<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον <milestone n="20" unit="tlnum"/> ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις. Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπʼ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ <milestone n="531e" unit="stephpage" xml:id="stephpage-531e"/> τὸ λαμβάνειν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, <milestone n="25" unit="tlnum"/> καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας <q>σὺ μὲν</q> εἶπεν αἰτεῖν ἐπιτήδειος εἶ καὶ μὴ λαμβάνων,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λαμβάνων</foreign> *: <foreign xml:lang="grc">λαμβάνειν</foreign> </note> οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν ἄριστα τοῦ <pb xml:id="v.3.p.376"/> διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον. ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περιορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ <milestone n="5" unit="tlnum"/> δοῦναι θελήσαντες ἀλλʼ ἀρνήσασθαι μὴ δυνηθέντες. ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολλάκις <q>δότʼ</q> εἶπε <q>Βίαντι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Βίαντος - Βίαντι</foreign>] <foreign xml:lang="grc">Βίωνος - Βίωνι</foreign> Casaubonus</note> τάλαντον καὶ ἀνάγκῃ· <milestone n="531f" unit="stephpage" xml:id="stephpage-531f"/></q> καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβεσθαι τὰ τοιαῦτα. κυνικοῦ γάρ ποτε <milestone n="10" unit="tlnum"/> δραχμὴν αἰτήσαντος αὐτόν <q>ἀλλʼ οὐ βασιλικόν</q> ἔφη <q>τὸ δόμα·</q> τοῦ δʼ ὑποτυχόντος <q>δὸς οὖν μοι τάλαντον</q> ἀπήντησεν <q>ἀλλʼ οὐ κυνικὸν τὸ λῆμμα</q> Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀποτυγχάνειν <milestone n="15" unit="tlnum"/> μελετᾶν ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρά, πρὸς τὸ ἀρνεῖσθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς τὸ ἀρνεῖσθαι περὶ τὰ μικρὰ</foreign> legisse vid. Amyotus</note> τοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς</foreign>] <foreign xml:lang="grc">τοῖς ἃ</foreign> Madvigius</note> αἰτοῦσιν οὐ προσηκόντως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ προσηκόντως δὲ</foreign> an <foreign xml:lang="grc">καὶ οῡ προσηκόντως</foreign>? Sed fortasse verba <foreign xml:lang="grc">ληψομένοις - ἔχωμεν</foreign> omittenda sunt cum optimo codice D</note> <milestone n="532a" unit="stephpage" xml:id="stephpage-532a"/> ληψομένοις· ὡς ἂν μείζοσιν ἀποτεύξεσιν ἐπικουρεῖν ἔχωμεν. οὐδεὶς γάρ ὡς ὁ Δημοσθένης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημοσθένης</foreign>] 3, 19</note> φησὶν <q>εἰς <milestone n="20" unit="tlnum"/> ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ.</q> γίγνεται δʼ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν πρὸς τὰ καλά, πλεονάσαντες τοῖς περιττοῖς. </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δʼ οὐ χρημάτων μόνον ἡ δυσωπία κακὴ <milestone n="25" unit="tlnum"/> καὶ ἀγνώμων οἰκονόμος ἐστίν, ἀλλὰ καὶ περὶ τὰ <pb xml:id="v.3.p.377"/> μείζονα παραιρεῖται τὸ συμφέρον τοῦ λογισμοῦ·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ λογισμοῦ</foreign>] <foreign xml:lang="grc">τὸν λογισμόν</foreign> R</note> καὶ γὰρ ἰατρὸν νοσοῦντες οὐ παρακαλοῦμεν τὸν ἔμπειρον αἰσχυνόμενοι τὸν συνήθη, καὶ παισὶ διδασκάλους <milestone n="532b" unit="stephpage" xml:id="stephpage-532b"/> ἀντὶ τῶν χρηστῶν τοὺς παρακαλοῦντας αἱρούμεθα, <milestone n="5" unit="tlnum"/> καὶ δίκην ἔχοντες πολλάκις οὐκ ἐῶμεν εἰπεῖν τὸν ὠφέλιμον καὶ ἀγοραῖον, ἀλλʼ οἰκείου τινὸς ἢ συγγενοῦς υἱῷ χαριζόμενοι παρεδώκαμεν ἐμπανηγυρίσαι· τέλος δὲ πολλοὺς ἔστιν ἰδεῖν καὶ τῶν φιλοσοφεῖν λεγομένων, Ἐπικουρείους καὶ Στωικοὺς ὄντας, οὐχ <milestone n="10" unit="tlnum"/> ἑλομένους οὐδὲ κρίναντας ἀλλὰ προσθεμένους δυσωποῦσιν οἰκείοις καὶ φίλοις· φέρε δὴ καὶ πρὸς ταῦτα πόρρωθεν ἐν τοῖς ἐπιτυχοῦσι καὶ μικροῖς γυμνάζωμεν ἑαυτούς, ἐθίζοντες μήτε κουρεῖ μήτε γναφεῖ κατὰ δυσωπίαν χρῆσθαι μηδὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μηδὲ</foreign> *: <foreign xml:lang="grc">μήτε</foreign> </note> καταλύειν· ἐν φαύλῳ <milestone n="15" unit="tlnum"/> πανδοκείῳ, βελτίονος παρόντος, ὅτι πολλάκις ὁ πανδοκεὺς <milestone n="532c" unit="stephpage" xml:id="stephpage-532c"/> ἠσπάσαθʼ ἡμᾶς· ἀλλʼ ἔθους ἕνεκα, κἂν ᾖ παρὰ μικρόν, αἱρεῖσθαι τὸ βέλτιον· ὥσπερ οἱ Πυθαγορικοὶ παρεφύλαττον ἀεὶ μηδέποτε τῷ δεξιῷ μηρῷ τὸν εὐώνυμον ἐπιτιθέναι, μηδὲ τὸν ἄρτιον ἀντὶ τοῦ <milestone n="20" unit="tlnum"/> περιττοῦ λαβεῖν, τῶν ἄλλων ἐπʼ ἴσης ἐχόντων. ἐθιστέον δέ, καὶ θυσίαν ποιούμενον ἢ γάμον ἤ τινα ἄλλην τοιαύτην ὑποδοχὴν μὴ τὸν ἀσπασάμενον καλεῖν ἢ προσδραμόντα μᾶλλον ἢ τὸν εὔνουν καὶ χρηστόν· ὁ γὰρ οὕτως ἐθισθεὶς καὶ ἀσκήσας δυσάλωτος <milestone n="25" unit="tlnum"/> ἔσται, μᾶλλον δʼ ὅλως ἀνεπιχείρητος ἐν τοῖς μείζοσι. <milestone n="532d" unit="stephpage" xml:id="stephpage-532d"/> </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent">περὶ μὲν οὖν ἀσκήσεως ἱκανὰ καὶ ταῦτα· τῶν δὲ χρησίμων ἐπιλογισμῶν πρῶτός ἐστιν ὁ διδάσκων <pb xml:id="v.3.p.378"/> καὶ ὑπομιμνήσκων, ὅτι πᾶσι μὲν τοῖς πάθεσιν ἀκολουθεῖ καὶ τοῖς νοσήμασιν ἃ φεύγειν διʼ αὐτῶν δοκοῦμεν, ἀδοξίαι φιλοδοξίαις καὶ λῦπαι φιληδονίαις καὶ πόνοι μαλακίαις καὶ φιλονικίαις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φιλονικίαις</foreign> *: <foreign xml:lang="grc">φιλονεικίαις</foreign> </note> ἧτται καὶ καταδίκαι· <milestone n="5" unit="tlnum"/> τῇ δὲ δυσωπίᾳ συμβέβηκεν ἀτεχνῶς φευγούσῃ καπνὸν ἀδοξίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀδοξίας</foreign>] del. Stegmannus</note> εἰς πῦρ ἐμβάλλειν ἑαυτήν. αἰσχυνόμενοι γὰρ ἀντιλέγειν τοῖς ἀγνωμόνως δυσωποῦσιν ὕστερον δυσωποῦνται τοὺς δικαίως ἐγκαλοῦντας, καὶ <milestone n="10" unit="tlnum"/> <milestone n="532e" unit="stephpage" xml:id="stephpage-532e"/> δεδιότες μέμψιν ἐλαφρὰν πολλάκις αἰσχύνην ὁμολογουμένην ὑπομένουσι. καὶ γὰρ αἰτοῦντος ἀργύριον φίλου δυσωπηθέντες ἀντειπεῖν οὐκ ἔχοντες, ἀσχημονοῦσι μετʼ ὀλίγον ἐξελεγχόμενοι καὶ βοηθήσειν ὁμολογήσαντες ἐνίοις δίκην ἔχουσιν, εἶτα τοὺς ἑτέρους διατραπέντες ἀποκρύπτονται καὶ δραπετεύουσι. <milestone n="15" unit="tlnum"/> πολλοὺς δὲ καὶ περὶ γάμου θυγατρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θυγατρὸς</foreign> *: <foreign xml:lang="grc">καὶ θυγατρὸς</foreign> </note> ἢ ἀδελφῆς εἰς ὁμολογίαν ἀλυσιτελῆ κατακλείσασα δυσωπία ψεύδεσθαι πάλιν ἀναγκάζει μετατιθεμένους. </p></div></div></body></text></TEI>