<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="13" subtype="section" type="textpart"><p rend="indent">ὡς δὲ πρῶτον ἐπέσχε, δείσας ἐγὼ μὴ πάλιν ἐξ ὑπαρχῆς ἐπαγάγῃ πλείονας καὶ μείζονας ἀτοπίας, 
<milestone n="557f" unit="stephpage" xml:id="stephpage-557f"/> εὐθὺς ἠρόμην αὐτὸν <q>εἶεν</q> ἔφην, <q>ταῦτα γὰρ πάντα <milestone n="15" unit="tlnum"/> ἀληθινὰ ἡγῇ;</q> κἀκεῖνος <q>εἰ δὲ μὴ πάντʼ</q> εἶπεν <q>ἀλλʼ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον;</q> <q>ἴσως</q> ἔφην ἐγὼ <q>καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θʼ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δʼ <milestone n="20" unit="tlnum"/> εἰς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δ’ εἰς</foreign>] <foreign xml:lang="grc">δέον εἰς</foreign> an <foreign xml:lang="grc">δ’ εἰκὸς εἰς</foreign>?</note> παραμυθίαν ἀφελεῖν τὸ πλῆθος· εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἔασον· καίτοι τὰ πλεῖστα μύθοις ἔοικε καὶ πλάσμασιν· ἀναμνήσθητι δὲ τῶν ἔναγχος Θεοξενίων καὶ τῆς καλῆς ἐκείνης μερίδος, ἣν ἀφαιροῦντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξαιροῦντες</foreign> W</note> 
<milestone n="558a" unit="stephpage" xml:id="stephpage-558a"/> τοὺς Πινδάρου κηρύττουσι λαμβάνειν ἀπογόνους, <milestone n="25" unit="tlnum"/> ὥς σοι τὸ πρᾶγμα σεμνὸν ἐφάνη καὶ ἡδὺ</q> <q>τίς δʼ οὐκ ἄν</q> εἶπεν <q>ἡσθείη τῇ χάριτι τῆς τιμῆς οὕτως Ἑλληνικῶς καὶ ἀφελῶς ἀρχαϊζούσης, εἰ μὴ <pb xml:id="v.3.p.442"/> <q>μέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί κατʼ αὐτὸν τὸν Πίνδαρον;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρον</foreign>] Bergk. 1 p. 421</note></q> </q> <q>ἐῶ τοίνυν</q> ἔφην <q>ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ <q>μετὰ Λέσβιον ᾠδόν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μετὰ Λέσβιον ᾠδόν</foreign>] Leutsch. 2 p. 522</note></q> ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον <milestone n="5" unit="tlnum"/> ὁ γὰρ αὐτός ἐστι λόγος. ἀλλʼ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὀφελτιάδαι</foreign> X: <foreign xml:lang="grc">ὦ φιλτιάδαι</foreign> </note> 
<milestone n="558b" unit="stephpage" xml:id="stephpage-558b"/> γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαΐφαντον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δαϊφάνην</foreign> vocat Pausanias</note> ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρῶτον</foreign>] <foreign xml:lang="grc">πρῴην</foreign> R</note> ὅτε Λυκόρμαις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λυκόρμαις</foreign> Duebnerus: <foreign xml:lang="grc">λυκόρμαι</foreign> </note> καὶ Σατιλαίοις τὴν πάτριον <milestone n="10" unit="tlnum"/>Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφʼ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδʼ ἀμοιβῆς.</q> <q>καλοῦ γʼ</q> εἶπεν <milestone n="15" unit="tlnum"/> <q>ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας.</q> <q>ἄφες οὖν</q> εἶπον <q>ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο 
<milestone n="558c" unit="stephpage" xml:id="stephpage-558c"/> τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδʼ ἐπαίνει τιμωμένης εὐγενείας. δεῖ γάρ, εἰ τὴν <milestone n="20" unit="tlnum"/> χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ. ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν <milestone n="25" unit="tlnum"/> δὲ Λαχάρους ἢ Ἀρίστωνος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστίωνος</foreign> R</note> ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ <pb xml:id="v.3.p.443"/> ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον· ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν 
<milestone n="558d" unit="stephpage" xml:id="stephpage-558d"/> δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν <milestone n="5" unit="tlnum"/> φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ.</q> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><q>καὶ ταῦτα μέν</q> ἔφην <q>ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν πικροὺς καὶ κατηγορικοὺς <milestone n="10" unit="tlnum"/> ἐκείνους. ἀναλαβόντες δʼ αὖθις ὥσπερ ἀρχὴν κλωστῆρος ἐν σκοτεινῷ καὶ πολλοὺς ἑλιγμοὺς καὶ πλάνας ἔχοντι τῷ περὶ τοῦ θεοῦ λόγῳ, καθοδηγῶμεν αὑτοὺς μετʼ εὐλαβείας ἀτρέμα πρὸς τὸ εἰκὸς καὶ πιθανόν, ὡς τό γε σαφὲς καὶ τὴν ἀλήθειαν οὐδʼ ἐν <milestone n="15" unit="tlnum"/> οἷς αὐτοὶ πράττομεν ἀσφαλῶς εἰπεῖν ἔχομεν· οἷον, διὰ τί τῶν ὑπὸ φθίσεως ἢ ὑδέρου διαφθαρέντων 
<milestone n="558e" unit="stephpage" xml:id="stephpage-558e"/> τοὺς παῖδας εἰς ὕδωρ τὼ πόδε βρέχοντας καθίζεσθαι κελεύομεν, ἕως ἂν ὁ νεκρὸς κατακαῇ; δοκεῖ γὰρ οὕτω τὸ νόσημα μὴ μεθίστασθαι μηδὲ προσπελάζειν <milestone n="20" unit="tlnum"/> αὐτοῖς. ἢ πάλιν, διʼ ἣν αἰτίαν, αἰγὸς τὸν ἠρυγγίτην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ ἠρύγγιον</foreign> p. 700 d. 776 f</note> λαβούσης εἰς τὸ στόμα, ὅλον ἐφίσταται τὸ αἰπόλιον, ἄχρι ἂν ἐξέλῃ προσελθὼν ὁ αἰπόλος; ἄλλαι τε δυνάμεις ἁφὰς; ἔχουσαι καὶ διαδόσεις ἀπίστους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπίστοις</foreign> X</note> ὀξύτησι καὶ μήκεσι διʼ ἑτέρων εἰς ἕτερα περαίνουσιν. <milestone n="25" unit="tlnum"/> 
<milestone n="558f" unit="stephpage" xml:id="stephpage-558f"/> ἀλλʼ ἡμεῖς τὰ κατὰ τοὺς χρόνους διαλείμματα θαυμάζομεν οὐ τὰ κατὰ τοὺς τόπους. καίτοι θαυμασιώτερον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καίτοι τί θαυμασιώτερον</foreign> R</note> εἰ, πάθους ἐν Αἰθιοπίᾳ λαβόντος ἀρχήν, <pb xml:id="v.3.p.444"/> ἀνεπλήσθησαν αἱ Ἀθῆναι καὶ Περικλῆς ἀπέθανε καὶ Θουκυδίδης ἐνόσησεν, ἢ εἰ, Δελφῶν καὶ Συβαριτῶν γενομένων πονηρῶν, ἡ δίκη φερομένη περιῆλθεν εἰς τοὺς παῖδας. ἔχουσι γάρ τινας αἱ δυνάμεις ἀναφορὰς <milestone n="5" unit="tlnum"/> ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα καὶ συνάψεις· ὧν ἡ αἰτία, κἂν ὑφʼ ἡμῶν ἀγνοῆται, σιωπῇ περαίνει τὸ οἰκεῖον.</q> </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>οὐ μὴν ἀλλά γε τὰ δημόσια τῶν πόλεων μηνίματα τὸν τοῦ δικαίου λόγον ἔχει πρόχειρον. <milestone n="10" unit="tlnum"/> 
<milestone n="559a" unit="stephpage" xml:id="stephpage-559a"/> ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign> X: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> ταῖς καθʼ ἡλικίαν μεταβολαῖς οὐδʼ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ συμπαθὲς· ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, <milestone n="15" unit="tlnum"/> μέχρι ἂν ἡ ποιοῦσα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ ἑνοποιοῦσα</foreign> Ruhnkenius</note> καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δʼ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ <milestone n="20" unit="tlnum"/> 
<milestone n="559b" unit="stephpage" xml:id="stephpage-559b"/> νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δʼ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐπιχαρμείοις</foreign>] cf. Lorenz. p. 268 vs 13 sqq.</note> ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἣκει τήμερον· ἄλλος; <milestone n="25" unit="tlnum"/> γάρ ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοστῷ, <pb xml:id="v.3.p.445"/> καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ <milestone n="5" unit="tlnum"/> 
<milestone n="559c" unit="stephpage" xml:id="stephpage-559c"/> δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ πρὸς</foreign>] <foreign xml:lang="grc">πρὸς</foreign> R</note> τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλʼ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν τε τὴν αὐτὴν ὡσαύτως <milestone n="10" unit="tlnum"/> διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως· ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡρακλείτειον</foreign>] Bywater p. 16</note> ἅπαντα πράγματα ποταμὸν ἐμβαλόντες, εἰς ὃν οὔ φησι δὶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὶς</foreign>] <foreign xml:lang="grc">δὶς ἂν σʼ</foreign>?</note> ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν <milestone n="15" unit="tlnum"/> τὴν φύσιν μεταβάλλουσαν.</q></p></div></div></body></text></TEI>