τὸ περὶ ἑαυτοῦ λέγειν ὡς τι ὄντος ἢ δυναμένου πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δʼ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων. ὁ γοῦν Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 675 εἰπών εἰ δʼ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· νῦν δʼ, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμισθί, ἀμισθὶ ] ἀμοχθεὶ Philodemus πᾶς τις ἥδεται λέγων τὰ τʼ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. ὁμοίως ὁ Πίνδαρος Πίνδαρος ] Olymp. 9, 38 φήσας καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν μανίαισιν ὑποκρέκει μαίαισιν ὑποκρέκει Pindarus: μανίαις ὑποκρέκειν οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν; ἀλλὰ καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. καὶ Τιμόθεον Τιμόθεον ] Bergk. 3 p. 623 ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ κᾶρυξ ὅτʼ idem: ὅτε κᾶρυξ ὅτʼ εἶπεν νικᾷ Τιμόθεος Μιλήσιος Μιλήσιος idem: ὁ Μιλήσιος τὸν Κάμωνος Κάμωνος idem (ex Polluce 4, 66): κάρωνος aut κάρβωνος τὸν ἰωνοκάμπταν ἰωνοκάμπταν ] φωνοκάμπταν ? εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως; ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην. αὐτῷ μὲν γὰρ ὁ παρʼ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν Ξενοφῶν ] Comment. 2, 1, 31 εἴρηκεν· ἑτέροις δʼ ὁ περὶ αὑτοῦ λυπηρότατον. πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπʼ ἄλλων ἐπαινῶνται δεύτερον δʼ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρʼ ἑτέρων αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες. οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων, ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης; περιαυτολογίας πρὸς οὐδεμίαν αὑτοῦ δόξαν ἢ χάριν, ἀλλὰ καιροῦ καὶ πράξεως ἀπαιτούσης, ὡς περὶ ἄλλου ὡς περὶ ἄλλου Emperius: ὥσπερ ἄλλο τι λεχθῆναι καὶ περὶ αὑτοῦ τι τῶν ἀληθινῶν μάλιστα δʼ ὅταν ᾖ, τὰ πεπραγμένα καὶ προσόντα χρηστὰ χρηστὰ ] χρήσθʼ ? αὑτῷ αὐτῷ Madvigius: τῷ μὴ φεισάμενον εἰπεῖν, διαπράξασθαί τι τῶν ὁμοίων. καλὸν γὰρ ὁ τοιοῦτος ἔπαινος ἐκφέρει καρπόν, ὥσπερ ἀπὸ σπέρματος πλειόνων ἑτέρων ἀπʼ αὐτοῦ καὶ κρειττόνων φυομένων ἐπαίνων. καὶ γὰρ τὴν δόξαν ὁ πολιτικὸς ἀνὴρ οὐχ ὥς τινα μισθὸν ἢ παραμυθίαν τῆς · ἀρετῆς ἀπαιτεῖ καὶ ἀγαπᾷ ταῖς πράξεσι παροῦσαν ἀλλʼ ὅτι τὸ πιστεύεσθαι καὶ δοκεῖν χρηστὸν εἶναι πλειόνων καὶ καλλιόνων πράξεων ἀφορμὰς δίδωσι. πειθομένους γὰρ ἅμα καὶ φιλοῦντας ἡδὺ καὶ ῥᾴδιον ὠφελεῖν πρὸς δʼ ὑποψίαν καὶ διαβολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ, φεύγοντας εὖ παθεῖν προσβιαζόμενον. εἰ δὲ καὶ διʼ ἑτέρας αἰτίας τινὰς ὁ πολιτικὸς αὑτὸν ἐπαινέσειε, σκεπτέον τίνες εἰσὶν αὗται, ὅπως ἐξευλαβούμενοι τὸ κενὸν καὶ δυσχεραινόμενον, εἴ τι χρήσιμον ἔχει, μὴ παραλίπωμεν. ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρʼ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν. ὅταν δὲ μηδʼ ἁπλῶς καὶ καθʼ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλʼ ἁμιλλώμενοι πρὸς ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι. τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δʼ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδʼ ἑτέρων ἐπαινούντων αὑτὸν ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις οὖσιν ἂν δʼ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλʼ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον. αὑτὸν δʼ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς· καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναὶ τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων. Thucyd. 2, 60 οὐ γὰρ μόνον ἀλαζονείαν καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τῷ λέγειν τηνικαῦτα περὶ αὑτοῦ τι σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι, τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης; καὶ χειρουμένης τὸν φθόνον. οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλʼ ἐπαίρονται καὶ γάνυνται γάνυνται *: γάννυνται καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὥσπερ ἐπιμαρτυρεῖ τὰ γενόμενα. Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλʼ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν· Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Μεσσήνην ᾤκισε καὶ τὴν Λακωνικὴν διεπόρθησε καὶ συνέστησεν Ἀρκαδίαν, ἀκόντων ἐκείνων οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπʼ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. · ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι, Hom. Δ 405 μεμνημένους τοῦ ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο, idem Δ 370 τί πτώσσεις; τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας; οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλʼ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώμονα τῆς αἰτίας διδούσης. ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δʼ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, διʼ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον Καπετώλιον *: καπιτώλιον καὶ συνέθυσαν. ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλʼ ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δʼ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος. οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ δυστυχοῦσι μᾶλλον ἁρμόζει μεγαλαυχία καὶ κόμπος ἢ εὐτυχοῦσιν. οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπολαύειν χαριζόμενοι τῷ φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως τὸ ἐλεεινὸν καὶ συνεπιθρηνοῦν τοῖς ἀβουλήτοις καὶ ταπεινούμενον. ὥσπερ οὖν τοὺς ἐν τῷ περιπατεῖν ἐπαιρομένους καὶ ὑψαυχενοῦντας ἀνοήτους ἡγούμεθα καὶ κενούς· ἂν δὲ πυκτεύοντες ἢ μαχόμενοι διεγείρωσι καὶ ἀνάγωσιν ἑαυτούς, ἐπαινοῦμεν· οὕτως ἀνὴρ ὑπὸ τύχης σφαλλόμενος ἑαυτὸν εἰς ὀρθὸν καθιστὰς καὶ ἀντίπαλον πύκτης ὅπως εἰς εἰς ] ἐς dem χεῖρας, Soph. Trach 442 ἐκ τοῦ ταπεινοῦ καὶ οἰκτροῦ τῇ μεγαλαυχίᾳ μεταφέρων εἰς τὸ γαῦρον καὶ ὑψηλόν, οὐκ ἐπαχθὴς οὐδὲ θρασὺς ἀλλὰ μέγας εἶναι δοκεῖ καὶ ἀήττητος ὥς που καὶ τὸν Πάτροκλον ὁ ποιητὴς μέτριον καὶ ἀνεπίφθονον ἐν τῷ κατορθοῦν ἐν δὲ τῷ τελευτᾶν μεγαλήγορον πεποίηκε λέγοντα τοιοῦτοι δʼ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν. Hom. Π 847 καὶ Φωκίων τἄλλα πρᾶος ἦν· μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον καὶ δυσανασχετοῦντα τί λέγεις εἶπεν οὗτος; ὧ οὗτος R. sed cf. p. 568 a. Θούδιππε W οὐκ ἀγαπᾷς ἀποθνῄσκων μετὰ Φωκίωνος;