<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg106.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent">ταῦτα μὲν οὖν καὶ ἄλλως ἐπίστασθαι καὶ <milestone n="10" unit="tlnum"/> παραφυλάττειν τῷ πολιτικῷ προσήκει. τοὺς δʼ ἀναγκασθέντας ἐπαινεῖν αὑτοὺς ἐλαφροτέρους παρέχει καὶ τὸ μὴ πάντα προσποιεῖν ἑαυτοῖς, ἀλλʼ ὥσπερ φορτίου τῆς δόξης τὸ μὲν εἰς τὴν τύχην τὸ δʼ εἰς τὸν θεὸν ἀποτίθεσθαι. διὸ καλῶς μὲν ὁ Ἀχιλλεύς <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. X 379</note> καλῶς δὲ Τιμολέων, ἐν Συρακούσαις Αὐτοματίας βωμὸν ἱδρυσάμενος ἐπὶ ταῖς πράξεσι καὶ τὴν οἰκίαν <q>ἀγαθῷ δαίμονι</q> καθιερώσας· ἄριστα δὲ Πύθων ὁ Αἴνιος, ἐπειδὴ Κότυν ἀποκτείνας ἧκεν εἰς Ἀθήνας <milestone n="20" unit="tlnum"/> <milestone n="542f" unit="stephpage" xml:id="stephpage-542f"/> καὶ τῶν δημαγωγῶν διαμιλλωμένων τοῖς ἐγκωμίοις αὐτοῦ πρὸς τὸν δῆμον ᾔσθετο βασκαίνοντας ἐνίους καὶ βαρυνομένους, παρελθών <q>ταῦτʼ</q> εἶπεν <q>ἄνδρες Ἀθηναῖοι, θεός τις ἔπραξεν, ἡμεῖς δὲ τὰς χεῖρας ἐχρήσαμεν</q> ἀφῄρει δὲ καὶ Σύλλας τὸν φθόνον ἀεὶ <milestone n="25" unit="tlnum"/> τὴν Τύχην ἐπαινῶν, καὶ τέλος Ἐπαφρόδιτον ἑαυτὸν προσανηγόρευσε. μᾶλλον γὰρ εὐτυχίας ἢ ἀρετῆς ἡττᾶσθαι βούλονται τὸ μὲν ἀλλότριον ἀγαθὸν ἡγούμενοι, <milestone n="543a" unit="stephpage" xml:id="stephpage-543a"/> τὸ δʼ οἰκεῖον ἔλλειμμα καὶ παρʼ αὑτοὺς <pb xml:id="v.3.p.404"/> γενόμενον. οὐχ ἥκιστα γοῦν λέγουσιν ἀρέσαι Λοκροῖς τὴν Ζαλεύκου νομοθεσίαν, ὅτι τὴν Ἀθηνᾶν ἔφασκεν αὑτῷ φοιτῶσαν εἰς ὄψιν ἑκάστοτε τοὺς νόμους ὑφηγεῖσθαι καὶ διδάσκειν αὑτοῦ δὲ μηδὲν εἶναι διανόημα <milestone n="5" unit="tlnum"/> μηδὲ βούλευμα τῶν εἰσφερομένων. </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent">ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ τὰ</foreign>] <foreign xml:lang="grc">καὶ</foreign> Stegmannus</note> παρηγορήματα μηχανᾶσθαι· πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι <milestone n="10" unit="tlnum"/> τῶν ἐπαίνων· εἴ τις ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν <milestone n="543b" unit="stephpage" xml:id="stephpage-543b"/> ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος, οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν <milestone n="15" unit="tlnum"/> αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδʼ ἐφʼ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλʼ ἐπαινεῖν ὡς χρὴ διδάσκων. τὸ γάρ <q>οὐ λίθοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ λίθοις κἑ</foreign>] Demosth. 18, 299 qui post <foreign xml:lang="grc">ὅπλα</foreign> add. <foreign xml:lang="grc">καὶ πόλεις καὶ τόπους καὶ λιμένας καὶ ναῦς</foreign> </note> ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ ἀλλʼ ἐὰν τὸν <milestone n="20" unit="tlnum"/> ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις καὶ ὅπλα καὶ ἵππους καὶ συμμάχους</q> τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι. καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον· ὀλοφυρόμενοι <milestone n="543c" unit="stephpage" xml:id="stephpage-543c"/> γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ, καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι τῶν στρατηγιῶν <milestone n="25" unit="tlnum"/> ἐμέμνηντο καὶ τῆς δυνάμεως, καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος <pb xml:id="v.3.p.405"/> ἀπολέλοιπεν ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατʼ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον τῆ ἀρετῆς ἐγκώμια λέγοντας· τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι διʼ αὐτὸν <milestone n="5" unit="tlnum"/> οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε. τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, <milestone n="543d" unit="stephpage" xml:id="stephpage-543d"/> ἐπαινουμένῳ περὶ λόγου δεινότητα, μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος· καὶ στρατηγῷ θαυμαζομένῳ διʼ ἐμπειρίαν πολεμικὴν ἢ εὐτυχίαν, <milestone n="10" unit="tlnum"/> περὶ πραότητός τε καὶ δικαιοσύνης αὐτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοῦ</foreign> *: <foreign xml:lang="grc">αὐτοῦ</foreign> </note> παρρησιάσασθαι καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν <quote rend="blockquote"> οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐίσκεις; </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">π</foreign> 187</note> <milestone n="15" unit="tlnum"/> ἀλλʼ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον. ὁ γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τἀληθὲς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀληθὲς</foreign> *: <foreign xml:lang="grc">τὸ ἀληθὲς</foreign> </note> <milestone n="543e" unit="stephpage" xml:id="stephpage-543e"/> ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κενὰ καὶ ψευδῆ</foreign> Duebnerus</note> <milestone n="20" unit="tlnum"/> μὴ προσδεχομένων. διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας ἀλλὰ Φιλαδέλφους ἢ φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεοφιλεῖς, οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες. ὥσπερ αὖ καὶ <milestone n="25" unit="tlnum"/> τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τὸ τῆς σοφίας ἐπιγραφομένους ὄνομα, χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν <pb xml:id="v.3.p.406"/> ἀνεπίφθονον καὶ μέτριον λέγουσιν. οἱ δὲ ῥήτορες καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ῥήτορες καὶ</foreign> *: <foreign xml:lang="grc">ῥητορικοὶ</foreign> </note> σοφισταὶ τὸ <q>θείως</q> καὶ τὸ <q>δαιμονίως</q> καὶ τὸ <milestone n="543f" unit="stephpage" xml:id="stephpage-543f"/> <q>μεγάλως</q> ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι, καὶ τὸ <q>μετρίως</q> καὶ τὸ <q>ἀνθρωπίνως</q> προσαπολλύουσι. <milestone n="5" unit="tlnum"/> </p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent">καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδʼ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας <milestone n="10" unit="tlnum"/> ἐλαφρὰς ἐμβάλλοντες, ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν· ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς <quote rend="single">ἀντικρὺ χρόα τε ῥηξει σύν τ’ ὀστέ" ἀράξει.</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀστέ’ ἀράξει</foreign>· <foreign xml:lang="grc">ὀστέα ῥάξει</foreign> </note> <quote rend="single">ἧ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἧ</foreign> · <foreign xml:lang="grc">ἢ</foreign> </note> οὐχ ἅλις (φησίν) ὅττι μάχης ἐπιδεύομαι;</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. 670</note><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Ψ</foreign> 673</note> <milestone n="15" unit="tlnum"/> <milestone n="544a" unit="stephpage" xml:id="stephpage-544a"/> ἀλλʼ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθʼ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν, ἢ πρός τινα μαθήματα καὶ λόγων ἀκρόασιν ὀλιγωρίαν ὡς ὁ <milestone n="20" unit="tlnum"/>Ὀδυσσεὺς <quote rend="blockquote"><l> αὐτὰρ ἐμὸν κῆρ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. <foreign xml:lang="grc">μ</foreign> 192</note><l> ἤθελʼ ἀκουέμεναι, λῦσαι δʼ ἐκέλευον ἑταίρους </l><l> ὀφρύσι νευστάζων. </l></quote> καὶ πάλιν <milestone n="25" unit="tlnum"/> <milestone n="544b" unit="stephpage" xml:id="stephpage-544b"/> <quote rend="blockquote"><l> ἀλλʼ ἐγὼ οὐ πιθόμην ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ι</foreign> 228</note><l> ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη. </l></quote> <pb xml:id="v.3.p.407"/> καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδʼ ἀγεννεῖς · ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι. πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπορίας</foreign> W: <foreign xml:lang="grc">ἀπειρίας</foreign> </note> καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις <milestone n="5" unit="tlnum"/> παρεμβάλλοντες, ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται · καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι καὶ <q>τοιοῦτόν ἐστιν</q> ἔφη <q>τὸ ἐνδελεχὲς καὶ φιλόπονον <milestone n="544c" unit="stephpage" xml:id="stephpage-544c"/> καὶ ἀνδρεῖον· ἡμεῖς πάλαι ταῦτα, νῦν δʼ <milestone n="10" unit="tlnum"/> ἐκεῖνα ποιοῦμεν</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμεῖς πάλαι ταῦτα ἐποιοῦμεν, νῦν δ’ ἐκεῖνα ἔχομεν</foreign> Cobetus</note> ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας. </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent">καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. ἕτερα δʼ αὐτοῖς τρόπον <milestone n="15" unit="tlnum"/> τινὰ τοῖς ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα καὶ τὸ <quote rend="blockquote"><l> πῶς δʼ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 616</note><l>ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ <milestone n="20" unit="tlnum"/> </l><l> ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης. </l></quote> καὶ τὸ <quote rend="blockquote"><l> ὀκνῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀκνῶν</foreign> Cobetus: <foreign xml:lang="grc">ὀκνῶ</foreign> </note> δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. p. 617</note><l> καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους. <milestone n="544d" unit="stephpage" xml:id="stephpage-544d"/> </l></quote> ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτω καὶ δόξαν οἱ πολλοὶ <milestone n="25" unit="tlnum"/> καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν <pb xml:id="v.3.p.408"/> οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν. </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δʼ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ <milestone n="5" unit="tlnum"/> τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλʼ ἕτερὸν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν. ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hom. <foreign xml:lang="grc">Λ</foreign> 655 sqq.</note> <milestone n="10" unit="tlnum"/> παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν <milestone n="544e" unit="stephpage" xml:id="stephpage-544e"/> ἀνέστησεν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. H 124 sqq.</note> ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθʼ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων <milestone n="15" unit="tlnum"/> παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων <quote rend="blockquote"> ἄμμες ποτʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποτʼ</foreign>] <foreign xml:lang="grc">ποκʼ</foreign> Cobetus</note> ἦμες ἄλκιμοι νεανίαι </quote> οἱ δὲ τῶν παίδων <quote rend="blockquote"> ἄμμες δὲ γʼ ἐσσόμεθα πολλῷ κάρρονες <milestone n="20" unit="tlnum"/> </quote> οἱ δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἱ μὲν - οἱ δὲ - οἱ δὲ</foreign>] corr. vid. <foreign xml:lang="grc">ὁ μὲν - ὁ δὲ - ὁ δὲ</foreign></note> τῶν νεανίσκων <quote rend="blockquote"> ἄμμες δὲ γʼ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο· </quote> <milestone n="544f" unit="stephpage" xml:id="stephpage-544f"/> καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις διʼ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος. <milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>