ὥστʼ, εἰ μηδὲν ἔστι τῇ ψυχῇ μετὰ τὴν τελευτὴν ἀλλὰ καὶ χάριτος πέρας ἁπάσης καὶ τιμωρίας ὁ θάνατος, μᾶλλον ἄν τις εἴποι τοῖς ταχὺ κολαζομένοις τῶν πονηρῶν καὶ ἀποθνῄσκουσι μαλακῶς καὶ ῥαθύμως χρῆσθαι τὸ δαιμόνιον. καὶ γὰρ εἰ μηδὲν ἄλλο φαίη τις ἂν τῷ βίῳ καὶ τῷ χρόνῳ τῶν πονηρῶν ὑπάρχειν ὑπάρχειν Ruhnkenius: παρέχειν κακόν, ἀλλʼ ἐξελεγχομένης που τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδʼ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν. οἷον ἱστοροῦσι δήπου Λυσίμαχον ὑπὸ δίψης ἐκβιασθέντα καὶ παραδόντα τοῖς Γέταις τὸ σῶμα καὶ τὴν δύναμιν, ὡς ἔπιεν ὑποχείριος γενόμενος, εἰπεῖν φεῦ τῆς ἐμῆς κακίας, ὃς διʼ ἡδονὴν οὕτω βραχεῖαν ἐστέρημαι βασιλείας τηλικαύτης. καίτοι γε πρὸς φυσικὴν πάθους ἀνάγκην ἀντιβῆναι παγχάλεπόν ἐστιν· ὅταν δʼ ἄνθρωπος ἢ χρημάτων ἕνεκα πλεονεξίας ἢ φθόνῳ πολιτικῆς δόξης καὶ δυνάμεως ἢ διʼ ἡδονήν τινα συνουσίας ἄνομον ἔργον ἐργασάμενος καὶ δεινόν, εἶτα τοῦ πάθους ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα, χρήσιμον δὲ μηδὲν μηδʼ ἀναγκαῖον μηδʼ ὀνησιφόρον, ἆρʼ οὐκ εἰκὸς ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ διʼ ἡδονὴν ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς ἔρημον εὑρίσκουσι, φόβων δὲ καὶ λυπῶν καὶ μνήμης ἀτερποῦς καὶ πρὸς τὸ μέλλον μὲν ὑποψίας ἀπιστίας δὲ πρὸς τὸ παρὸν ἀεὶ γέμουσαν. ὥσπερ ὥσπερ ] ὡς γὰρ ρ. μαλιμ ἅπερ γὰρ , σεδ ξφ. π. 463 δτῆς Ἰνοῦς ἐν τοῖς θεάτροις λεγούσης ἀκούομεν, ἐφʼ οἷς ἔδρασε μεταμελομένης φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους Nauck. p. 482 Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων δράσασα μηδέν; ταῦθʼ ἑκάστου τῶν πονηρῶν εἰκὸς εἰκὸς ] omissum a codd. meis ante ἑκάστου transposuerim τὴν ψυχὴν ἀναπολεῖν ἐν αὑτῇ καὶ διαλογίζεσθαι πῶς ἂν ἐκβᾶσα τῆς μνήμης τῶν ἀδικημάτων καὶ τὸ συνειδὸς ἐξ ἑαυτῆς ἐκβαλοῦσα καὶ καθαρὰ γενομένη, βίον ἄλλον ἐξ ἀρχῆς βιώσειεν. οὐ γάρ ἐστι θαρραλέον οὐδʼ ἄτυφον οὐδὲ μόνιμον καὶ βέβαιον ἐν οἷς προαιρεῖται τὸ πονηρόν, εἰ μὴ νὴ Δία σοφούς τινας εἶναι φήσομεν τοὺς ἀδικοῦντας· ἀλλʼ ὅπου φιλοπλουτία καὶ φιληδονία περιμάχητος περιμάχητος ] περιμανὴς vel ἀπαραμύθητος Emperius καὶ φθόνος ἄκρατος ἐνοικίζεται μετὰ δυσμενείας ἢ κακοηθείας, ἐνταῦθα καὶ δεισιδαιμονίαν σκοπῶν ἀνευρήσεις ὑποκαθημένην καὶ μαλακίαν πρὸς πόνον καὶ δειλίαν πρὸς θάνατον καὶ μετάπτωσιν ὀξεῖαν ὁρμῶν καὶ χαυνότητα πρὸς δόξαν ὑπʼ ἀλαζονείας καὶ τοὺς ψέγοντας φοβοῦνται, καὶ τοὺς ἐπαινοῦντας δεδίασιν ὡς ἀδικουμένους τῇ ἀπάτῃ, καὶ μάλιστα τοῖς κακοῖς πολεμοῦντας ὅτι τοὺς δοκοῦντας ἀγαθοὺς ἐπαινοῦσι, προθύμως. τὸ γὰρ σκληρὸν ἐν κακίᾳ καθάπερ ἐν φαύλῳ σιδήρῳ σαθρόν ἐστι καὶ τὸ ἀντίτυπον εὔθραυστον. ὅθεν ἐν χρόνῳ πολλῷ μᾶλλον ὡς ἔχουσιν αὑτοὺς καταμανθάνοντες ἄχθονται καὶ δυσκολαίνουσι καὶ προβάλλονται τὸν ἑαυτῶν βίον. οὐ γὰρ δήπου παρακαταθήκην μὲν ἀποδοὺς καὶ γνώριμον ἐγγυησάμενος καὶ πατρίδι μετὰ δόξης καὶ φιλοτιμίας ἐπιδοὺς καὶ συνεισενεγκὼν ὁ φαῦλος, εὐθύς ἐστιν ἐν μεταμελείᾳ καὶ τοῖς πεπραγμένοις ἀνιᾶται διὰ τὸ πάντῃ μεταπτωτὸν αὐτοῦ καὶ πλανώμενον τῆς γνώμης, καὶ κροτούμενοί τινες ἐν τοῖς θεάτροις εὐθὺς στένουσιν, ὑπονοστούσης τῆς φιλοδοξίας εἰς τὴν φιλαργυρίαν καὶ κροτούμενοι - φιλαργυρίαν ] del. Stegmannus οἱ δὲ καταθύοντες ἀνθρώπους ἐπὶ τυραννίσι καὶ συνωμοσίαις ὡς Ἀπολλόδωρος, καὶ χρήματα φίλων ἀποστεροῦντες ὡς Γλαῦκος ὁ Ἐπικύδους, οὐ μετενόουν οὐδʼ ἐμίσουν ἑαυτοὺς οὐδʼ ἠνιῶντο τοῖς γεγενημένοις. ἐγὼ μὲν γάρ, εἰ θέμις ἐστὶν εἰπεῖν, οὔτε τινὸς θεῶν οὔτε ἀνθρώπων δεῖσθαι κολαστοῦ νομίζω τοὺς ἀνοσιουργοῦντας, ἀλλὰ τὸν βίον αὐτῶν ἐξαρκεῖν ὑπὸ τῆς κακίας διεφθαρμένον ὅλον καὶ συντεταραγμένον. ἀλλὰ σκοπεῖτε τὸν λόγον ἔφην μὴ τοῦ καιροῦ πορρωτέρω πρόεισι καὶ ὁ Τίμων τυχόν ἔφη πρὸς τὸ μέλλον καὶ τὸ λειπόμενον αὐτῷ μῆκος ἤδη γὰρ ὥσπερ ἔφεδρον ἀνίστημι τὴν τελευταίαν ἀπορίαν, ἐπεὶ ταῖς πρώταις διηγώνισται μετρίως. ἃ γὰρ Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 676 ἐγκαλεῖ καὶ παρρησιάζεται πρὸς τοὺς θεούς, τὰ τῶν τεκόντων σφάλματʼ εἰς τοὺς ἐκγόνους τρέποντας, αἰτιᾶσθαι νόμιζε καὶ τοὺς σιωπῶντας ἡμῶν. εἴτε γὰρ οἱ δράσαντες αὐτοὶ δίκην ἔδοσαν, οὐδὲν ἔτι δεῖ κολάζειν τοὺς μὴ ἀδικήσαντας, ὅπου δὶς ἐπὶ τοῖς αὐτοῖς οὐδὲ τοὺς δράσαντας δίκαιον· εἴτε ῥᾳθυμίᾳ καταπροέμενοι τὴν τιμωρίαν ἐν τοῖς πονηροῖς ὀψὲ παρὰ τῶν ἀναιτίων εἰσπράττουσιν, οὐκ εὖ τὸ ἀδίκως τοῦ βραδέως ἀντιλαμβάνουσιν. οἷον ἐνταῦθα δήπουθεν λέγεται λέγεται δήπουθεν Benselerus; malim λέγουσιν ἐλθεῖν Αἴσωπον, ἔχοντα παρὰ Κροίσου χρυσίον ὅπως θύσῃ τε θύσῃ τε *: τε θύσηται τῷ θεῷ μεγαλοπρεπῶς καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας· ὀργῆς δέ τινος, ὡς ἔοικε, καὶ διαφορᾶς αὐτῷ γενομένης πρὸς τοὺς αὐτόθι, τὴν μὲν θυσίαν ἐποιήσατο, τὰ δὲ χρήματʼ ἀνέπεμψεν εἰς Σάρδεις, ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι τῶν ἀνθρώπων οἱ δὲ συνθέντες; αἰτίαν ἐπʼ αὐτὸν ἱεροσυλίας ἀπέκτειναν, ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν. ἐκ δὲ τούτου λέγεται μηνῖσαν μηνῖσαν R: μηνῖσαι τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε περιιόντας ἐν ταῖς Ἑλληνικαῖς; πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρʼ αὐτῶν. τρίτῃ δὲ γενεᾷ Σάμιος Ἰάδμων Ἰάδμων (cf. Arist. Fr. 487) constanter Herodotus: ἰδμων ἀφίκετο, γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν Σάμῳ γεγονώς· καὶ τούτῳ τινὰς δίκας δόντες οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν. ἐξ ἐκείνου δέ φασι καὶ τὴν τιμωρίαν τῶν ἱεροσύλων ἐπὶ τὴν Ναυπλίαν ἀπὸ τῆς Ὑαμπείας μετατεθῆναι. καὶ τὸν Ἀλέξανδρον οὐδʼ οἱ πάνυ φιλοῦντες, ὧν ἐσμεν καὶ ἡμεῖς, ἐπαινοῦσι, τὸ Βραγχιδῶν βραγχίδων vel βραχίδων codd. mei ἄστυ συγχέαντα καὶ διαφθείραντα πᾶσαν ἡλικίαν διὰ τὴν γενομένην τοῦ περὶ Μίλητον ἱεροῦ προδοσίαν ὑπὸ τῶν προπάππων αὐτῶν. Ἀγαθοκλῆς δʼ ὁ Συρακοσίων τύραννος, καὶ σὺν καὶ σὺν ] malim σὺν γέλωτι χλευάζων Κερκυραίους ἐρωτῶντας διὰ τί πορθοίη τὴν νῆσον αὐτῶν, ὅτι νὴ Δίʼ εἶπεν οἱ πατέρες ὑμῶν ὑπεδέξαντο τὸν Ὀδυσσέα. καὶ τῶν Ἰθακησίων ὁμοίως ἐγκαλούντων ὅτι πρόβατα λαμβάνουσιν αὐτῶν οἱ στρατιῶται, ὁ δʼ ὑμέτερος ἔφη βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς καὶ τὸν ποιμένα προσεξετύφλωσεν ἆρʼ οὖν οὐκ ἀτοπώτερος τούτων ὁ Ἀπόλλων, εἰ Φενεάτας ἀπόλλυσι τοὺς νῦν, ἐμφράξας τὸ βάραθρον καὶ κατακλύσας τὴν χώραν ἅπασαν αὐτῶν, ὅτι πρὸ χιλίων ἐτῶν, ὥς φασιν, ὁ Ἡρακλῆς ἀνασπάσας τὸν τρίποδα τὸν μαντικὸν εἰς Φενεὸν ἀπήνεγκε· Συβαρίταις δὲ φράζων ἀπόλυσιν τῶν κακῶν, ὅταν τρισὶν ὀλέθροις ἱλάσωνται τὸ μήνιμα τῆς Λευκαδίας Ἥρας; καὶ μὴν οὐ πολὺς χρόνος, ἀφʼ οὗ Λοκροὶ πέμποντες εἰς Τροίαν πέπαυνται τὰς παρθένους, αἳ καὶ ἀναμπέχονοι γυμνοῖς ποσὶν ἠύτε δοῦλαι tres versus ex Arctini Iliu perside sumtos esse suspicatur Herwerdenus ἠοῖαι ἠοῖαι X: ἢ οἶαι σαίρεσκον Ἀθηναίης περὶ βωμόν, νόσφι κρηδέμνοιο, καὶ εἰ βαρὺ γῆρας ἱκάνοι, διὰ τὴν Αἴαντος ἀκολασίαν. ποῦ δὴ ταῦτα τὸ εὔλογον ἴσχει καὶ δίκαιον; οὐδὲ γὰρ Θρᾷκας ἐπαινοῦμεν, ὅτι στίζουσιν ἄχρι νῦν, τιμωροῦντες Ὀρφεῖ, τὰς αὑτῶν γυναῖκας· οὐδὲ τοὺς περὶ Ἠριδανὸν βαρβάρους, μελανοφοροῦντας ἐπὶ πένθει τοῦ Φαέθοντος, ὥσπερ λέγουσιν. ἔτι δʼ ἂν οἶμαι γελοιότερον ἦν εἰ, τῶν τότʼ ἀνθρώπων, ὅτε διεφθάρη Φαέθων, παραμελησάντων, οἱ πέντε γενεαῖς ἢ δέκα τοῦ πάθους ὕστερον γεγονότες ἤρξαντο τὴν ἐσθῆτα μεταβάλλειν ἐπʼ αὐτῷ καὶ πενθεῖν. καίτοι τοῦτʼ ἀβελτερίαν μὲν ἔχει μόνον οὐδὲν δὲ δεινὸν οὐδʼ ἀνήκεστον αἱ δὲ τῶν θεῶν ὀργαὶ τίνι λόγῳ παραχρῆμα δυόμεναι καθάπερ ἔνιοι τῶν ποταμῶν, εἶθʼ ὕστερον ἐπʼ ἄλλους ἀναφερόμεναι πρὸς ἐσχάτας συμφορὰς τελευτῶσιν; ὡς δὲ πρῶτον ἐπέσχε, δείσας ἐγὼ μὴ πάλιν ἐξ ὑπαρχῆς ἐπαγάγῃ πλείονας καὶ μείζονας ἀτοπίας, εὐθὺς ἠρόμην αὐτὸν εἶεν ἔφην, ταῦτα γὰρ πάντα ἀληθινὰ ἡγῇ; κἀκεῖνος εἰ δὲ μὴ πάντʼ εἶπεν ἀλλʼ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον; ἴσως ἔφην ἐγὼ καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θʼ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δʼ εἰς δʼ εἰς ] δέον εἰς an δʼ εἰκὸς εἰς ? παραμυθίαν ἀφελεῖν τὸ πλῆθος· εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἔασον· καίτοι τὰ πλεῖστα μύθοις ἔοικε καὶ πλάσμασιν· ἀναμνήσθητι δὲ τῶν ἔναγχος Θεοξενίων καὶ τῆς καλῆς ἐκείνης μερίδος, ἣν ἀφαιροῦντες ἐξαιροῦντες W τοὺς Πινδάρου κηρύττουσι λαμβάνειν ἀπογόνους, ὥς σοι τὸ πρᾶγμα σεμνὸν ἐφάνη καὶ ἡδὺ τίς δʼ οὐκ ἄν εἶπεν ἡσθείη τῇ χάριτι τῆς τιμῆς οὕτως Ἑλληνικῶς καὶ ἀφελῶς ἀρχαϊζούσης, εἰ μὴ μέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί κατʼ αὐτὸν τὸν Πίνδαρον; Πίνδαρον ] Bergk. 1 p. 421 ἐῶ τοίνυν ἔφην ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ μετὰ Λέσβιον ᾠδόν μετὰ Λέσβιον ᾠδόν ] Leutsch. 2 p. 522 ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον ὁ γὰρ αὐτός ἐστι λόγος. ἀλλʼ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι Ὀφελτιάδαι X: ὦ φιλτιάδαι γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαΐφαντον, Δαϊφάνην vocat Pausanias ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον, πρῶτον ] πρῴην R ὅτε Λυκόρμαις Λυκόρμαις Duebnerus: λυκόρμαι καὶ Σατιλαίοις τὴν πάτριον Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφʼ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδʼ ἀμοιβῆς. καλοῦ γʼ εἶπεν ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας. ἄφες οὖν εἶπον ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδʼ ἐπαίνει τιμωμένης εὐγενείας. δεῖ γάρ, εἰ τὴν χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ. ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν δὲ Λαχάρους ἢ Ἀρίστωνος Ἀριστίωνος R ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον· ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ. καὶ ταῦτα μέν ἔφην ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν πικροὺς καὶ κατηγορικοὺς ἐκείνους. ἀναλαβόντες δʼ αὖθις ὥσπερ ἀρχὴν κλωστῆρος ἐν σκοτεινῷ καὶ πολλοὺς ἑλιγμοὺς καὶ πλάνας ἔχοντι τῷ περὶ τοῦ θεοῦ λόγῳ, καθοδηγῶμεν αὑτοὺς μετʼ εὐλαβείας ἀτρέμα πρὸς τὸ εἰκὸς καὶ πιθανόν, ὡς τό γε σαφὲς καὶ τὴν ἀλήθειαν οὐδʼ ἐν οἷς αὐτοὶ πράττομεν ἀσφαλῶς εἰπεῖν ἔχομεν· οἷον, διὰ τί τῶν ὑπὸ φθίσεως ἢ ὑδέρου διαφθαρέντων τοὺς παῖδας εἰς ὕδωρ τὼ πόδε βρέχοντας καθίζεσθαι κελεύομεν, ἕως ἂν ὁ νεκρὸς κατακαῇ; δοκεῖ γὰρ οὕτω τὸ νόσημα μὴ μεθίστασθαι μηδὲ προσπελάζειν αὐτοῖς. ἢ πάλιν, διʼ ἣν αἰτίαν, αἰγὸς τὸν ἠρυγγίτην τὸ ἠρύγγιον p. 700 d. 776 f λαβούσης εἰς τὸ στόμα, ὅλον ἐφίσταται τὸ αἰπόλιον, ἄχρι ἂν ἐξέλῃ προσελθὼν ὁ αἰπόλος; ἄλλαι τε δυνάμεις ἁφὰς; ἔχουσαι καὶ διαδόσεις ἀπίστους ἀπίστοις X ὀξύτησι καὶ μήκεσι διʼ ἑτέρων εἰς ἕτερα περαίνουσιν. ἀλλʼ ἡμεῖς τὰ κατὰ τοὺς χρόνους διαλείμματα θαυμάζομεν οὐ τὰ κατὰ τοὺς τόπους. καίτοι θαυμασιώτερον καίτοι τί θαυμασιώτερον R εἰ, πάθους ἐν Αἰθιοπίᾳ λαβόντος ἀρχήν, ἀνεπλήσθησαν αἱ Ἀθῆναι καὶ Περικλῆς ἀπέθανε καὶ Θουκυδίδης ἐνόσησεν, ἢ εἰ, Δελφῶν καὶ Συβαριτῶν γενομένων πονηρῶν, ἡ δίκη φερομένη περιῆλθεν εἰς τοὺς παῖδας. ἔχουσι γάρ τινας αἱ δυνάμεις ἀναφορὰς ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα καὶ συνάψεις· ὧν ἡ αἰτία, κἂν ὑφʼ ἡμῶν ἀγνοῆται, σιωπῇ περαίνει τὸ οἰκεῖον. οὐ μὴν ἀλλά γε τὰ δημόσια τῶν πόλεων μηνίματα τὸν τοῦ δικαίου λόγον ἔχει πρόχειρον. ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ αὑτοῦ X: αὐτῆς ταῖς καθʼ ἡλικίαν μεταβολαῖς οὐδʼ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ συμπαθὲς· ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, μέχρι ἂν ἡ ποιοῦσα ἡ ἑνοποιοῦσα Ruhnkenius καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δʼ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δʼ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις Ἐπιχαρμείοις ] cf. Lorenz. p. 268 vs 13 sqq. ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἣκει τήμερον· ἄλλος; γάρ ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοστῷ, καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς καὶ πρὸς ] πρὸς R τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλʼ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν τε τὴν αὐτὴν ὡσαύτως διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως· ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον Ἡρακλείτειον ] Bywater p. 16 ἅπαντα πράγματα ποταμὸν ἐμβαλόντες, εἰς ὃν οὔ φησι δὶς δὶς ] δὶς ἂν σʼ ? ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν τὴν φύσιν μεταβάλλουσαν.