δεύτερον δὲ τὸ μισεῖν γίγνεται καὶ πρὸς ἄλογα ζῷα· καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δʼ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτʼ ὄψιν ὑπέμενεν ὑπέμενεν *: ὑπέμεινεν οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τι τι R: τε γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται. τὸ μέντοι φθονεῖν πρὸς; μόνον ἄνθρωπον ἀνθρώπῳ γίγνεται. κἂν κἀν *: κἂν τοῖς θηρίοις δὲ φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα· τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδʼ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα. μισοῦσι δʼ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστους ἀσπείστους R: ἀπίστους τινὰς πολέμους πολέμους Emperius: πολεμοῦσι δʼ ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες· ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖν ἀπορρεῖν W: ἀπορρεῖ διακρινόμενον. εἰκότως; δʼ ἔχει δʼ ἔχει Emperius: δὲ καὶ τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναι ἐγεγεννηκεναι R τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης. ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, ὡς οὓς ὡς οὓς ] οὓς R. ὥστε καὶ ἄλλους W. ὥστʼ Emperius et deinde οἳ ἂν pro ἂν ἀξιομισήτους καλοῦμεν, καλοῦμεν ] add. καὶ τοῖς αὐτῶν γνωρίμοις δυσχεραίνομεν R ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δʼ οὐδενὶ λέγουσι. καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δʼ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων καὶ πῶς ἔφη χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι; καὶ τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ διʼ ἑνὸς διʼ ἑνος ] διʼ ἑνὸς ἔπους ? sed simile exemplum inveni in Schol. Soph. ad Aiac vs. 125: ὁ δὲ Ὁμηρος διʼ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν . cf. Schol. ad Antig. vs. 107 ἔφρασεν, ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆι Hom. B 220 ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. καὶ καὶ ] del. W φθονεῖν δʼ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦ τοῦ ] del. Duebnerus πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶν τῶν τῆς Duebnerus ψυχῆς νοσημάτων ἀπόρρητον.