<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg106.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="539a" unit="stephpage" xml:id="stephpage-539a"/> τὸ περὶ ἑαυτοῦ λέγειν ὡς τι ὄντος ἢ δυναμένου <milestone n="539b" unit="stephpage" xml:id="stephpage-539b"/> πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δʼ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν <milestone n="5" unit="tlnum"/> ψεγόντων. ὁ γοῦν Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 675</note> εἰπών <quote rend="blockquote"><l> εἰ δʼ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, </l><l> οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· </l><l> νῦν δʼ, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος </l><l> λαβεῖν ἀμισθί,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀμισθὶ</foreign>] <foreign xml:lang="grc">ἀμοχθεὶ</foreign> Philodemus</note> πᾶς τις ἥδεται λέγων <milestone n="10" unit="tlnum"/> </l><l>τὰ τʼ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει </l></quote> <milestone n="539c" unit="stephpage" xml:id="stephpage-539c"/> φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. ὁμοίως ὁ Πίνδαρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] <title>Olymp.</title> 9, 38</note> φήσας <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l> καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν </l><l>μανίαισιν ὑποκρέκει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μαίαισιν ὑποκρέκει</foreign> Pindarus: <foreign xml:lang="grc">μανίαις ὑποκρέκειν</foreign> </note> </l></quote> οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν; ἀλλὰ <pb xml:id="v.3.p.395"/> καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. καὶ Τιμόθεον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τιμόθεον</foreign>] Bergk. 3 p. 623</note> ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l> μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κᾶρυξ ὅτʼ</foreign> idem: <foreign xml:lang="grc">ὅτε κᾶρυξ</foreign> </note> ὅτʼ εἶπεν </l><l>νικᾷ Τιμόθεος Μιλήσιος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μιλήσιος</foreign> idem: <foreign xml:lang="grc">ὁ Μιλήσιος</foreign> </note> </l><l> τὸν Κάμωνος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κάμωνος</foreign> idem (ex Polluce 4, 66): <foreign xml:lang="grc">κάρωνος</foreign> aut <foreign xml:lang="grc">κάρβωνος</foreign> </note> τὸν ἰωνοκάμπταν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰωνοκάμπταν</foreign>] <foreign xml:lang="grc">φωνοκάμπταν</foreign>?</note> </l></quote> εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως; <milestone n="539d" unit="stephpage" xml:id="stephpage-539d"/> ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην. αὐτῷ μὲν γὰρ ὁ <milestone n="10" unit="tlnum"/> παρʼ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] <title>Comment.</title> 2, 1, 31</note> εἴρηκεν· ἑτέροις δʼ ὁ περὶ αὑτοῦ λυπηρότατον. πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπʼ ἄλλων ἐπαινῶνται δεύτερον δʼ ἀδίκους, <milestone n="15" unit="tlnum"/> ἃ λαμβάνειν ἔδει παρʼ ἑτέρων αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, <milestone n="539e" unit="stephpage" xml:id="stephpage-539e"/> πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ <milestone n="20" unit="tlnum"/> τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων, ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης; περιαυτολογίας πρὸς οὐδεμίαν αὑτοῦ δόξαν ἢ χάριν, ἀλλὰ καιροῦ καὶ πράξεως <milestone n="25" unit="tlnum"/> ἀπαιτούσης, ὡς περὶ ἄλλου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς περὶ ἄλλου</foreign> Emperius: <foreign xml:lang="grc">ὥσπερ ἄλλο τι</foreign> </note> λεχθῆναι καὶ περὶ αὑτοῦ <pb xml:id="v.3.p.396"/> τι τῶν ἀληθινῶν μάλιστα δʼ ὅταν ᾖ, τὰ πεπραγμένα καὶ προσόντα χρηστὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρηστὰ</foreign>] <foreign xml:lang="grc">χρήσθʼ</foreign>?</note> αὑτῷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῷ</foreign> Madvigius: <foreign xml:lang="grc">τῷ</foreign> </note> μὴ φεισάμενον εἰπεῖν, διαπράξασθαί τι τῶν ὁμοίων. καλὸν γὰρ ὁ τοιοῦτος <milestone n="539f" unit="stephpage" xml:id="stephpage-539f"/> ἔπαινος ἐκφέρει καρπόν, ὥσπερ ἀπὸ σπέρματος πλειόνων <milestone n="5" unit="tlnum"/> ἑτέρων ἀπʼ αὐτοῦ καὶ κρειττόνων φυομένων ἐπαίνων. καὶ γὰρ τὴν δόξαν ὁ πολιτικὸς ἀνὴρ οὐχ ὥς τινα μισθὸν ἢ παραμυθίαν τῆς · ἀρετῆς ἀπαιτεῖ καὶ ἀγαπᾷ ταῖς πράξεσι παροῦσαν ἀλλʼ ὅτι τὸ πιστεύεσθαι καὶ δοκεῖν χρηστὸν εἶναι πλειόνων καὶ <milestone n="10" unit="tlnum"/> καλλιόνων πράξεων ἀφορμὰς δίδωσι. πειθομένους γὰρ ἅμα καὶ φιλοῦντας ἡδὺ καὶ ῥᾴδιον ὠφελεῖν πρὸς δʼ ὑποψίαν καὶ διαβολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ, φεύγοντας εὖ παθεῖν προσβιαζόμενον. εἰ δὲ καὶ διʼ ἑτέρας αἰτίας τινὰς ὁ πολιτικὸς αὑτὸν <milestone n="15" unit="tlnum"/> <milestone n="540a" unit="stephpage" xml:id="stephpage-540a"/> ἐπαινέσειε, σκεπτέον τίνες εἰσὶν αὗται, ὅπως ἐξευλαβούμενοι τὸ κενὸν καὶ δυσχεραινόμενον, εἴ τι χρήσιμον ἔχει, μὴ παραλίπωμεν. </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται <milestone n="20" unit="tlnum"/> μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων <milestone n="25" unit="tlnum"/> <milestone n="540b" unit="stephpage" xml:id="stephpage-540b"/> ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρʼ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν. ὅταν δὲ μηδʼ ἁπλῶς καὶ καθʼ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλʼ ἁμιλλώμενοι πρὸς <pb xml:id="v.3.p.397"/> ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι. τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ <milestone n="5" unit="tlnum"/> παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δʼ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδʼ ἑτέρων ἐπαινούντων αὑτὸν <milestone n="540c" unit="stephpage" xml:id="stephpage-540c"/> ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις <milestone n="10" unit="tlnum"/> οὖσιν ἂν δʼ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλʼ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον. <milestone n="15" unit="tlnum"/> </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">αὑτὸν δʼ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς· <q>καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναὶ τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε <milestone n="20" unit="tlnum"/> καὶ χρημάτων κρείσσων.</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Thucyd. 2, 60</note> οὐ γὰρ μόνον ἀλαζονείαν <milestone n="540d" unit="stephpage" xml:id="stephpage-540d"/> καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τῷ λέγειν τηνικαῦτα περὶ αὑτοῦ τι σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι, τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης; καὶ χειρουμένης τὸν φθόνον. οὐδὲ γὰρ <milestone n="25" unit="tlnum"/> κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλʼ ἐπαίρονται καὶ γάνυνται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γάνυνται</foreign> *: <foreign xml:lang="grc">γάννυνται</foreign> </note> καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὥσπερ ἐπιμαρτυρεῖ τὰ γενόμενα. Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν <pb xml:id="v.3.p.398"/> στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλʼ εἰς τὴν Λακωνικὴν <milestone n="540e" unit="stephpage" xml:id="stephpage-540e"/> ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις <milestone n="5" unit="tlnum"/> ἀπέλυσαν· Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Μεσσήνην ᾤκισε καὶ τὴν Λακωνικὴν διεπόρθησε καὶ συνέστησεν Ἀρκαδίαν, ἀκόντων ἐκείνων <milestone n="10" unit="tlnum"/> οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπʼ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. · ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ <quote rend="blockquote"> ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι,</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Δ</foreign> 405</note> <milestone n="15" unit="tlnum"/> <milestone n="540f" unit="stephpage" xml:id="stephpage-540f"/> μεμνημένους τοῦ <quote rend="blockquote"><l> ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">idem <foreign xml:lang="grc">Δ</foreign> 370</note><l>τί πτώσσεις; τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας; </l></quote> οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλʼ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν <milestone n="20" unit="tlnum"/> συγγνώμονα τῆς αἰτίας διδούσης. ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δʼ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, διʼ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, <milestone n="25" unit="tlnum"/> στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Καπετώλιον</foreign> *: <foreign xml:lang="grc">καπιτώλιον</foreign> </note> <milestone n="541a" unit="stephpage" xml:id="stephpage-541a"/> καὶ συνέθυσαν. ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλʼ <pb xml:id="v.3.p.399"/> ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δʼ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ δυστυχοῦσι μᾶλλον ἁρμόζει μεγαλαυχία καὶ <milestone n="5" unit="tlnum"/> κόμπος ἢ εὐτυχοῦσιν. οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπολαύειν χαριζόμενοι τῷ φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως τὸ ἐλεεινὸν <milestone n="10" unit="tlnum"/> καὶ συνεπιθρηνοῦν τοῖς ἀβουλήτοις καὶ ταπεινούμενον. <milestone n="541b" unit="stephpage" xml:id="stephpage-541b"/> ὥσπερ οὖν τοὺς ἐν τῷ περιπατεῖν ἐπαιρομένους καὶ ὑψαυχενοῦντας ἀνοήτους ἡγούμεθα καὶ κενούς· ἂν δὲ πυκτεύοντες ἢ μαχόμενοι διεγείρωσι καὶ ἀνάγωσιν ἑαυτούς, ἐπαινοῦμεν· οὕτως ἀνὴρ ὑπὸ <milestone n="15" unit="tlnum"/> τύχης σφαλλόμενος ἑαυτὸν εἰς ὀρθὸν καθιστὰς καὶ ἀντίπαλον <quote rend="blockquote">πύκτης ὅπως εἰς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰς</foreign>] <foreign xml:lang="grc">ἐς</foreign> dem</note> χεῖρας,</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Soph. <title>Trach</title> 442</note> ἐκ τοῦ ταπεινοῦ καὶ οἰκτροῦ τῇ μεγαλαυχίᾳ μεταφέρων εἰς τὸ γαῦρον καὶ ὑψηλόν, οὐκ ἐπαχθὴς οὐδὲ <milestone n="20" unit="tlnum"/> θρασὺς ἀλλὰ μέγας εἶναι δοκεῖ καὶ ἀήττητος ὥς που καὶ τὸν Πάτροκλον ὁ ποιητὴς μέτριον καὶ ἀνεπίφθονον ἐν τῷ κατορθοῦν ἐν δὲ τῷ τελευτᾶν μεγαλήγορον πεποίηκε λέγοντα <milestone n="541c" unit="stephpage" xml:id="stephpage-541c"/> <quote rend="blockquote"> τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Π</foreign> 847</note> <milestone n="25" unit="tlnum"/> </quote> καὶ Φωκίων τἄλλα πρᾶος ἦν· μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον <pb xml:id="v.3.p.400"/> καὶ δυσανασχετοῦντα <q>τί λέγεις</q> εἶπεν <q>οὗτος;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὧ οὗτος</foreign> R. sed cf. p. 568 a. <foreign xml:lang="grc">Θούδιππε</foreign> W</note> οὐκ ἀγαπᾷς ἀποθνῄσκων μετὰ Φωκίωνος;</q> </p></div></div></body></text></TEI>