<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg105.perseus-grc2" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><p rend="indent">ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ <milestone n="5" unit="tlnum"/> τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, <milestone n="537d" unit="stephpage" xml:id="stephpage-537d"/> ὡς οὓς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς οὓς</foreign>] <foreign xml:lang="grc">οὓς</foreign> R. <foreign xml:lang="grc">ὥστε καὶ ἄλλους</foreign> W. <foreign xml:lang="grc">ὥστʼ</foreign> Emperius et deinde <foreign xml:lang="grc">οἳ ἂν</foreign> pro <foreign xml:lang="grc">ἂν</foreign> </note> ἀξιομισήτους καλοῦμεν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καλοῦμεν</foreign>] add. <foreign xml:lang="grc">καὶ τοῖς αὐτῶν γνωρίμοις δυσχεραίνομεν</foreign> R</note> ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δʼ οὐδενὶ λέγουσι. καὶ γὰρ <milestone n="10" unit="tlnum"/> ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δʼ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων <q>καὶ πῶς</q> ἔφη <q>χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι;</q> καὶ <milestone n="15" unit="tlnum"/> τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν <milestone n="537e" unit="stephpage" xml:id="stephpage-537e"/> δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ διʼ ἑνὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δι’ ἑνος</foreign>] <foreign xml:lang="grc">δι’ ἑνὸς ἔπους</foreign>? sed simile exemplum inveni in Schol. Soph. ad Aiac vs. 125: <foreign xml:lang="grc">ὁ δὲ Ὁμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν</foreign>. cf. Schol. ad Antig. vs. 107</note> ἔφρασεν, <quote rend="blockquote"> ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. B 220</note> <milestone n="20" unit="tlnum"/> </quote> ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. W</note> φθονεῖν δʼ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ</foreign>] del. Duebnerus</note> πάθους ὄνομα <pb xml:id="v.3.p.391"/> περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῶν τῆς</foreign> Duebnerus</note> ψυχῆς νοσημάτων ἀπόρρητον. </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent">ἀνάγκη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνάγκῃ</foreign> S</note> τοίνυν τὰ πάθη ταῦτα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταῦτα</foreign>] <foreign xml:lang="grc">ταῦτ’ οὐ</foreign> R. fort. <foreign xml:lang="grc">ἀνάγκη - ταῦτα τοῖς αὐτοῖς - αὔξεσθαι· καὶ γὰρ καὶ ἐπιγίγνεσθαι πέφυκεν ἀλλήλοις</foreign> </note> τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ ἐπιγίγνεσθαι <milestone n="5" unit="tlnum"/> πέφυκεν ἀλλήλοις. μισοῦμέν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μισοῦσι μέντοι</foreign>?</note> γε μᾶλλον <milestone n="537f" unit="stephpage" xml:id="stephpage-537f"/> τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοὺς μᾶλλον ἐπʼ ἀρετῇ προϊέναι δοκοῦσι. διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι. καθάπερ γὰρ <milestone n="10" unit="tlnum"/> αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσώπων</foreign>] add. <foreign xml:lang="grc">κεκτημένων</foreign> Patzigius ex Maximo p. 961 d</note> καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ <milestone n="15" unit="tlnum"/> <milestone n="538a" unit="stephpage" xml:id="stephpage-538a"/> μῖσος. τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὔειν</foreign>] <foreign xml:lang="grc">ἐναύειν</foreign> Herwerdenus</note> μήτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μήτε</foreign> R: <foreign xml:lang="grc">μὴ</foreign> </note> ἀποκρίνεσθαι πυνθανομένοις μήτʼ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλʼ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς <milestone n="20" unit="tlnum"/> παραχύτας ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος. αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν. οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων. <milestone n="25" unit="tlnum"/> ἀλλʼ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυφῆς γένηται, <pb xml:id="v.3.p.392"/> <milestone n="538b" unit="stephpage" xml:id="stephpage-538b"/> καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτω πολὺ τῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου, συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος. <milestone n="5" unit="tlnum"/> τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις. ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδένʼ εἶχε, μισοῦντας δὲ πολλοὺς ὑφʼ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν. ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δʼ αὖ ἔχθρας <milestone n="10" unit="tlnum"/> οὐκ ἀναιρεῖ· μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δʼ οὐδεὶς τῷ δυστυχοῦντι. ἀλλὰ <milestone n="538c" unit="stephpage" xml:id="stephpage-538c"/> καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθʼ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθʼ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν· ὥστε καὶ ταύτῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτῃ</foreign> R: <foreign xml:lang="grc">ταύτην</foreign> </note> μεγάλην εἶναι τῶν παθῶν διαφοράν, <milestone n="15" unit="tlnum"/> ὡς τὸ μὲν μῖσος οὔτʼ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει. </p></div></div></body></text></TEI>