<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg105.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent"> ἔτι τοίνυν καὶ μᾶλλον οὕτως ἀπὸ τῶν ἐναντίων ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> σκοπῶμεν. λύουσι γὰρ ἔχθρας καὶ μῖσος <milestone n="20" unit="tlnum"/> ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι, ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες· ἢ τρίτον εὖ παθόντες· <q>ἡ γὰρ τελευταία χάρις</q> ὡς Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδ́δης</foreign>] 1, 42</note> φησὶ <q>κἂν ἐλάττων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐλάσσων</foreign> idem</note> ᾖ, καιρὸν ἔχουσα δύναται <milestone n="538d" unit="stephpage" xml:id="stephpage-538d"/> μεῖζον ἔγκλημα λῦσαι</q> τούτων δὲ τὸ μὲν πρῶτον <milestone n="25" unit="tlnum"/> οὐ λύει τὸν φθόνον· πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι τὰ δὲ λοιπὰ καὶ παροξύνει τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον, <pb xml:id="v.3.p.393"/> ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται, φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δʼ εὐτυχίας,. ἀγαθὰ <milestone n="5" unit="tlnum"/> δʼ ἀμφότερα, διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, διʼ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν. ἔστι δὲ μισοῦντος μὲν <milestone n="10" unit="tlnum"/> <milestone n="538e" unit="stephpage" xml:id="stephpage-538e"/> προαίρεσις κακῶς ποιῆσαι κατὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατὰ</foreign> S: <foreign xml:lang="grc">καὶ τὴν</foreign> </note> δύναμιν· καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ καὶ</foreign> R</note> οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι. τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ <milestone n="15" unit="tlnum"/> δυστυχῆσαι, βαρύνονται δʼ εὐτυχοῦντας· καὶ κωλύουσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κωλύουσι</foreign>] malim <foreign xml:lang="grc">κολούουσι</foreign></note> μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δʼ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν· ἀλλʼ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται.</p></div></div></body></text></TEI>