ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ, διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος. ἔστι δὲ πῆ μὲν ἀνόμοια τὰ πράγματα πῆ δʼ ἐοικότα καὶ ὅμοια. νόσου μὲν γὰρ ἄλλος ἄλλον οὐ παύει θεραπευόμενος, οὐδὲ βέλτιόν τις ἔσχε τῶν ὀφθαλμιώντων ἢ πυρεττόντων ἰδὼν ἄλλον ὑπαλειφόμενον ἢ καταπλαττόμενον αἱ δὲ τιμωρίαι τῶν πονηρῶν διὰ τοῦτο δείκνυνται πᾶσιν, ὅτι δίκης κατὰ λόγον περαινομένης ἔργον ἐστὶν ἑτέρους διʼ ἑτέρων κολαζομένων ἐπισχεῖν. δὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν· ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτʼ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε, μεγάλου πάθους σπέρμα μικρὸν οὐκ ἐάσας εἰς μέγεθος προελθεῖν. ἦ γὰρ ἦ γὰρ *: ἢ γὰρ οὐχ οὕτω παρακελευόμεθα, προσέχειν ἀξιοῦντες ἑαυτοῖς καὶ παραφυλάττεσθαι καὶ μὴ παραμελεῖν ὅσοι γεγόνασιν ἐκ πατέρων ἢ μητέρων νοσηματικῶν, ἀλλʼ εὐθὺς ἐξωθεῖν τὴν ἐγκεκραμένην ἀρχὴν εὐκίνητον οὖσαν καὶ ἀκροσφαλῆ προκαταλαμβάνοντας; πάνυ μὲν οὖν ἔφασαν. οὐ τοίνυν ἄτοπον εἶπον ἀλλʼ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλʼ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλʼ ἕνεκα τοῦ μὴ νοσῆσαι· τὸ γὰρ ἐκ πονηροῦ σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν· ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. ἆρʼ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἐν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται κακόφρονά τʼ ἀμφάνῃ τ’ ἀμφάνῃ Ruhnkenius: τὸ ἀμφανῆ πραπίδων καρπόν ὥς φησι Πίνδαρος; Πίνδαρος ] Bergk. 1 p. 451 ἢ κατὰ τοῦτο μὲν ὁ θεὸς οὐδὲν τοῦ Ἡσιόδου Ἡσιόδου ] OD 735 σοφώτερος διακελευομένου καὶ παρεγγυῶντος μηδʼ ἀπὸ δυστήνοιο δυστήνοιο ] δυσφήμοιο Hesiodus τάφου ἀπονοστήσαντα σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός, ὡς οὐ κακίαν μόνον οὐδʼ ἀρετὴν ἀλλὰ καὶ λύπην καὶ χαρὰν καὶ πάνθʼ ὅσʼ ἀναδεχομένης τῆς γενέσεως, ἱλαροὺς καὶ ἡδεῖς καὶ διακεχυμένους ἄγειν πρὸς τὴν τέκνωσιν; ἐκεῖνο δʼ οὐκ ἔστι καθʼ Ἡσίοδον οὐδʼ ἀνθρωπίνης ἔργον σοφίας ἀλλὰ θεοῦ, τὸ διορᾶν καὶ διαισθάνεσθαι τὰς ὁμοιοπαθείας καὶ τὰς διαφοράς, πρὶν εἰς μεγάλα τοῖς πάθεσιν ἐμπεσούσας ἐκπεσούσας R ἀδικήματα γενέσθαι καταφανεῖς. ἄρκτων μὲν γὰρ ἔτι νήπια καὶ λύκων τέκνα καὶ πιθήκων εὐθὺς ἐμφαίνει τὸ συγγενὲς ἦθος, ὑπὸ μηδενὸς ὑπαμπεχόμενον μηδὲ καταπλαττόμενον· ἡ δʼ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, ὥστʼ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δʼ ἡμᾶς τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δʼ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτʼ ἀδικοῦσιν, ἀκολάστους ὅθʼ ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἴοιτο τοῖς τοῖς ] τότε τοῖς R σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν· εὐήθως οἰόμενος· οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλʼ ἔχει μὲν ἐξ ἀρχῆς τὴν κακίαν χρῆται δὲ καιροῦ καὶ δυνάμεως ἐπιλαβόμενος τῷ κλέπτειν ὁ κλέπτης καὶ τῷ παρανομεῖν ὁ τυραννικός. ἀλλʼ ὁ θεὸς οὔτʼ ἀγνοεῖ δήπου τὴν ἑκάστου διάθεσιν καὶ φύσιν ἅτε δὴ ψυχῆς μᾶλλον ἢ σώματος αἰσθάνεσθαι πεφυκώς, οὔτʼ ἀναμένει τὴν βίαν ἐν χερσὶ γενομένην καὶ τὴν ἀναίδειαν ἐν φωνῇ καὶ τὴν ἀκολασίαν ἐν αἰδοίοις κολάζειν· οὐ γὰρ ἀμύνεται τὸν ἀδικήσαντα κακῶς παθὼν οὐδʼ ὀργίζεται τῷ ἁρπάσαντι βιασθεὶς οὐδὲ μισεῖ τὸν μοιχὸν ὑβρισθείς, ἀλλʼ ἰατρείας ἕνεκα τὸν μοιχικὸν καὶ τὸν πλεονεκτικὸν καὶ ἀδικητικὸν κολάζει πολλάκις, ὥσπερ ἐπιληψίαν τὴν κακίαν πρὶν ἢ καταλαβεῖν ἀναιρῶν. ἡμεῖς δʼ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων· νῦν δʼ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι δὲ συλλογίζεσθαι τὰς αἰτίας, διʼ ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ· διανοουμένους προκαταλαμβάνειν· ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων ἔχουσιν. ὅθεν οὐδὲ πάντα τὰ τῶν τεκόντων τὰ τῶν τεκόντων κἑ ] Nauck. p. 676 qui versus effecit σφάλματʼ εἰς τοὺς ἐκγόνους οἱ θεοὶ τρέπουσιν ἀλλʼ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, οἷον ἐκποίητος ἐκποίητος M: ἐκ ποιότητος τῆς κακίας γενόμενος. νέῳ δʼ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς πονηρίας τὴν κόλασιν. οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθʼ ἡρώων ποθ’ ἡρώων *: πονηρῶν Φυλεὺς διʼ Αὐγέαν οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν· ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δʼ ἦσαν· ἀλλʼ ὅσων ἡ φύσις ἔστερξε καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν. ἐπεξῆλθεν R: διεξῆλθεν ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς· καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην· τῶν δὲ Πύθωνος τοῦ Νισίβεως; παίδων, ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς εἶς Stegmannus ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος· οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ διʼ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις.