<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="548a" unit="stephpage" xml:id="stephpage-548a"/> τοιαῦτα μὲν ὁ Ἐπίκουρος εἰπὼν, ὦ Κύντε,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κύντε</foreign> R: <foreign xml:lang="grc">κύνιε</foreign> </note> 
<milestone n="548b" unit="stephpage" xml:id="stephpage-548b"/> καὶ πρὶν ἀποκρίνασθαί τινα πρὸς τῷ πέρατι τῆς στοᾶς γενομένων ἡμῶν, ᾤχετʼ ἀπιών· ἡμεῖς δʼ ὅσον τι θαυμάσαι τοῦ ἀνθρώπου τὴν ἀτοπίαν, ἐπιστάντες <milestone n="5" unit="tlnum"/> σιωπῇ καὶ πρὸς ἀλλήλους διαβλέψαντες, ἀνεστρέφομεν πάλιν ὥσπερ ἐτυγχάνομεν περιπατοῦντες. εἶτα πρῶτος ὁ Πατροκλέας <q>τί οὖν;</q> εἶπεν <q>ἐᾶν δοκεῖ τὴν ζήτησιν, ἢ τῷ λόγῳ καθάπερ παρόντος καὶ μὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ μὴ παρόντος</foreign>] del. Emperius</note> παρόντος ἀποκρινώμεθα τοῦ εἰπόντος;</q> ὑπολαβὼν δʼ ὁ <milestone n="10" unit="tlnum"/>Τίμων <q>ἀλλʼ οὐδʼ εἰ βαλών</q> εἶπεν <q>ἀπηλλάγη, καλῶς 
<milestone n="548c" unit="stephpage" xml:id="stephpage-548c"/> εἶχε περιορᾶν τὸ βέλος ἐγκείμενον· ὁ μὲν γὰρ Βρασίδας ὡς ἔοικεν ἐξελκύσας τὸ δόρυ τοῦ σώματος, αὐτῷ τούτῳ τὸν βαλόντα πατάξας ἀνεῖλεν ἡμῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμῖν</foreign> Madvigius: <foreign xml:lang="grc">ἡμῶν</foreign> </note> δʼ ἀμύνασθαι μὲν οὐδὲν ἔργον ἐστὶ δήπου τοὺς ἄτοπον ἢ <milestone n="15" unit="tlnum"/> ψευδῆ λόγον εἰς ἡμᾶς ἀφέντας, ἀρκεῖ δʼ ἂν αὐτοὶ,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δ’ ἂν αὐτοί</foreign> *: <foreign xml:lang="grc">δὲ αὐτοῖς</foreign> </note> <pb xml:id="v.3.p.418"/> πρὶν ἅψασθαι τὴν δόξαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δόξαν</foreign> Emperius: <foreign xml:lang="grc">δόξαν ἂν</foreign> </note> ἐκβάλωμεν·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκβάλωμεν</foreign> Duebnerus: <foreign xml:lang="grc">ἐκβάλλωμεν</foreign> </note></q> <q>τί οὖν</q> ἔφην ἐγὼ <q>μάλιστα κεκίνηκεν ὑμᾶς τῶν εἰρημένων; ἀθρόα γὰρ πολλὰ καὶ κατὰ τάξιν οὐδέν, ἄλλο δʼ ἀλλαχόθεν ὁ ἄνθρωπος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνθρωπος</foreign> Duebnerus</note> ὥσπερ ὀργῇ τινι καὶ λοιδορίᾳ σπαράττων <milestone n="5" unit="tlnum"/> ἅμα κατεφόρει τῆς προνοίασ.</q> </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">καὶ ὁ Πατροκλέας <q>ἡ περὶ τὰς τιμωρίας</q> εἶπε <q>τῶν πονηρῶν βραδυτὴς τοῦ δαιμονίου καὶ μέλλησις 
<milestone n="548d" unit="stephpage" xml:id="stephpage-548d"/> ἐμοὶ δοκεῖ μάλιστα δεινὸν εἶναι· καὶ νῦν ὑπὸ τῶν λόγων τούτων ὥσπερ πρόσφατος γέγονα τῇ δόξῃ καὶ <milestone n="10" unit="tlnum"/> καινός, ἔκπαλαι δʼ ἠγανάκτουν ἀκούων Εὐριπίδου λέγοντος <quote rend="blockquote"> μέλλει, τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eurip. <title>Or.</title> 420</note> καίτοι πρὸς οὐδὲν ἥκιστα δὲ πρέπει πρὸς τοὺς πονηροὺς ῥᾴθυμον εἶναι τὸν θεόν, οὐ ῥᾳθύμους ὂντας <milestone n="15" unit="tlnum"/> αὐτοὺς οὐδʼ ἀμβολιεργοὺς τοῦ κακῶς ποιεῖν, ἀλλʼ ὀξυτάταις ὁρμαῖς ὑπὸ τῶν παθῶν φερομένους πρὸς τὰς ἀδικίας. καὶ μὴν <q>τὸ ἀμύνασθαι παθεῖν</q> ὡς 
<milestone n="548e" unit="stephpage" xml:id="stephpage-548e"/>Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 3, 38</note> φησὶν <q>ὅτι ἐγγυτάτω κείμενον</q> εὐθὺς ἀντιφράττει τὴν ὁδὸν τοῖς ἐπὶ πλεῖστον εὐροούσῃ <milestone n="20" unit="tlnum"/> τῇ κακίᾳ χρωμένοις. οὐθὲν γὰρ οὕτω χρέος ὡς τὸ τῆς δίκης ὑπερήμερον γιγνόμενον ἀσθενῆ μὲν ταῖς ἐλπίσι ποιεῖ καὶ ταπεινὸν τὸν ἀδικούμενον, αὔξει δὲ θρασύτητι καὶ τόλμῃ τὸν μοχθηρόν· αἱ δʼ ὑπὸ χεῖρα τοῖς τολμωμένοις ἀπαντῶσαι τιμωρίαι καὶ τῶν μελλόντων <milestone n="25" unit="tlnum"/> εἰσὶν ἐπισχέσεις ἀδικημάτων, καὶ μάλιστα τὸ παρηγοροῦν τοὺς πεπονθότας ἔνεστιν αὐταῖς. ὡς <pb xml:id="v.3.p.419"/> ἔμοιγε καὶ τὸ τοῦ Βίαντος ἐνοχλεῖ πολλάκις ἀναλαμβάνοντι 
<milestone n="548f" unit="stephpage" xml:id="stephpage-548f"/> τὸν λόγον· ἔφη γάρ, ὡς ἔοικε, πρός τινα πονηρόν, ὡς οὐ δέδιε μὴ οὐ δῷ δίκην, ἀλλὰ μὴ οὐκ αὐτὸς ἐπίδῃ. τί γὰρ Μεσσηνίοις ὄφελος τοῖς προαναιρεθεῖσι <milestone n="5" unit="tlnum"/> τῆς Ἀριστοκράτους τιμωρίας, ὃς προδοὺς τὴν ἐπὶ Τάφρῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τάφρῳ</foreign> M: <foreign xml:lang="grc">κύπρῳ</foreign> </note> μάχην καὶ λαθὼν ὑπὲρ εἴκοσιν ἔτη καὶ πάντα ταῦτα βασιλεύσας Ἀρκάδων, ὕστερον ἔδωκε δίκην φωραθείς· οἱ δʼ οὐκέτʼ ἦσαν; ἢ τίνʼ Ὀρχομενίων τοῖς ἀποβαλοῦσι παῖδας καὶ φίλους καὶ οἰκείους <milestone n="10" unit="tlnum"/> ὑπὸ Λυκίσκου προδοθέντας ἤνεγκε παραμυθίαν ἡ χρόνοις ὕστερον πολλοῖς ἁψαμένη νόσος καὶ 
<milestone n="549a" unit="stephpage" xml:id="stephpage-549a"/> κατανεμηθεῖσα τοῦ σώματος ὅσον ἀεὶ βάπτων καὶ βρέχων εἰς τὸν ποταμὸν ὤμοσε καὶ κατηράσατο σαπῆναι, προδόντος αὐτοῦ καὶ ἀδικήσαντος; τὰς μὲν <milestone n="15" unit="tlnum"/> γὰρ Ἀθήνησι τῶν ἐναγῶν σωμάτων ῥίψεις καὶ νεκρῶν ἐξορισμοὺς οὐδὲ παίδων παισὶν ἐπιδεῖν ὑπῆρξε τῶν ἀποσφαγέντων ἐκείνων. ὅθεν Εὐριπίδης ἄτοπος, εἰς ἀποτροπὴν κακίας τούτοις χρώμενος, <quote rend="blockquote"><l>οὔτοι προσελθοῦσʼ ἡ Δίκη σε, μὴ τρέσῃς,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 676</note> <milestone n="20" unit="tlnum"/> </l><l>παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν </l><l> τὸν ἄδικον, ἀλλὰ σῖγα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σῖγα</foreign> M: <foreign xml:lang="grc">σιγα</foreign> </note> καὶ βραδεῖ ποδὶ 
<milestone n="549b" unit="stephpage" xml:id="stephpage-549b"/> </l><l>στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ. </l></quote> οὐ γὰρ ἄλλα δήπου, ταῦτα δʼ αὐτὰ τοὺς κακοὺς εἰκός ἐστιν ἑαυτοῖς διακελευομένους καὶ παρεγγυῶντας <milestone n="25" unit="tlnum"/> ἐπιχαίρειν τοῖς παρανομήμασιν, ὡς τῆς ἀδικίας τὸν μὲν καρπὸν εὐθὺς ὡραῖον καὶ προῦπτον <pb xml:id="v.3.p.420"/> ἀποδιδούσης, τὴν δὲ τιμωρίαν ὀψὲ καὶ πολὺ τῆς ἀπολαύσεως καθυστεροῦσαν.</q> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">ταῦτα τοῦ Πατροκλέου διελθόντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος <q>ἐκεῖνο δʼ</q> εἶπεν <q>ὦ Πατροκλέα, πηλίκον <milestone n="5" unit="tlnum"/> αἱ περὶ ταῦτα τοῦ θείου διατριβαὶ καὶ μελλήσεις ἄτοπον ἔχουσιν, ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρʼ ἕκαστον 
<milestone n="549c" unit="stephpage" xml:id="stephpage-549c"/> ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλʼ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν <milestone n="10" unit="tlnum"/> οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται, τοῖς μὲν συμβαίνουσιν ἀχθόμενοι τοῖς δὲ πεπραγμένοις μὴ μεταμελόμενοι; καθάπερ γὰρ ἵππον ἡ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἵππον ἡ</foreign> R: <foreign xml:lang="grc">ἡ ποινὴ ἡ</foreign> </note> παραχρῆμα τὸ πταῖσμα καὶ τὴν ἁμαρτίαν διώκουσα πληγὴ καὶ νύξις ἐπανορθοῖ καὶ μετάγει πρὸς τὸ δέον, οἱ <milestone n="15" unit="tlnum"/> δʼ ὕστερον καὶ μετὰ χρόνον σπαραγμοὶ καὶ ἀνακρούσεις καὶ περιψοφήσεις ἑτέρου τινὸς ἕνεκα μᾶλλον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μᾶλλον</foreign>] post <foreign xml:lang="grc">γίγνεσθαι</foreign> transposuit Benselerus</note> δοκοῦσι, γίγνεσθαι ἢ διδασκαλίας, διὸ τὸ λυποῦν 
<milestone n="549d" unit="stephpage" xml:id="stephpage-549d"/> ἄνευ τοῦ παιδεύειν ἔχουσιν· οὕτως ἡ καθʼ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη <milestone n="20" unit="tlnum"/> τῷ κολάζεσθαι κακία μάλιστʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μάλιστʼ</foreign> W: <foreign xml:lang="grc">μόλις</foreign> </note> ἂν γένοιτο σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν· ἡ δʼ ἀτρέμα καὶ <q>βραδεῖ ποδί</q> κατʼ Εὐριπίδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 676</note> καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη τοῖς <milestone n="25" unit="tlnum"/> πονηροῖς ταὐτομάτῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτομάτῳ</foreign> *: <foreign xml:lang="grc">τῷ αὐτομάτῳ</foreign> </note> μᾶλλον ἢ τῷ κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ <pb xml:id="v.3.p.421"/> ἄτακτον. ὥστʼ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀψε - θεῶν</foreign>] in proverbium abiit ignoti poetae versus. cf. Sext. Emp. adv. Gramm. 1 p. 279. Leutsch. 2 p, 199</note> 
<milestone n="549e" unit="stephpage" xml:id="stephpage-549e"/> καὶ ποιοῦσι τὴν δίκην ἀμαυρὰν καὶ τὸν φόβον ἐξίτηλον τῆς κακίας. <milestone n="5" unit="tlnum"/></q> </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">ῥηθέντων οὖν τούτων κἀμοῦ πρὸς αὑτὸν ὄντος, ὁ Τίμων <q>πότερον</q> εἶπεν <q>ἐπιθῶ καὶ αὐτὸς ἤδη τῷ λόγῳ τὸν κολοφῶνα τῆς ἀπορίας, ἢ πρὸς ταῦτʼ ἐάσω πρότερον αὐτὸν διαγωνίσασθαι;</q> <q>τί γάρ</q> ἔφην ἐγώ <q>δεῖ τὸ τρίτον ἐπενεγκεῖν κῦμα καὶ προσκατακλύσαι <milestone n="10" unit="tlnum"/> τὸν λόγον, εἰ τὰ πρῶτα μὴ δυνατὸς ἔσται διώσασθαι μηδʼ ἀποφυγεῖν ἐγκλήματα; πρῶτον οὖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign>] <foreign xml:lang="grc">μὲν οὖν</foreign> W</note> ὥσπερ ἀφʼ ἑστίας ἀρχόμενοι πατρῴας, τῆς πρὸς τὸ 
<milestone n="549f" unit="stephpage" xml:id="stephpage-549f"/> θεῖον εὐλαβείας τῶν ἐν Ἀκαδημείᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀκαδημείᾳ</foreign> *: <foreign xml:lang="grc">ἀκαδημίᾳ</foreign> </note> φιλοσόφων, τὸ μὲν ὡς εἰδότες τι περὶ τούτων λέγειν ἀφοσιωσόμεθα. <milestone n="15" unit="tlnum"/> πλέον γάρ ἐστι τοῦ περὶ μουσικῶν ἀμούσους καὶ πολεμικῶν ἀστρατεύτους διαλέγεσθαι τὸ τὰ θεῖα καὶ τὰ δαιμόνια πράγματα διασκοπεῖν, ἀνθρώπους ὄντας, οἷον ἀτέχνους τεχνιτῶν διάνοιαν ἀπὸ δόξης καὶ ὑπονοίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπονοίας</foreign> M: <foreign xml:lang="grc">διανοίας</foreign> </note> κατὰ τὸ εἰκὸς μετιόντας. οὐ γὰρ ἰατροῦ μὲν <milestone n="20" unit="tlnum"/> ἰδιώτην ὄντα συμβαλεῖν λογισμόν, ὡς πρότερον οὐκ ἔτεμεν ἀλλʼ ὕστερον οὐδʼ ἐχθὲς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδ’ ἐχθὲς</foreign> *: <foreign xml:lang="grc">οὐδὲ χθές</foreign> </note> ἔλουσεν ἀλλὰ σήμερον, ἔργον ἐστί· περὶ θεῶν δὲ θνητὸν ῥᾴδιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ῥᾴδιον</foreign> *: <foreign xml:lang="grc">ῥᾴδιον ἢ</foreign> </note> βέβαιον εἰπεῖν ἄλλο, πλὴν ὅτι τὸν καιρὸν εἰδὼς 
<milestone n="550a" unit="stephpage" xml:id="stephpage-550a"/> ἄριστα τῆς περὶ τὴν κακίαν ἰατρείας ὡς φάρμακον <milestone n="25" unit="tlnum"/> ἑκάστῳ προσφέρει τὴν κόλασιν, οὔτε μεγέθους <pb xml:id="v.3.p.422"/> μέτρον κοινὸν οὔτε χρόνον ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων ἔχουσαν. ὅτι γὰρ ἡ περὶ τὴν ψυχὴν ἰατρεία, δίκη δὲ καὶ δικαιοσύνη προσαγορευομένη, πασῶν ἐστι τεχνῶν μεγίστη, πρὸς μυρίοις ἑτέροις καὶ Πίνδαρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 288</note> <milestone n="5" unit="tlnum"/> ἐμαρτύρησεν, <q>ἀριστοτέχναν</q> ἀνακαλούμενος τὸν ἄρχοντα καὶ κύριον ἁπάντων θεόν, ὡς δὴ δίκης ὂντα δημιουργόν, ᾗ προσήκει τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου κολαστέον ἕκαστον τῶν πονηρῶν ὁρίζειν. καὶ ταύτης φησὶ τῆς τέχνης ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Min. p. 319 c sqq. de Legg. p 624 b</note> υἱὸν ὄντα τοῦ <milestone n="10" unit="tlnum"/> 
<milestone n="550b" unit="stephpage" xml:id="stephpage-550b"/>Διὸς γεγονέναι τὸν Μίνω μαθητήν, ὡς οὐ δυνατὸν ἐν τοῖς δικαίοις κατορθοῦν οὐδʼ αἰσθάνεσθαι τοῦ κατορθοῦντος τὸν μὴ μαθόντα μηδὲ κτησάμενον τὴν ἐπιστήμην. οὐδὲ γὰρ οὓς ἄνθρωποι νόμους τίθενται τὸ εὔλογον ἁπλῶς ἔχουσι καὶ πάντοτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πάντοσε</foreign> W</note> φαινόμενον, <milestone n="15" unit="tlnum"/> ἀλλʼ ἔνια καὶ δοκεῖ κομιδῇ γελοῖα τῶν προσταγμάτων· οἷον ἐν Λακεδαίμονι, κηρύττουσιν οἱ ἔφοροι παριόντες εὐθὺς εἰς τὴν ἀρχὴν μὴ τρέφειν μύστακα, καὶ πείθεσθαι τοῖς νόμοις ὡς μὴ χαλεποὶ ὦσιν αὐτοῖς· Ῥωμαῖοι δέ, οὓς ἂν εἰς ἐλευθερίαν ἀφαιρῶνται, <milestone n="20" unit="tlnum"/> κάρφος αὐτῶν λεπτὸν ἐπιβάλλουσι τοῖς σώμασιν· ὅταν δὲ διαθήκας γράφωσιν, ἑτέρους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέροις</foreign> Amyotus: <foreign xml:lang="grc">ἕτεροι</foreign> </note> μὲν ἀπολείπουσι 
<milestone n="550c" unit="stephpage" xml:id="stephpage-550c"/> κληρονόμους ἑτέροις δὲ πωλοῦσι τὰς οὐσίας· ὃ δοκεῖ παράλογον εἶναι. παραλογώτατον δὲ τὸ τοῦ Σόλωνος, ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ <milestone n="25" unit="tlnum"/> μερίδι προσθέμενον μηδὲ συστασιάσαντα. καὶ ὅλως πολλὰς. ἄν τις ἐξείποι νόμων ἀτοπίας μήτε τὸν λόγον ἔχων τοῦ νομοθέτου μήτε τὴν αἰτίαν συνιεὶς <pb xml:id="v.3.p.423"/> ἑκάστου τῶν γραφομένων. τί δὴ θαυμαστόν, εἰ, τῶν ἀνθρωπίνων οὕτως, ἡμῖν ὄντων δυσθεωρήτων, οὐκ εὔπορόν ἐστι τὸ περὶ τῶν θεῶν εἰπεῖν, ᾧτινι λόγῳ τοὺς μὲν ὕστερον τοὺς δὲ πρότερον τῶν ἁμαρτανόντων <milestone n="5" unit="tlnum"/> κολάζουσιν;</q> </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent"><q>ταῦτα δʼ οὐκ ἀποδράσεως πρόφασίς ἐστιν ἀλλὰ συγγνώμης αἴτησις, ὅπως ὁ λόγος, οἷον εἰς λιμένα καὶ καταφυγὴν ἀποβλέπων, εὐθαρσέστερον ἐξαναφέρῃ τῷ πιθανῷ πρὸς τὴν ἀπορίαν. ἀλλὰ σκοπεῖτε <milestone n="10" unit="tlnum"/> 
<milestone n="550d" unit="stephpage" xml:id="stephpage-550d"/> πρῶτον, ὅτι κατὰ Πλάτωνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] cf. de Legg. p. 715 e</note> πάντων καλῶν ὁ θεὸς ἑαυτὸν ἐν μέσῳ παράδειγμα θέμενος, τὴν ἀνθρωπίνην ἀρετήν, ἐξομοίωσιν οὖσαν ἁμωσγέπως πρὸς αὑτόν, ἐνδίδωσι τοῖς ἕπεσθαι θεῷ δυναμένοις. καὶ γὰρ ἡ πάντων φύσις ἄτακτος οὖσα ταύτην ἔσχεν <milestone n="15" unit="tlnum"/> ἀρχὴν τοῦ μεταβαλεῖν καὶ γενέσθαι κόσμος, ὁμοιότητι καὶ μεθέξει τινὶ τῆς περὶ τὸ θεῖον ἰδέας καὶ ἀρετῆς. καὶ τὴν ὄψιν αὐτὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸς</foreign>] <foreign xml:lang="grc">ὁ αὐτὸς</foreign> W</note> οὗτος ἁνὴρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνὴρ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἀνὴρ</foreign>. cf. Plat. Tim. Locr. p. 100 c</note> ἀνάψαι φησὶ τὴν φύσιν ἐν ἡμῖν, ὅπως ὑπὸ θέας τῶν ἐν οὐρανῷ φερομένων καὶ θαύματος ἀσπάζεσθαι καὶ ἀγαπᾶν <milestone n="20" unit="tlnum"/> ἐθιζομένη τὸ εὔσχημον ἡ ψυχὴ καὶ τεταγμένον ἀπεχθάνηται 
<milestone n="550e" unit="stephpage" xml:id="stephpage-550e"/> τοῖς ἀναρμόστοις καὶ πλανητοῖς πάθεσι καὶ φεύγῃ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν, ὡς κακίας καὶ πλημμελείας ἁπάσης γένεσιν. οὐ γὰρ ἔστιν ὅ τι μεῖζον ἄνθρωπος ἀπολαύειν θεοῦ πέφυκεν ἢ τὸ μιμήσει καὶ <milestone n="25" unit="tlnum"/> διώξει τῶν ἐν ἐκείνῳ καλῶν καὶ ἀγαθῶν εἰς ἀρετὴν καθίστασθαι. διὸ καὶ τοῖς πονηροῖς ἐν χρόνῳ καὶ σχολαίως τὴν δίκην ἐπιτίθησιν, οὐκ αὐτός τινα <pb xml:id="v.3.p.424"/> τοῦ ταχὺ κολάζειν ἁμαρτίαν δεδιὼς ἢ μετάνοιαν, 
<milestone n="550f" unit="stephpage" xml:id="stephpage-550f"/> ἀλλʼ ἡμῶν τὸ περὶ τὰς τιμωρίας θηριῶδες καὶ λάβρον ἀφαιρῶν καὶ διδάσκων μὴ σὺν ὀργῇ μηδʼ ὅτε μάλιστα φλέγεται καὶ σφαδᾴζει <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"> πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 913</note> καθάπερ δίψαν ἢ πεῖναν ἀποπιμπλάντας ἐπιπηδᾶν τοῖς λελυπηκόσιν, ἀλλὰ μιμουμένους τὴν ἐκείνου πραότητα καὶ τὴν μέλλησιν, ἐν τάξει καὶ ἐμμελείᾳ τὸν ἥκιστα μετανοίᾳ προσοισόμενον χρόνον ἔχοντας <milestone n="10" unit="tlnum"/> σύμβουλον, ἅπτεσθαι τῆς δίκης. ὕδατι γὰρ τεταραγμένῳ προσπεσόντα χρῆσθαι διʼ ἀκρασίαν ἧττόν ἐστι 
<milestone n="551a" unit="stephpage" xml:id="stephpage-551a"/> κακόν, ὡς Σωκράτης ἔλεγεν, ἢ θολερὸν ὄντα καὶ διάπλεων τὸν λογισμὸν ὀργῆς καὶ μανίας, πρὶν ἢ καταστῆναι καὶ γενέσθαι καθαρὸν ἐμφορεῖσθαι τιμωρίας <milestone n="15" unit="tlnum"/> συγγενοῦς καὶ ὁμοφύλου σώματος., οὐ γάρ <q>ἐγγυτάτω τὸ ἀμύνασθαι τῷ παθεῖν</q> ὡς Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 3, 38</note> ἔλεγεν, ἀλλὰ μᾶλλον ἀπωτάτω κείμενον ἀπολαμβάνει τὸ προσῆκον. ὡς γὰρ ὁ θυμὸς κατὰ τὸν Μελάνθιον <quote rend="blockquote"> τὰ δεινὰ πράσσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πράσσει</foreign> p. 453 f.: <foreign xml:lang="grc">πράττει</foreign> </note> τὰς φρένας μετοικίσας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">idem p. 760</note> <milestone n="20" unit="tlnum"/> </quote> οὕτω καὶ ὁ λογισμὸς τὰ δίκαια πράττει καὶ μέτρια, τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐκποδὼν θέμενος. ὅθεν ἡμεροῦνται καὶ τοῖς ἀνθρωπίνοις παραδείγμασιν, 
<milestone n="551b" unit="stephpage" xml:id="stephpage-551b"/> ἀκούοντες ὡς Πλάτων τε τὴν βακτηρίαν ἀνατεινάμενος τῷ παιδὶ πολὺν ἔστη χρόνον, ὡς αὐτὸς ἔφη, <milestone n="25" unit="tlnum"/> τὸν θυμὸν κολάζων καὶ Ἀρχύτας οἰκετῶν τινα πλημμέλειαν ἐν ἀγρῷ καὶ ἀταξίαν καταμαθών, εἶθʼ ἑαυτοῦ συναισθανόμενος ἐμπαθέστερον ἔχοντος καὶ <pb xml:id="v.3.p.425"/> τραχύτερον πρὸς αὐτούς, οὐδὲν ἐποίησεν ἀλλʼ ἢ τοσοῦτον ἀπιών <q>εὐτυχεῖτʼ</q> εἶπεν <q>ὅτι ὀργίζομαι ὑμῖν.</q> εἴπερ οὖν ἀνδρῶν λόγοι μνημονευόμενοι καὶ πράξεις λεγόμεναι τὸ τραχὺ καὶ σφοδρὸν ἀπαρύτουσι τῆς ὀργῆς, <milestone n="5" unit="tlnum"/> πολὺ μᾶλλον εἰκὸς ἡμᾶς τὸν θεὸν ὁρῶντας, ᾧ δέος οὐδὲν οὐδὲ μετάνοια πράγματος οὐδενός, ὅμως ἐν τῷ μέλλοντι τὴν τιμωρίαν κατατιθέμενον καὶ περιμένοντα 
<milestone n="551c" unit="stephpage" xml:id="stephpage-551c"/> τὸν χρόνον, εὐλαβεῖς περὶ τὰ τοιαῦτα γίγνεσθαι καὶ θεῖον ἡγεῖσθαι μόριον ἀρετῆς τὴν πραότητα <milestone n="10" unit="tlnum"/> καὶ τὴν μετριοπάθειαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μετριπάθειαν</foreign> Patzigius: <foreign xml:lang="grc">μεγαλοπάθειαν</foreign> </note> ἣν ὁ θεὸς ἐνδείκνυται τῷ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῷ μὲν</foreign>] <foreign xml:lang="grc">τῷ μὲν ταχέως</foreign> (malim <foreign xml:lang="grc">ταχὺ</foreign> vid. p. 550 e) R</note> κολάζειν ὀλίγους ἐπανορθοῦσαν, τῷ δὲ βραδέως πολλοὺς ὠφελοῦσαν καὶ νουθετοῦσαν.</q></p></div></div></body></text></TEI>