ὅσους δʼ ἀνῄρηκε τοῦτο τὸ πάθος, οὐκ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως. καὶ γὰρ ὁ Κρέων πρὸς τὴν Μήδειαν εἰπὼν κρεῖσσον δὲ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, γύναι, Eur. Med. 290 ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν ἄλλοις ἐγνωμολόγησεν, αὐτὸς δὲ τῆς δυσωπίας ἥττων γενόμενος καὶ μίαν ἡμέραν αἰτουμένῃ δοὺς ἀπώλεσε τὸν οἶκον. ἔνιοι δὲ καὶ σφαγὰς ὑφορώμενοι καὶ φαρμακείας, διετράπησαν. οὕτω παραπώλετο Δίων, οὐκ ἀγνοήσας; ἐπιβουλεύοντα Κάλλιππον ἀλλʼ αἰσχυνθεὶς φυλάττεσθαι φίλον ὄντα καὶ ξένον. οὕτως Ἀντίπατρος ὁ Κασάνδρου Δημήτριον καλέσας ἐπὶ δεῖπνον εἶτα κληθεὶς τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ᾐδέσθη πεπιστευμένος ἀπιστεῖν, καὶ πορευθεὶς ἐσφάγη μετὰ τὸ δεῖπνον. Ἡρακλέα δὲ τὸν Ἀλεξάνδρῳ γενόμενον ἐκ Βαρσίνης ὡμολόγησε μὲν Κασάνδρῳ Πολυσπέρχων ἀναιρήσειν ἐπὶ ταλάντοις ἑκατὸν εἶτʼ ἐπὶ δεῖπνον ἐκάλει· τοῦ δὲ μειρακίου τὴν κλῆσιν ὑφορωμένου καὶ δεδοικότος ἄλλως δὲ προφασιζομένου μαλακώτερον ἔχειν, ἐλθὼν ὁ Πολυσπέρχων πρῶτον πρῶτον ] πρὸς αὐτὸν Stegmannus εἶπεν ὦ παῖ, μιμοῦ τοῦ πατρὸς τὸ εὔκολον καὶ φιλέταιρον, εἰ μὴ νὴ Δία δέδοικας ἡμᾶς ὡς ἐπιβουλεύοντας. αἰδεσθεὶς; οὖν ἠκολούθησεν ὁ νεανίσκος, οἱ δὲ δειπνίσαντες αὐτὸν ἐστραγγάλισαν. οὐ γελοῖον οὖν, ὥς φασί τινες, οὐδʼ ἀβέλτερον ἀλλὰ σοφὸν τὸ τοῦ Ἡσιόδου Ἡσιόδου ] OD 342 τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν τὸν δʼ ἐχθρὸν ἐᾶσαι. μὴ δυσωποῦ τὸν μισοῦντα μηδʼ ὑπαίκαλλε ὑπαίκαλλε *: ὑπέκβαλε πιστεύειν δοκοῦντα· κληθήσῃ γὰρ καλέσας καὶ δειπνήσεις, ἂν δειπνίσῃς, ὥσπερ βαφὴν τὴν φυλάττουσαν ἀπιστίαν μαλαχθεῖσαν αἰσχύνῃ προέμενος. ὡς οὖν πολλῶν κακῶν αἴτιον τὸ νόσημα τοῦτʼ ὂν πειρατέον ἀποβιάζεσθαι τῇ ἀσκήσει, πρῶτον ἀρξαμένους ὥσπερ οἱ τἄλλα μελετῶντες ἀπὸ τῶν μικρῶν καὶ μὴ σφόδρα δυσαντιβλέπτων· οἷον ἐν δείπνῳ προπίνει τις ἅδην ἔχοντι· μὴ δυσωπηθῇς μηδὲ προσβιάσῃ σαυτόν, ἀλλὰ κατάθου τὸ ποτήριον. αὖθις ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον· μὴ δυσωπηθῇς· μηδὲ δείσῃς σκωπτόμενος· ἀλλʼ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὡμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος. πάλιν ἀδολέσχῳ συνήντηκας ἐπιλαμβανομένῳ· καὶ περιπλεκομένῳ· μὴ δυσωπηθῇς ἀλλὰ διακόψας ἐπείγου καὶ πέραινε τὸ προκείμενον. αἱ γὰρ τοιαῦται φυγαὶ καὶ διακρούσεις, ἐν ἐλαφραῖς μέμψεσι τὴν μελέτην ἔχουσαι τοῦ ἀδυσωπήτου, προεθίζουσιν ἡμᾶς ἐπὶ τὰ μείζονα. καὶ τὸ τοῦ Δημοσθένους ἐνταῦθα καλῶς ἔχει διαμνημονεύειν · τῶν γὰρ Ἀθηναίων ὡρμημένων Ἁρπάλῳ βοηθεῖν καὶ κορυσσομένων ἐπὶ τὸν Ἀλέξανδρον, ἐξαίφνης ἐπεφάνη Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ πραγμάτων Ἀλεξάνδρου στρατηγός. ἐκπλαγέντος δὲ τοῦ δήμου καὶ σιωπῶντος διὰ τὸν φόβον, ὁ Δημοσθένης τί ποιήσουσιν ἔφη τὸν ἥλιον ἰδόντες οἱ μὴ δυνάμενοι πρὸς τὸν λύχνον ἀντιβλέπειν; τί γὰρ ποιήσεις ἐν πράγμασι μεγάλοις, βασιλέως ἐντυγχάνοντος ἢ δήμου δυσωποῦντος, εἰ ποτήριον ἀπώσασθαι μὴ δύνασαι προπίνοντος συνήθους μηδʼ ἀδολέσχου λαβὴν διαφυγεῖν, ἀλλὰ παρέχεις ἐμπεριπατεῖν φλυάρῳ σαυτόν, οὐκ εὐτονῶν εἰπεῖν ὄψομαί σʼ αὖθις, νῦν δʼ οὐ σχολάζω ; καὶ μὴν οὐδʼ ἡ πρὸς τοὺς ἐπαίνους τοῦ ἀδυσωπήτου μελέτη καὶ ἄσκησις ἐν μικροῖς καὶ ἐλαφροῖς ἄχρηστός ἐστιν. οἷον ἐν συμποσίῳ φίλου κιθαρῳδὸς ᾄδει κακῶς ἢ πολλοῦ κωμῳδὸς ἐωνημένος ἐπιτρίβει Μένανδρον, οἱ δὲ πολλοὶ κροτοῦσι καὶ θαυμάζουσιν· · οὐδὲν οἶμαι χαλεπὸν οὐδὲ δύσκολον ἀκούειν σιωπῇ καὶ μὴ παρὰ τὸ φαινόμενον ἀνελευθέρως ἐπαινεῖν. ἐὰν γὰρ ἐν τούτοις μὴ κρατῇς σαυτοῦ, τί ποιήσεις φίλου ποίημα φαῦλον ἀναγιγνώσκοντος ἢ λόγον ἐπιδεικνυμένου γεγραμμένον ἀβελτέρως καὶ γελοίως; ἐπαινέσεις δηλονότι καὶ συνεπιθορυβήσεις τοῖς κολακεύουσι. πῶς οὖν ἐν πράγμασιν ἁμαρτάνοντος ἐπιλήψῃ; πῶς δὲ περὶ ἀρχὴν ἢ γάμον ἢ πολιτείαν ἀγνωμονοῦντα νουθετήσεις; ἐγὼ μὲν γὰρ οὐδὲ τὸ τοῦ Περικλέους ἀποδέχομαι, πρὸς τὸν ἀξιοῦντα μαρτυρίαν ψευδῆ μαρτυρῆσαι φίλον, προσῆν καὶ ὅρκος, εἰπόντος μέχρι τοῦ βωμοῦ φίλος εἰμί· λίαν γὰρ ἐγγὺς ἦλθεν. ὁ δὲ πόρρωθεν ἑαυτὸν ἐθίσας μήτε λέγοντος ἐπαινεῖν παρὰ γνώμην μήτε ᾅδοντος κροτεῖν μήτε σκώπτοντος ἀφυῶς ἐπιγελᾶν, οὐκ ἐάσει μέχρι τούτου προελθεῖν οὐδʼ εἰπεῖν πρὸς τὸν ἐν ἐκείνοις ἀδυσώπητον ὄμοσον ὑπὲρ ἐμοῦ καὶ τὰ ψευδῆ μαρτύρησον καὶ ἀπόφηναι παρὰ τὸ δίκαιον. οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις. Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπʼ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ τὸ λαμβάνειν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας σὺ μὲν εἶπεν αἰτεῖν ἐπιτήδειος εἶ καὶ μὴ λαμβάνων, λαμβάνων *: λαμβάνειν οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν ἄριστα τοῦ διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον. ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περιορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ δοῦναι θελήσαντες ἀλλʼ ἀρνήσασθαι μὴ δυνηθέντες. ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολλάκις δότʼ εἶπε Βίαντι Βίαντος - Βίαντι ] Βίωνος - Βίωνι Casaubonus τάλαντον καὶ ἀνάγκῃ· καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβεσθαι τὰ τοιαῦτα. κυνικοῦ γάρ ποτε δραχμὴν αἰτήσαντος αὐτόν ἀλλʼ οὐ βασιλικόν ἔφη τὸ δόμα· τοῦ δʼ ὑποτυχόντος δὸς οὖν μοι τάλαντον ἀπήντησεν ἀλλʼ οὐ κυνικὸν τὸ λῆμμα Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀποτυγχάνειν μελετᾶν ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρά, πρὸς τὸ ἀρνεῖσθαι πρὸς τὸ ἀρνεῖσθαι περὶ τὰ μικρὰ legisse vid. Amyotus τοῖς τοῖς ] τοῖς ἃ Madvigius αἰτοῦσιν οὐ προσηκόντως οὐ προσηκόντως δὲ an καὶ οῡ προσηκόντως ? Sed fortasse verba ληψομένοις - ἔχωμεν omittenda sunt cum optimo codice D ληψομένοις· ὡς ἂν μείζοσιν ἀποτεύξεσιν ἐπικουρεῖν ἔχωμεν. οὐδεὶς γάρ ὡς ὁ Δημοσθένης Δημοσθένης ] 3, 19 φησὶν εἰς ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ. γίγνεται δʼ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν πρὸς τὰ καλά, πλεονάσαντες τοῖς περιττοῖς.