καὶ μὴν οὐδʼ ἡ πρὸς τοὺς ἐπαίνους τοῦ ἀδυσωπήτου μελέτη καὶ ἄσκησις ἐν μικροῖς καὶ ἐλαφροῖς ἄχρηστός ἐστιν. οἷον ἐν συμποσίῳ φίλου κιθαρῳδὸς ᾄδει κακῶς ἢ πολλοῦ κωμῳδὸς ἐωνημένος ἐπιτρίβει Μένανδρον, οἱ δὲ πολλοὶ κροτοῦσι καὶ θαυμάζουσιν· · οὐδὲν οἶμαι χαλεπὸν οὐδὲ δύσκολον ἀκούειν σιωπῇ καὶ μὴ παρὰ τὸ φαινόμενον ἀνελευθέρως ἐπαινεῖν. ἐὰν γὰρ ἐν τούτοις μὴ κρατῇς σαυτοῦ, τί ποιήσεις φίλου ποίημα φαῦλον ἀναγιγνώσκοντος ἢ λόγον ἐπιδεικνυμένου γεγραμμένον ἀβελτέρως καὶ γελοίως; ἐπαινέσεις δηλονότι καὶ συνεπιθορυβήσεις τοῖς κολακεύουσι. πῶς οὖν ἐν πράγμασιν ἁμαρτάνοντος ἐπιλήψῃ; πῶς δὲ περὶ ἀρχὴν ἢ γάμον ἢ πολιτείαν ἀγνωμονοῦντα νουθετήσεις; ἐγὼ μὲν γὰρ οὐδὲ τὸ τοῦ Περικλέους ἀποδέχομαι, πρὸς τὸν ἀξιοῦντα μαρτυρίαν ψευδῆ μαρτυρῆσαι φίλον, προσῆν καὶ ὅρκος, εἰπόντος μέχρι τοῦ βωμοῦ φίλος εἰμί· λίαν γὰρ ἐγγὺς ἦλθεν. ὁ δὲ πόρρωθεν ἑαυτὸν ἐθίσας μήτε λέγοντος ἐπαινεῖν παρὰ γνώμην μήτε ᾅδοντος κροτεῖν μήτε σκώπτοντος ἀφυῶς ἐπιγελᾶν, οὐκ ἐάσει μέχρι τούτου προελθεῖν οὐδʼ εἰπεῖν πρὸς τὸν ἐν ἐκείνοις ἀδυσώπητον ὄμοσον ὑπὲρ ἐμοῦ καὶ τὰ ψευδῆ μαρτύρησον καὶ ἀπόφηναι παρὰ τὸ δίκαιον. οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις. Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπʼ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ τὸ λαμβάνειν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας σὺ μὲν εἶπεν αἰτεῖν ἐπιτήδειος εἶ καὶ μὴ λαμβάνων, λαμβάνων *: λαμβάνειν οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν ἄριστα τοῦ διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον. ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περιορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ δοῦναι θελήσαντες ἀλλʼ ἀρνήσασθαι μὴ δυνηθέντες. ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολλάκις δότʼ εἶπε Βίαντι Βίαντος - Βίαντι ] Βίωνος - Βίωνι Casaubonus τάλαντον καὶ ἀνάγκῃ· καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβεσθαι τὰ τοιαῦτα. κυνικοῦ γάρ ποτε δραχμὴν αἰτήσαντος αὐτόν ἀλλʼ οὐ βασιλικόν ἔφη τὸ δόμα· τοῦ δʼ ὑποτυχόντος δὸς οὖν μοι τάλαντον ἀπήντησεν ἀλλʼ οὐ κυνικὸν τὸ λῆμμα Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀποτυγχάνειν μελετᾶν ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρά, πρὸς τὸ ἀρνεῖσθαι πρὸς τὸ ἀρνεῖσθαι περὶ τὰ μικρὰ legisse vid. Amyotus τοῖς τοῖς ] τοῖς ἃ Madvigius αἰτοῦσιν οὐ προσηκόντως οὐ προσηκόντως δὲ an καὶ οῡ προσηκόντως ? Sed fortasse verba ληψομένοις - ἔχωμεν omittenda sunt cum optimo codice D ληψομένοις· ὡς ἂν μείζοσιν ἀποτεύξεσιν ἐπικουρεῖν ἔχωμεν. οὐδεὶς γάρ ὡς ὁ Δημοσθένης Δημοσθένης ] 3, 19 φησὶν εἰς ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ. γίγνεται δʼ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν πρὸς τὰ καλά, πλεονάσαντες τοῖς περιττοῖς. ἐπεὶ δʼ οὐ χρημάτων μόνον ἡ δυσωπία κακὴ καὶ ἀγνώμων οἰκονόμος ἐστίν, ἀλλὰ καὶ περὶ τὰ μείζονα παραιρεῖται τὸ συμφέρον τοῦ λογισμοῦ· τοῦ λογισμοῦ ] τὸν λογισμόν R καὶ γὰρ ἰατρὸν νοσοῦντες οὐ παρακαλοῦμεν τὸν ἔμπειρον αἰσχυνόμενοι τὸν συνήθη, καὶ παισὶ διδασκάλους ἀντὶ τῶν χρηστῶν τοὺς παρακαλοῦντας αἱρούμεθα, καὶ δίκην ἔχοντες πολλάκις οὐκ ἐῶμεν εἰπεῖν τὸν ὠφέλιμον καὶ ἀγοραῖον, ἀλλʼ οἰκείου τινὸς ἢ συγγενοῦς υἱῷ χαριζόμενοι παρεδώκαμεν ἐμπανηγυρίσαι· τέλος δὲ πολλοὺς ἔστιν ἰδεῖν καὶ τῶν φιλοσοφεῖν λεγομένων, Ἐπικουρείους καὶ Στωικοὺς ὄντας, οὐχ ἑλομένους οὐδὲ κρίναντας ἀλλὰ προσθεμένους δυσωποῦσιν οἰκείοις καὶ φίλοις· φέρε δὴ καὶ πρὸς ταῦτα πόρρωθεν ἐν τοῖς ἐπιτυχοῦσι καὶ μικροῖς γυμνάζωμεν ἑαυτούς, ἐθίζοντες μήτε κουρεῖ μήτε γναφεῖ κατὰ δυσωπίαν χρῆσθαι μηδὲ μηδὲ *: μήτε καταλύειν· ἐν φαύλῳ πανδοκείῳ, βελτίονος παρόντος, ὅτι πολλάκις ὁ πανδοκεὺς ἠσπάσαθʼ ἡμᾶς· ἀλλʼ ἔθους ἕνεκα, κἂν ᾖ παρὰ μικρόν, αἱρεῖσθαι τὸ βέλτιον· ὥσπερ οἱ Πυθαγορικοὶ παρεφύλαττον ἀεὶ μηδέποτε τῷ δεξιῷ μηρῷ τὸν εὐώνυμον ἐπιτιθέναι, μηδὲ τὸν ἄρτιον ἀντὶ τοῦ περιττοῦ λαβεῖν, τῶν ἄλλων ἐπʼ ἴσης ἐχόντων. ἐθιστέον δέ, καὶ θυσίαν ποιούμενον ἢ γάμον ἤ τινα ἄλλην τοιαύτην ὑποδοχὴν μὴ τὸν ἀσπασάμενον καλεῖν ἢ προσδραμόντα μᾶλλον ἢ τὸν εὔνουν καὶ χρηστόν· ὁ γὰρ οὕτως ἐθισθεὶς καὶ ἀσκήσας δυσάλωτος ἔσται, μᾶλλον δʼ ὅλως ἀνεπιχείρητος ἐν τοῖς μείζοσι. περὶ μὲν οὖν ἀσκήσεως ἱκανὰ καὶ ταῦτα· τῶν δὲ χρησίμων ἐπιλογισμῶν πρῶτός ἐστιν ὁ διδάσκων καὶ ὑπομιμνήσκων, ὅτι πᾶσι μὲν τοῖς πάθεσιν ἀκολουθεῖ καὶ τοῖς νοσήμασιν ἃ φεύγειν διʼ αὐτῶν δοκοῦμεν, ἀδοξίαι φιλοδοξίαις καὶ λῦπαι φιληδονίαις καὶ πόνοι μαλακίαις καὶ φιλονικίαις φιλονικίαις *: φιλονεικίαις ἧτται καὶ καταδίκαι· τῇ δὲ δυσωπίᾳ συμβέβηκεν ἀτεχνῶς φευγούσῃ καπνὸν ἀδοξίας ἀδοξίας ] del. Stegmannus εἰς πῦρ ἐμβάλλειν ἑαυτήν. αἰσχυνόμενοι γὰρ ἀντιλέγειν τοῖς ἀγνωμόνως δυσωποῦσιν ὕστερον δυσωποῦνται τοὺς δικαίως ἐγκαλοῦντας, καὶ δεδιότες μέμψιν ἐλαφρὰν πολλάκις αἰσχύνην ὁμολογουμένην ὑπομένουσι. καὶ γὰρ αἰτοῦντος ἀργύριον φίλου δυσωπηθέντες ἀντειπεῖν οὐκ ἔχοντες, ἀσχημονοῦσι μετʼ ὀλίγον ἐξελεγχόμενοι καὶ βοηθήσειν ὁμολογήσαντες ἐνίοις δίκην ἔχουσιν, εἶτα τοὺς ἑτέρους διατραπέντες ἀποκρύπτονται καὶ δραπετεύουσι. πολλοὺς δὲ καὶ περὶ γάμου θυγατρὸς θυγατρὸς *: καὶ θυγατρὸς ἢ ἀδελφῆς εἰς ὁμολογίαν ἀλυσιτελῆ κατακλείσασα δυσωπία ψεύδεσθαι πάλιν ἀναγκάζει μετατιθεμένους. ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ δύνασθαι μίαν εἰπεῖν τὴν οὐ συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλʼ ἔσκωψε· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν. τὴν γὰρ σιωπὴν ὁ μὲν Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 675 φησὶ τοῖς σοφοῖς ἀπόκρισιν εἶναι· κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας· ἐπεὶ τοὺς . χαρίεντας ἔστι καὶ παρηγορῆσαι· καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας αἰσχύνομαι εἶπεν ὑμῖν μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς Καλλικλέα δείξας τὸν δανειστήν· πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν ὡς Θουκυδίδης Θουκυδίδης ] 2, 40 φησὶν ἀλλʼ ἔργῳ μὴ διαφεύγειν αἴσχιον ὁ δʼ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος· Nauck. p. 913. Kock. 3 p. 613 εἶθʼ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν, αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις. Nauck. p. 549 ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων διʼ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου Ἡσιόδου ] OD 371 λέγοντος; καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. θαυμάσαντος δʼ ἐκείνου καὶ εἰπόντος οὕτως, ὦ Περσαῖε, νομικῶς; ναί εἶπεν ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετʼ ἔχθρας.