<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον <milestone n="20" unit="tlnum"/> ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις. Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπʼ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ <milestone n="531e" unit="stephpage" xml:id="stephpage-531e"/> τὸ λαμβάνειν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, <milestone n="25" unit="tlnum"/> καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας <q>σὺ μὲν</q> εἶπεν αἰτεῖν ἐπιτήδειος εἶ καὶ μὴ λαμβάνων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λαμβάνων</foreign> *: <foreign xml:lang="grc">λαμβάνειν</foreign> </note> οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν ἄριστα τοῦ <pb xml:id="v.3.p.376"/> διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον. ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περιορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ <milestone n="5" unit="tlnum"/> δοῦναι θελήσαντες ἀλλʼ ἀρνήσασθαι μὴ δυνηθέντες. ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολλάκις <q>δότʼ</q> εἶπε <q>Βίαντι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βίαντος - Βίαντι</foreign>] <foreign xml:lang="grc">Βίωνος - Βίωνι</foreign> Casaubonus</note> τάλαντον καὶ ἀνάγκῃ· <milestone n="531f" unit="stephpage" xml:id="stephpage-531f"/></q> καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβεσθαι τὰ τοιαῦτα. κυνικοῦ γάρ ποτε <milestone n="10" unit="tlnum"/> δραχμὴν αἰτήσαντος αὐτόν <q>ἀλλʼ οὐ βασιλικόν</q> ἔφη <q>τὸ δόμα·</q> τοῦ δʼ ὑποτυχόντος <q>δὸς οὖν μοι τάλαντον</q> ἀπήντησεν <q>ἀλλʼ οὐ κυνικὸν τὸ λῆμμα</q> Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀποτυγχάνειν <milestone n="15" unit="tlnum"/> μελετᾶν ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρά, πρὸς τὸ ἀρνεῖσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς τὸ ἀρνεῖσθαι περὶ τὰ μικρὰ</foreign> legisse vid. Amyotus</note> τοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς</foreign>] <foreign xml:lang="grc">τοῖς ἃ</foreign> Madvigius</note> αἰτοῦσιν οὐ προσηκόντως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ προσηκόντως δὲ</foreign> an <foreign xml:lang="grc">καὶ οῡ προσηκόντως</foreign>? Sed fortasse verba <foreign xml:lang="grc">ληψομένοις - ἔχωμεν</foreign> omittenda sunt cum optimo codice D</note> <milestone n="532a" unit="stephpage" xml:id="stephpage-532a"/> ληψομένοις· ὡς ἂν μείζοσιν ἀποτεύξεσιν ἐπικουρεῖν ἔχωμεν. οὐδεὶς γάρ ὡς ὁ Δημοσθένης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημοσθένης</foreign>] 3, 19</note> φησὶν <q>εἰς <milestone n="20" unit="tlnum"/> ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ.</q> γίγνεται δʼ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν πρὸς τὰ καλά, πλεονάσαντες τοῖς περιττοῖς. </p></div></div></body></text></TEI>