ἐπεὶ δʼ οὐ χρημάτων μόνον ἡ δυσωπία κακὴ καὶ ἀγνώμων οἰκονόμος ἐστίν, ἀλλὰ καὶ περὶ τὰ μείζονα παραιρεῖται τὸ συμφέρον τοῦ λογισμοῦ· τοῦ λογισμοῦ ] τὸν λογισμόν R καὶ γὰρ ἰατρὸν νοσοῦντες οὐ παρακαλοῦμεν τὸν ἔμπειρον αἰσχυνόμενοι τὸν συνήθη, καὶ παισὶ διδασκάλους ἀντὶ τῶν χρηστῶν τοὺς παρακαλοῦντας αἱρούμεθα, καὶ δίκην ἔχοντες πολλάκις οὐκ ἐῶμεν εἰπεῖν τὸν ὠφέλιμον καὶ ἀγοραῖον, ἀλλʼ οἰκείου τινὸς ἢ συγγενοῦς υἱῷ χαριζόμενοι παρεδώκαμεν ἐμπανηγυρίσαι· τέλος δὲ πολλοὺς ἔστιν ἰδεῖν καὶ τῶν φιλοσοφεῖν λεγομένων, Ἐπικουρείους καὶ Στωικοὺς ὄντας, οὐχ ἑλομένους οὐδὲ κρίναντας ἀλλὰ προσθεμένους δυσωποῦσιν οἰκείοις καὶ φίλοις· φέρε δὴ καὶ πρὸς ταῦτα πόρρωθεν ἐν τοῖς ἐπιτυχοῦσι καὶ μικροῖς γυμνάζωμεν ἑαυτούς, ἐθίζοντες μήτε κουρεῖ μήτε γναφεῖ κατὰ δυσωπίαν χρῆσθαι μηδὲ μηδὲ *: μήτε καταλύειν· ἐν φαύλῳ πανδοκείῳ, βελτίονος παρόντος, ὅτι πολλάκις ὁ πανδοκεὺς ἠσπάσαθʼ ἡμᾶς· ἀλλʼ ἔθους ἕνεκα, κἂν ᾖ παρὰ μικρόν, αἱρεῖσθαι τὸ βέλτιον· ὥσπερ οἱ Πυθαγορικοὶ παρεφύλαττον ἀεὶ μηδέποτε τῷ δεξιῷ μηρῷ τὸν εὐώνυμον ἐπιτιθέναι, μηδὲ τὸν ἄρτιον ἀντὶ τοῦ περιττοῦ λαβεῖν, τῶν ἄλλων ἐπʼ ἴσης ἐχόντων. ἐθιστέον δέ, καὶ θυσίαν ποιούμενον ἢ γάμον ἤ τινα ἄλλην τοιαύτην ὑποδοχὴν μὴ τὸν ἀσπασάμενον καλεῖν ἢ προσδραμόντα μᾶλλον ἢ τὸν εὔνουν καὶ χρηστόν· ὁ γὰρ οὕτως ἐθισθεὶς καὶ ἀσκήσας δυσάλωτος ἔσται, μᾶλλον δʼ ὅλως ἀνεπιχείρητος ἐν τοῖς μείζοσι. περὶ μὲν οὖν ἀσκήσεως ἱκανὰ καὶ ταῦτα· τῶν δὲ χρησίμων ἐπιλογισμῶν πρῶτός ἐστιν ὁ διδάσκων καὶ ὑπομιμνήσκων, ὅτι πᾶσι μὲν τοῖς πάθεσιν ἀκολουθεῖ καὶ τοῖς νοσήμασιν ἃ φεύγειν διʼ αὐτῶν δοκοῦμεν, ἀδοξίαι φιλοδοξίαις καὶ λῦπαι φιληδονίαις καὶ πόνοι μαλακίαις καὶ φιλονικίαις φιλονικίαις *: φιλονεικίαις ἧτται καὶ καταδίκαι· τῇ δὲ δυσωπίᾳ συμβέβηκεν ἀτεχνῶς φευγούσῃ καπνὸν ἀδοξίας ἀδοξίας ] del. Stegmannus εἰς πῦρ ἐμβάλλειν ἑαυτήν. αἰσχυνόμενοι γὰρ ἀντιλέγειν τοῖς ἀγνωμόνως δυσωποῦσιν ὕστερον δυσωποῦνται τοὺς δικαίως ἐγκαλοῦντας, καὶ δεδιότες μέμψιν ἐλαφρὰν πολλάκις αἰσχύνην ὁμολογουμένην ὑπομένουσι. καὶ γὰρ αἰτοῦντος ἀργύριον φίλου δυσωπηθέντες ἀντειπεῖν οὐκ ἔχοντες, ἀσχημονοῦσι μετʼ ὀλίγον ἐξελεγχόμενοι καὶ βοηθήσειν ὁμολογήσαντες ἐνίοις δίκην ἔχουσιν, εἶτα τοὺς ἑτέρους διατραπέντες ἀποκρύπτονται καὶ δραπετεύουσι. πολλοὺς δὲ καὶ περὶ γάμου θυγατρὸς θυγατρὸς *: καὶ θυγατρὸς ἢ ἀδελφῆς εἰς ὁμολογίαν ἀλυσιτελῆ κατακλείσασα δυσωπία ψεύδεσθαι πάλιν ἀναγκάζει μετατιθεμένους. ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ δύνασθαι μίαν εἰπεῖν τὴν οὐ συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλʼ ἔσκωψε· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν. τὴν γὰρ σιωπὴν ὁ μὲν Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 675 φησὶ τοῖς σοφοῖς ἀπόκρισιν εἶναι· κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας· ἐπεὶ τοὺς . χαρίεντας ἔστι καὶ παρηγορῆσαι· καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας αἰσχύνομαι εἶπεν ὑμῖν μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς Καλλικλέα δείξας τὸν δανειστήν· πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν ὡς Θουκυδίδης Θουκυδίδης ] 2, 40 φησὶν ἀλλʼ ἔργῳ μὴ διαφεύγειν αἴσχιον ὁ δʼ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος· Nauck. p. 913. Kock. 3 p. 613 εἶθʼ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν, αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις. Nauck. p. 549 ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων διʼ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου Ἡσιόδου ] OD 371 λέγοντος; καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. θαυμάσαντος δʼ ἐκείνου καὶ εἰπόντος οὕτως, ὦ Περσαῖε, νομικῶς; ναί εἶπεν ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετʼ ἔχθρας. πάλιν ὁ Πλάτων Πλάτων ] Epist. 13, 360d Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃ γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, καὶ συνέστησε Πολυσπέρχοντι διʼ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δʼ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον· ὁ δʼ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δʼ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθʼ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά Eur. Med. 1078 τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος.