δεύτερον δὲ τὸ μισεῖν γίγνεται καὶ πρὸς ἄλογα ζῷα· καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δʼ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτʼ ὄψιν ὑπέμενεν ὑπέμενεν *: ὑπέμεινεν οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τι τι R: τε γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται. τὸ μέντοι φθονεῖν πρὸς; μόνον ἄνθρωπον ἀνθρώπῳ γίγνεται. κἂν κἀν *: κἂν τοῖς θηρίοις δὲ φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα· τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδʼ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα. μισοῦσι δʼ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστους ἀσπείστους R: ἀπίστους τινὰς πολέμους πολέμους Emperius: πολεμοῦσι δʼ ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες· ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖν ἀπορρεῖν W: ἀπορρεῖ διακρινόμενον. εἰκότως; δʼ ἔχει δ’ ἔχει Emperius: δὲ καὶ τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναι ἐγεγεννηκεναι R τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης.