tlnum"/> ἐποίησεν· οὔτε γὰρ δικαιότερον περὶ τὰ συμβόλαια γιγνώσκουσιν ἕτερον Κίλικες ἐν τοῖς τότε χρόνοις 
<milestone n="563e" unit="stephpage" xml:id="stephpage-563e"/> γενόμενον, οὔτε πρὸς τὸ θεῖον ὁσιώτερον οὔτε λυπηρότερον ἐχθροῖς ἢ βεβαιότερον φίλοις· ὥστε καὶ ποθεῖν τοὺς ἐντυγχάνοντας αὐτῷ τὴν αἰτίαν ἀκοῦσαι <milestone n="25" unit="tlnum"/> τῆς διαφορᾶς, οὐκ ἀπὸ τοῦ τυχόντος οἰομένους γεγονέναι διακόσμησιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διακόσμησιν</foreign> Iannotius: <foreign xml:lang="grc">τῆς διαφορᾶς διακόσμησιν</foreign> </note> εἰς ἦθος τοσαύτην, ὅπερ ἦν <pb xml:id="v.3.p.456"/> ἀληθές, ὡς αὐτὸς διηγεῖτο τῷ τε Πρωτογένει καὶ τοῖς ὁμοίως ἐπιεικέσι τῶν φίλων.</p></div><div n="23" subtype="section" type="textpart" resp="perseus"><p>ἐπεὶ γὰρ ἐξέπεσε τὸ φρονοῦν, τοῦ σώματος, οἷον ἄν τις ἐκ πλοίου κυβερνήτης εἰς βυθὸν ἀπορριφεὶς πάθοι τὸ πρῶτον, <milestone n="5" unit="tlnum"/> οὕτως ὑπὸ τῆς μεταβολῆς ἔσχεν· εἶτα μικρὸν ἐξαρθεὶς ἔδοξεν ἀναπνεῖν ὅλος καὶ περιορᾶν πανταχόθεν, 
<milestone n="563f" unit="stephpage" xml:id="stephpage-563f"/> ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς. ἑώρα δὲ τῶν πρότερον οὐδὲν ἀλλʼ ἢ τὰ ἄστρα παμμεγέθη καὶ ἀπέχοντα πλῆθος ἀλλήλων ἄπλετον, αὐγήν τε <milestone n="10" unit="tlnum"/> τῇ· χρόᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρόᾳ</foreign> *: <foreign xml:lang="grc">χροιᾷ</foreign> </note> θαυμαστὴν ἀφιέντα καὶ τόνον ἔχουσαν· ὥστε τὴν ψυχὴν ἐποχουμένην λείως οἷον ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶον ὥσπερ</foreign>] pleonasmus posterioribus usitatus. vid. Praefat. p. LX</note> ἐν γαλήνῃ τῷ φωτὶ ῥᾳδίως πάντῃ καὶ ταχὺ διαφέρεσθαι. τὰ δὲ πλεῖστα τῶν θεαμάτων παραλιπὼν ἔφη τὰς ψυχὰς τῶν τελευτώντων κάτωθεν ἀνιούσας πομφόλυγα <milestone n="15" unit="tlnum"/> 
<milestone n="564a" unit="stephpage" xml:id="stephpage-564a"/> φλογοειδῆ ποιεῖν ἐξισταμένου τοῦ ἀέρος, εἶτα ῥηγνυμένης ἀτρέμα τῆς πομφόλυγος; ἐκβαίνειν τύπον ἐχούσας ἀνθρωποειδῆ τὸν δʼ ὄγκον εὐσταλεῖς, κινουμένας δʼ οὐχ ὁμοίως, ἀλλὰ τὰς μὲν ἐκπηδᾶν ἐλαφρότητι θαυμαστῇ καὶ διᾴττειν ἐπʼ εὐθείας ἄνω, τὰς <milestone n="20" unit="tlnum"/> δʼ ὥσπερ οἱ ἄτρακτοι περιστρεφομένας ἅμα κύκλῳ· καὶ τοτὲ μὲν κάτω τοτὲ δʼ ἄνω ῥεπούσας μικτήν τινα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τινα</foreign>] fort. <foreign xml:lang="grc">τινα φορὰν</foreign> deleto proximo <foreign xml:lang="grc">κίνησιν</foreign> </note> φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην. τὰς μὲν οὖν πολλὰς ἠγνόει τίνες εἰσί· δύο δʼ ἢ τρεῖς ἰδὼν <milestone n="25" unit="tlnum"/> γνωρίμους ἐπειρᾶτο προσμῖξαι καὶ προσειπεῖν· αἱ δʼ 
<milestone n="564b" unit="stephpage" xml:id="stephpage-564b"/> οὔτʼ ἤκουον οὔτʼ ἦσαν παρʼ ἑαυταῖς, ἀλλʼ ἔκφρονες <pb xml:id="v.3.p.457"/> καὶ διεπτοημέναι, πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν, ἐρρέμβοντο πρῶτον αὐταὶ καθʼ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο <milestone n="5" unit="tlnum"/> καὶ φωνὰς ἵεσαν ἀσήμους, οἷον ἀλαλαγμοὺς θρήνῳ καὶ φόβῳ μεμιγμένας. ἄλλαι δʼ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπʼ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἔοικε <milestone n="10" unit="tlnum"/> 
<milestone n="564c" unit="stephpage" xml:id="stephpage-564c"/> συστολῇ μὲν εἰς ἑαυτὰς τὸ δυσχεραῖνον, ἐκπετάσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκπετάσει</foreign>] <foreign xml:lang="grc">ἐπεκτάσει</foreign> Turnebus, sed cf. p. 590 c</note> δὲ καὶ διαχύσει τὸ χαῖρον καὶ προσιέμενον.</p></div><div n="24" subtype="section" type="textpart" resp="perseus"><p>ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰδεῖν</foreign> Iannotius</note> οὐ μέντοι σαφῶς· ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος· ἀλλʼ ἐκείνην προσαγαγοῦσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσαγαγοῦσαν</foreign> R: <foreign xml:lang="grc">προσανάγουσαν</foreign> </note> ἐγγὺς εἰπεῖν <q>χαῖρε, Θεσπέσιε.</q> θαυμάσαντος <milestone n="15" unit="tlnum"/> δʼ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλʼ Ἀριδαῖός ἐστι· <q>πρότερόν γε</q> φάναι <q>τὸ δʼ ἀπὸ τοῦδε Θεσπέσιος. οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι· τὴν δʼ ἄλλην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄλλην</foreign>] <foreign xml:lang="grc">ἄλογον</foreign> W</note> ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας· <milestone n="20" unit="tlnum"/> 
<milestone n="564d" unit="stephpage" xml:id="stephpage-564d"/> σύμβολον δέ σοι καὶ νῦν καὶ αὖθις ἔστω τὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν</q> ταῦτʼ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ <milestone n="25" unit="tlnum"/> σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὄντας</foreign> W: <foreign xml:lang="grc">ἐντός</foreign> </note> οὐ μὴν ὁμοίως ἅπαντας· ἀλλὰ <pb xml:id="v.3.p.458"/> τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας· ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας ἢ μώλωπας ἀραιούς· ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ <milestone n="5" unit="tlnum"/> 
<milestone n="564e" unit="stephpage" xml:id="stephpage-564e"/> οἱ ἔχεις μελάσμασι κατεστιγμένους· ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας.</p></div><div n="25" subtype="section" type="textpart" resp="perseus"><p>ἔλεγεν οὖν ἕκαστα φράζων ὁ τοῦ Θεσπεσίου συγγενὴς ʽ οὐδὲν γὰρ οὕτω κωλύει τὰς ψυχὰς ὀνόματι τῶν ἀνθρώπων προσαγορεύειν̓ ὡς Ἀδράστεια μέν, Ἀνάγκης καὶ Διὸς θυγάτηρ, <milestone n="10" unit="tlnum"/> ἐπὶ πᾶσι τιμωρὸς ἀνωτάτω τέτακται τοῖς ἀδικήμασι· καὶ τῶν πονηρῶν οὔτε μέγας οὐδεὶς οὕτως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὕτως</foreign> Duebnerus</note> οὔτε μικρὸς γέγονεν, ὥστʼ ἢ λαθὼν διαφυγεῖν ἢ βιασάμενος ἄλλῃ δʼ ἄλλη τιμωρία τριῶν οὐσῶν φύλακι καὶ χειρουργῷ προσήκει· τοὺς μὲν γὰρ εὐθὺς <milestone n="15" unit="tlnum"/> ἐν σώματι καὶ διὰ σωμάτων κολαζομένους μεταχειρίζεται 
<milestone n="564f" unit="stephpage" xml:id="stephpage-564f"/>ποινὴ ταχεῖα, πράῳ τινὶ τρόπῳ καὶ παραλείποντι πολλὰ τῶν καθαρμοῦ δεομένων· ὧν δὲ μεῖζόν ἐστιν ἔργον ἡ περὶ τὴν κακίαν ἰατρεία, τούτους Δίκῃ μετὰ τὴν τελευτὴν ὁ δαίμων παραδίδωσι· <milestone n="20" unit="tlnum"/> τοὺς δὲ πάμπαν; ἀνιάτους ἀπωσαμένης τῆς Δίκης, ἡ τρίτη καὶ ἀγριωτάτη τῶν Ἀδραστείας ὑπουργῶν Ἐρινύς, μεταθέουσα πλανωμένους καὶ περιφεύγοντας ἄλλον ἄλλως, οἰκτρῶς τε καὶ χαλεπῶς ἅπαντας ἠφάνισε 
<milestone n="565a" unit="stephpage" xml:id="stephpage-565a"/> καὶ κατέδυσεν εἰς τὸ ἄρρητον καὶ ἀόρατον. <milestone n="25" unit="tlnum"/> <q>τῶν δʼ ἄλλων</q> ἔφη <q>δικαιώσεων ἡ μὲν ὑπὸ τῆς Ποινῆς; ἐν τῷ βίῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ μὲν - βίῳ</foreign>] <foreign xml:lang="grc">ἡ μὲν μετὰ τὴν ἐν τῷ βίῳ ποινὴν</foreign> W</note> ταῖς βαρβαρικαῖς ἔοικεν. ὡς γὰρ ἐν Πέρσαις τῶν κολαζομένων τὰ ἱμάτια καὶ τὰς <pb xml:id="v.3.p.459"/> τιάρας ἀποτίλλουσι καὶ μαστιγοῦσιν, οἱ δὲ παύσασθαι δακρύοντες ἀντιβολοῦσιν· οὕτως αἱ διὰ χρημάτων καὶ διὰ σωμάτων κολάσεις ἁφὴν οὐκ ἔχουσι δριμεῖαν οὐδʼ αὐτῆς ἐπιλαμβάνονται τῆς κακίας, <milestone n="5" unit="tlnum"/> ἀλλὰ πρὸς δόξαν αἱ πολλαὶ καὶ πρὸς αἴσθησιν αὐτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῶν</foreign>] a <foreign xml:lang="grc">πολλαὶ</foreign> pendet cf. p. 567 b</note> εἰσιν. </q></p></div></div></body></text></TEI>