καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδʼ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες, ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν· ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς ἀντικρὺ χρόα τε ῥηξει σύν τ’ ὀστέ" ἀράξει. ὀστέ’ ἀράξει · ὀστέα ῥάξει ἧ ἧ · ἢ οὐχ ἅλις (φησίν) ὅττι μάχης ἐπιδεύομαι; ib. 670 Hom. Ψ 673 ἀλλʼ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθʼ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν, ἢ πρός τινα μαθήματα καὶ λόγων ἀκρόασιν ὀλιγωρίαν ὡς ὁ Ὀδυσσεὺς αὐτὰρ ἐμὸν κῆρ id. μ 192 ἤθελʼ ἀκουέμεναι, λῦσαι δʼ ἐκέλευον ἑταίρους ὀφρύσι νευστάζων. καὶ πάλιν ἀλλʼ ἐγὼ οὐ πιθόμην ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν, ib. ι 228 ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη. καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδʼ ἀγεννεῖς · ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι. πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας ἀπορίας W: ἀπειρίας καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες, ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται · καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι καὶ τοιοῦτόν ἐστιν ἔφη τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον· ἡμεῖς πάλαι ταῦτα, νῦν δʼ ἐκεῖνα ποιοῦμεν ἡμεῖς πάλαι ταῦτα ἐποιοῦμεν, νῦν δ’ ἐκεῖνα ἔχομεν Cobetus ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας. καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. ἕτερα δʼ αὐτοῖς τρόπον τινὰ τοῖς ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα καὶ τὸ πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως Nauck. p. 616 ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης. καὶ τὸ ὀκνῶν ὀκνῶν Cobetus: ὀκνῶ δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν, id. p. 617 καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους. ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτω καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν.