εἰ δʼ ἐστὶ πόλις ἓν πρᾶγμα καὶ συνεχές, ἔστι ἔστι R: ἔστι τι δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν καὶ ἐς δύναμιν R τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα πεποιημένον ἀπήλλακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπʼ αὐτοῦ γέγονεν· ὥστʼ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον καταχαλκευόμενον ] χαλκοῦν καταχωνευόμενον R ὑπʼ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ τὴν τελευτὴν ἐξοριζόμενον ὑπὸ Συρακοσίων Συρακοσίων *: συρακουσίων ἢ τοὺς ἐκγόνους αὐτῶν δίκην τίνοντας. τῷ μὲν γὰρ ἀνδριάντι τῆς Κασάνδρου φύσεως οὐθὲν ἔνεστι ἔνεστι R: ἐστι , καὶ τὸν νεκρὸν ἡ Διονυσίου ψυχὴ προλέλοιπε· Νυσαίῳ δὲ καὶ Ἀπολλοκράτει καὶ Ἀντιπάτρῳ καὶ Φιλίππῳ καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώτατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδʼ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι. καὶ οὐθὲν δεινὸν οὐδʼ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι τὰ ἐκείνων· καθόλου δʼ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων ἄδικον εἶναι τῶν ἰσχίον πονούντων κάειν τὸν ἀντίχειρα, καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον, καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς μαλακιῶσι malim μαλκίωσι , προσαλείφειν τὰ ἄκρα τῶν κεράτων· οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον θεραπεῦον R: θεραπεύειν τὴν κακίαν ἡγούμενος, καὶ ἀγανακτῶν ἐάν τις διʼ ἑτέρων ἐφʼ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν, ὥσπερ οἱ τὴν φλέβα διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν οὐδὲ μνημονεύειν μνημονεύειν R: μνημονεύει , ὅτι καὶ διδάσκαλος παίδων ἑνὸς καθικόμενος ἑτέρους ἐνουθέτησε, καὶ στρατηγὸς ἐκ δεκάδος ἀνελὼν ἕνα, πάντας ἐνέτρεψε. ἐνέτρεψε idem: ἀνέστρεψε καὶ οὕτως οὐ μέρει διὰ μέρους μέλει διὰ μέλους W ἑτέρου μόνον, ἀλλὰ καὶ ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις καὶ κακώσεις καὶ ἐπανορθώσεις μᾶλλον ἢ σώματι διὰ σώματος· ἐκεῖ μὲν γάρ, ὡς ἔοικε, ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ δεῖ πάθος ἐγγίγνεσθαι καὶ τὴν αὐτὴν μεταβολὴν ἐνταῦθα δʼ ἡ ψυχὴ ταῖς φαντασίαις ἀγομένη κατὰ τὸ θαρρεῖν καὶ δεδιέναι χεῖρον ἢ βέλτιον διαγίγνεσθαι πέφυκεν. ἔτι δʼ ἐμοῦ δʼ ἐμοῦ *: δέ μου λέγοντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἔοικας ἔφη τῷ λόγῳ μεγάλην ὑπόθεσιν ὑποτίθεσθαι, τὴν ἐπιμονὴν τῆς ψυχῆς. καὶ ὑμῶν γʼ εἶπον ἐγώ διδόντων μᾶλλον δὲ δεδωκότων· ὡς γὰρ τοῦ θεοῦ τὸ κατʼ ἀξίαν νέμοντος ἡμῖν, ὁ λόγος ἐξ ἀρχῆς δεῦρο προελήλυθε κἀκεῖνος εἶτα δʼ ἔφη νομίζεις ἕπεσθαι τῷ τοὺς θεοὺς ἐπιβλέπειν καὶ νέμειν ἕκαστα τῶν καθʼ ἡμᾶς τὸ τὰς ψυχὰς ὑπάρχειν ἢ, πάμπαν ἀφθάρτους ἢ χρόνον τινὰ μετὰ τὴν τελευτὴν ἐπιμενούσας; οὔκ, ὦ γαθέ εἶπον ἀλλὰ ἀλλὰ ] ἅμα R. Nihil opus μικρὸς οὕτω καὶ κενόσπουδος ὁ θεός ἐστιν, ὥστε μηδὲν ἡμῶν ἐχόντων θεῖον ἐν αὑτοῖς μηδὲ προσόμοιον ἁμωσγέπως ἐκείνῳ καὶ διαρκὲς καὶ βέβαιον, ἀλλὰ φύλλοις, ὡς Ὅμηρος Ὁμηρος ] Z 146 ἔφη, παραπλησίως ἀπομαραινομένων παντάπασι καὶ φθινόντων ἐν ὀλίγῳ, ποιεῖσθαι λόγον τοσοῦτον, ὥσπερ αἱ τοὺς Ἀδώνιδος κήπους ἐπʼ ὀστράκοις τισὶ τιθηνούμεναι καὶ θεραπεύουσαι γυναῖκες, ἐφημέρους ψυχὰς ἐν σαρκὶ τρυφερᾷ καὶ βίου ῥίζαν ἰσχυρὰν οὐ δεχομένῃ βλαστανούσας, εἶτʼ ἀποσβεννυμένας ἐφημέρου ψυχῆς - βλαστανούσης, εἶτα ἀποσβεννυμένης R εὐθὺς ὑπὸ τῆς τυχούσης προφάσεως· εἰ δὲ βούλει, τοὺς ἄλλους θεοὺς ἐάσας σκόπει τουτονὶ τὸν ἐνταυθοῖ τὸν ἡμέτερον, εἴ σοι δοκεῖ, τὰς ψυχὰς τῶν τελευτώντων ἀπολλυμένας ἐπιστάμενος εὐθύς, ὥσπερ ὁμίχλας ἢ καπνοὺς ἀποπνεούσας τῶν σωμάτων, ἱλασμούς τε πολλοὺς προσφέρειν προσφέρειν κἑ ] cf. Symb. meas τῶν κατοιχομένων καὶ γέρα μεγάλα καὶ τιμὰς ἀπαιτεῖν τοῖς τεθνηκόσιν, ἐξαπατῶν καὶ φενακίζων τοὺς πιστεύοντας. ἐγὼ μὲν γὰρ οὐκ ἂν προείμην τῆς ψυχῆς τὴν διαμονήν, εἰ μή τις, ὥσπερ ὁ Ἡρακλῆς, ὑφελὼν τὸν τρίποδα τῆς Πυθίας ἀναιρήσει καὶ διαφθερεῖ τὸ χρηστήριον. ἄχρι δὲ δὲ M τοῦ πολλὰ τοιαῦτα προθεσπίζεσθαι καὶ καθʼ ἡμᾶς, οἷα καὶ Κόρακι τῷ Ναξίῳ χρησθῆναι λέγουσιν, οὐχ ὅσιόν ἐστι τῆς ψυχῆς καταγνῶναι θάνατον καὶ ὁ Πατροκλέας τί δʼ ἦν ἔφη τὸ χρησθὲν ἢ τίς ὁ Κόραξ οὗτος; ὡς ἐμοὶ καὶ τὸ πρᾶγμα καὶ τοὔνομα τοὔνομα scripsi cum X: τὸ ὀνομαζόμενον ξένον. οὐδαμῶς εἶπον, ἀλλʼ αἴτιος ἐγὼ παρωνύμῳ χρησάμενος ἀντὶ τοῦ ὀνόματος. ὁ γὰρ· ἀποκτείνας ἐν τῇ μάχῃ τὸν Ἀρχίλοχον ἐκαλεῖτο Καλλώνδης, ὡς ἔοικεν, ἦν δʼ αὐτῷ Κόραξ ἐπωνύμιον. ἐκβληθεὶς δὲ τὸ πρῶτον ὑπὸ τῆς Πυθίας ὡς ἱερὸν ἄνδρα τῶν Μουσῶν ἀνῃρηκώς, εἶτα χρησάμενος. λιταῖς τισι καὶ προστροπαῖς προστροπαῖς Emperius: προτροπαῖς μετὰ δικαιολογίας ἐκελεύσθη πορευθεὶς ἐπὶ τὴν τοῦ Τέττιγος οἴκησιν ἱλάσασθαι τὴν τοῦ Ἀρχιλόχου ψυχήν. τοῦτο δʼ ἦν ὁ Ταίναρος· ἐπεῖ γάρ φασιν ἐλθόντα μετὰ στόλου Τέττιγα τὸν Κρῆτα πόλιν κτίσαι καὶ κατοικῆσαι παρὰ τὸ ψυχοπομπεῖον. ὁμοίως δὲ καὶ Σπαρτιάταις χρησθὲν ἱλάσασθαι τὴν Παυσανίου ψυχήν, ἐξ Ἰταλίας μεταπεμφθέντες οἱ ψυχαγωγοὶ καὶ θύσαντες ἀπεσπάσαντο τοῦ ἱεροῦ τὸ εἴδωλον. εἷς οὖν ἐστιν ἔφην λόγος ὁ τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον. οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι καὶ τιμωρίας· · ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον· ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν προσηκόντων. ἀλλʼ ἃς μὲν ἐκεῖ καθʼ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας ἤ τινας ἢ τιμὰς (malim ἢ τιμάς τινας ) καὶ κολάσεις W κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλʼ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δʼ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις ἢ τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας διʼ αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς; ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν οὐκ ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας ἢ φίλους ἢ γένος οἰκεῖον ἢ οἰκείους R αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις διʼ αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν ἀναπείσειεν Emperius: ἀγαπήσειεν αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ· λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν· μόνῳ malim μόνον οὖν χρῶμαι τῷ εἰκότι. μηδαμῶς εἶπεν ὁ Ὀλύμπιχος ἀλλὰ δίελθε κἀκεῖνον τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων δεομένων, ἐάσατʼ εἶπον ἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός· ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν. ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ, διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος. ἔστι δὲ πῆ μὲν ἀνόμοια τὰ πράγματα πῆ δʼ ἐοικότα καὶ ὅμοια. νόσου μὲν γὰρ ἄλλος ἄλλον οὐ παύει θεραπευόμενος, οὐδὲ βέλτιόν τις ἔσχε τῶν ὀφθαλμιώντων ἢ πυρεττόντων ἰδὼν ἄλλον ὑπαλειφόμενον ἢ καταπλαττόμενον αἱ δὲ τιμωρίαι τῶν πονηρῶν διὰ τοῦτο δείκνυνται πᾶσιν, ὅτι δίκης κατὰ λόγον περαινομένης ἔργον ἐστὶν ἑτέρους διʼ ἑτέρων κολαζομένων ἐπισχεῖν. δὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν· ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτʼ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε, μεγάλου πάθους σπέρμα μικρὸν οὐκ ἐάσας εἰς μέγεθος προελθεῖν. ἦ γὰρ ἦ γὰρ *: ἢ γὰρ οὐχ οὕτω παρακελευόμεθα, προσέχειν ἀξιοῦντες ἑαυτοῖς καὶ παραφυλάττεσθαι καὶ μὴ παραμελεῖν ὅσοι γεγόνασιν ἐκ πατέρων ἢ μητέρων νοσηματικῶν, ἀλλʼ εὐθὺς ἐξωθεῖν τὴν ἐγκεκραμένην ἀρχὴν εὐκίνητον οὖσαν καὶ ἀκροσφαλῆ προκαταλαμβάνοντας; πάνυ μὲν οὖν ἔφασαν. οὐ τοίνυν ἄτοπον εἶπον ἀλλʼ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλʼ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλʼ ἕνεκα τοῦ μὴ νοσῆσαι· τὸ γὰρ ἐκ πονηροῦ σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν· ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. ἆρʼ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἐν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται κακόφρονά τʼ ἀμφάνῃ τʼ ἀμφάνῃ Ruhnkenius: τὸ ἀμφανῆ πραπίδων καρπόν ὥς φησι Πίνδαρος; Πίνδαρος ] Bergk. 1 p. 451 ἢ κατὰ τοῦτο μὲν ὁ θεὸς οὐδὲν τοῦ Ἡσιόδου Ἡσιόδου ] OD 735 σοφώτερος διακελευομένου καὶ παρεγγυῶντος μηδʼ ἀπὸ δυστήνοιο δυστήνοιο ] δυσφήμοιο Hesiodus τάφου ἀπονοστήσαντα σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός, ὡς οὐ κακίαν μόνον οὐδʼ ἀρετὴν ἀλλὰ καὶ λύπην καὶ χαρὰν καὶ πάνθʼ ὅσʼ ἀναδεχομένης τῆς γενέσεως, ἱλαροὺς καὶ ἡδεῖς καὶ διακεχυμένους ἄγειν πρὸς τὴν τέκνωσιν; ἐκεῖνο δʼ οὐκ ἔστι καθʼ Ἡσίοδον οὐδʼ ἀνθρωπίνης ἔργον σοφίας ἀλλὰ θεοῦ, τὸ διορᾶν καὶ διαισθάνεσθαι τὰς ὁμοιοπαθείας καὶ τὰς διαφοράς, πρὶν εἰς μεγάλα τοῖς πάθεσιν ἐμπεσούσας ἐκπεσούσας R ἀδικήματα γενέσθαι καταφανεῖς. ἄρκτων μὲν γὰρ ἔτι νήπια καὶ λύκων τέκνα καὶ πιθήκων εὐθὺς ἐμφαίνει τὸ συγγενὲς ἦθος, ὑπὸ μηδενὸς ὑπαμπεχόμενον μηδὲ καταπλαττόμενον· ἡ δʼ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, ὥστʼ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δʼ ἡμᾶς τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δʼ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτʼ ἀδικοῦσιν, ἀκολάστους ὅθʼ ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἴοιτο τοῖς τοῖς ] τότε τοῖς R σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν· εὐήθως οἰόμενος· οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλʼ ἔχει μὲν ἐξ ἀρχῆς τὴν κακίαν χρῆται δὲ καιροῦ καὶ δυνάμεως ἐπιλαβόμενος τῷ κλέπτειν ὁ κλέπτης καὶ τῷ παρανομεῖν ὁ τυραννικός. ἀλλʼ ὁ θεὸς οὔτʼ ἀγνοεῖ δήπου τὴν ἑκάστου διάθεσιν καὶ φύσιν ἅτε δὴ ψυχῆς μᾶλλον ἢ σώματος αἰσθάνεσθαι πεφυκώς, οὔτʼ ἀναμένει τὴν βίαν ἐν χερσὶ γενομένην καὶ τὴν ἀναίδειαν ἐν φωνῇ καὶ τὴν ἀκολασίαν ἐν αἰδοίοις κολάζειν· οὐ γὰρ ἀμύνεται τὸν ἀδικήσαντα κακῶς παθὼν οὐδʼ ὀργίζεται τῷ ἁρπάσαντι βιασθεὶς οὐδὲ μισεῖ τὸν μοιχὸν ὑβρισθείς, ἀλλʼ ἰατρείας ἕνεκα τὸν μοιχικὸν καὶ τὸν πλεονεκτικὸν καὶ ἀδικητικὸν κολάζει πολλάκις, ὥσπερ ἐπιληψίαν τὴν κακίαν πρὶν ἢ καταλαβεῖν ἀναιρῶν.