<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="4" subtype="section" type="textpart"><p rend="indent">ὅσους δʼ ἀνῄρηκε τοῦτο τὸ πάθος, οὐκ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως. καὶ γὰρ ὁ Κρέων πρὸς τὴν Μήδειαν εἰπὼν <milestone n="530c" unit="stephpage" xml:id="stephpage-530c"/> <quote rend="blockquote"><l> κρεῖσσον δὲ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, γύναι, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eur. <title>Med.</title> 290</note><l>ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν </l></quote> <milestone n="20" unit="tlnum"/> ἄλλοις ἐγνωμολόγησεν, αὐτὸς δὲ τῆς δυσωπίας ἥττων γενόμενος καὶ μίαν ἡμέραν αἰτουμένῃ δοὺς ἀπώλεσε τὸν οἶκον. ἔνιοι δὲ καὶ σφαγὰς ὑφορώμενοι καὶ φαρμακείας, διετράπησαν. οὕτω παραπώλετο Δίων, οὐκ ἀγνοήσας; ἐπιβουλεύοντα Κάλλιππον ἀλλʼ αἰσχυνθεὶς <milestone n="25" unit="tlnum"/> φυλάττεσθαι φίλον ὄντα καὶ ξένον. οὕτως <pb xml:id="v.3.p.373"/> Ἀντίπατρος ὁ Κασάνδρου Δημήτριον καλέσας ἐπὶ δεῖπνον εἶτα κληθεὶς τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ᾐδέσθη πεπιστευμένος ἀπιστεῖν, καὶ πορευθεὶς ἐσφάγη μετὰ τὸ <milestone n="530d" unit="stephpage" xml:id="stephpage-530d"/> δεῖπνον. Ἡρακλέα δὲ τὸν Ἀλεξάνδρῳ γενόμενον ἐκ <milestone n="5" unit="tlnum"/>Βαρσίνης ὡμολόγησε μὲν Κασάνδρῳ Πολυσπέρχων ἀναιρήσειν ἐπὶ ταλάντοις ἑκατὸν εἶτʼ ἐπὶ δεῖπνον ἐκάλει· τοῦ δὲ μειρακίου τὴν κλῆσιν ὑφορωμένου καὶ δεδοικότος ἄλλως δὲ προφασιζομένου μαλακώτερον ἔχειν, ἐλθὼν ὁ Πολυσπέρχων <q>πρῶτον</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρῶτον</foreign>] <foreign xml:lang="grc">πρὸς αὐτὸν</foreign> Stegmannus</note> εἶπεν <milestone n="10" unit="tlnum"/> <q>ὦ παῖ, μιμοῦ τοῦ πατρὸς τὸ εὔκολον καὶ φιλέταιρον, εἰ μὴ νὴ Δία δέδοικας ἡμᾶς ὡς ἐπιβουλεύοντας.</q> αἰδεσθεὶς; οὖν ἠκολούθησεν ὁ νεανίσκος, οἱ δὲ δειπνίσαντες αὐτὸν ἐστραγγάλισαν. οὐ γελοῖον οὖν, ὥς φασί τινες, οὐδʼ ἀβέλτερον ἀλλὰ σοφὸν τὸ τοῦ <milestone n="15" unit="tlnum"/>Ἡσιόδου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] <title>OD</title> 342</note> <quote rend="blockquote"> τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν τὸν δʼ ἐχθρὸν ἐᾶσαι. <milestone n="530e" unit="stephpage" xml:id="stephpage-530e"/> </quote> μὴ δυσωποῦ τὸν μισοῦντα μηδʼ ὑπαίκαλλε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπαίκαλλε</foreign> *: <foreign xml:lang="grc">ὑπέκβαλε</foreign> </note> πιστεύειν δοκοῦντα· κληθήσῃ γὰρ καλέσας καὶ δειπνήσεις, ἂν δειπνίσῃς, ὥσπερ βαφὴν τὴν φυλάττουσαν ἀπιστίαν <milestone n="20" unit="tlnum"/> μαλαχθεῖσαν αἰσχύνῃ προέμενος. </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">ὡς οὖν πολλῶν κακῶν αἴτιον τὸ νόσημα τοῦτʼ ὂν πειρατέον ἀποβιάζεσθαι τῇ ἀσκήσει, πρῶτον ἀρξαμένους ὥσπερ οἱ τἄλλα μελετῶντες ἀπὸ τῶν μικρῶν καὶ μὴ σφόδρα δυσαντιβλέπτων· οἷον ἐν δείπνῳ προπίνει <milestone n="25" unit="tlnum"/> <milestone n="530f" unit="stephpage" xml:id="stephpage-530f"/> τις ἅδην ἔχοντι· μὴ δυσωπηθῇς μηδὲ προσβιάσῃ σαυτόν, ἀλλὰ κατάθου τὸ ποτήριον. αὖθις <pb xml:id="v.3.p.374"/> ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον· μὴ δυσωπηθῇς· μηδὲ δείσῃς σκωπτόμενος· ἀλλʼ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὡμολόγει καὶ πάνυ <milestone n="5" unit="tlnum"/> δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος. πάλιν ἀδολέσχῳ συνήντηκας ἐπιλαμβανομένῳ· καὶ περιπλεκομένῳ· μὴ δυσωπηθῇς ἀλλὰ διακόψας ἐπείγου καὶ <milestone n="531a" unit="stephpage" xml:id="stephpage-531a"/> πέραινε τὸ προκείμενον. αἱ γὰρ τοιαῦται φυγαὶ καὶ διακρούσεις, ἐν ἐλαφραῖς μέμψεσι τὴν μελέτην ἔχουσαι <milestone n="10" unit="tlnum"/> τοῦ ἀδυσωπήτου, προεθίζουσιν ἡμᾶς ἐπὶ τὰ μείζονα. καὶ τὸ τοῦ Δημοσθένους ἐνταῦθα καλῶς ἔχει διαμνημονεύειν · τῶν γὰρ Ἀθηναίων ὡρμημένων Ἁρπάλῳ βοηθεῖν καὶ κορυσσομένων ἐπὶ τὸν Ἀλέξανδρον, ἐξαίφνης ἐπεφάνη Φιλόξενος ὁ τῶν ἐπὶ <milestone n="15" unit="tlnum"/> θαλάττῃ πραγμάτων Ἀλεξάνδρου στρατηγός. ἐκπλαγέντος δὲ τοῦ δήμου καὶ σιωπῶντος διὰ τὸν φόβον, ὁ Δημοσθένης <q>τί ποιήσουσιν</q> ἔφη <q>τὸν ἥλιον ἰδόντες οἱ μὴ δυνάμενοι πρὸς τὸν λύχνον ἀντιβλέπειν;</q> τί γὰρ ποιήσεις ἐν πράγμασι μεγάλοις, βασιλέως <milestone n="20" unit="tlnum"/> ἐντυγχάνοντος ἢ δήμου δυσωποῦντος, εἰ ποτήριον <milestone n="531b" unit="stephpage" xml:id="stephpage-531b"/> ἀπώσασθαι μὴ δύνασαι προπίνοντος συνήθους μηδʼ ἀδολέσχου λαβὴν διαφυγεῖν, ἀλλὰ παρέχεις ἐμπεριπατεῖν φλυάρῳ σαυτόν, οὐκ εὐτονῶν εἰπεῖν <q>ὄψομαί σʼ αὖθις, νῦν δʼ οὐ σχολάζω</q>; <milestone n="25" unit="tlnum"/> </p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent">καὶ μὴν οὐδʼ ἡ πρὸς τοὺς ἐπαίνους τοῦ ἀδυσωπήτου μελέτη καὶ ἄσκησις ἐν μικροῖς καὶ ἐλαφροῖς ἄχρηστός ἐστιν. οἷον ἐν συμποσίῳ φίλου κιθαρῳδὸς ᾄδει κακῶς ἢ πολλοῦ κωμῳδὸς ἐωνημένος ἐπιτρίβει Μένανδρον, οἱ δὲ πολλοὶ κροτοῦσι καὶ <pb xml:id="v.3.p.375"/> θαυμάζουσιν· <milestone n="531c" unit="stephpage" xml:id="stephpage-531c"/> · οὐδὲν οἶμαι χαλεπὸν οὐδὲ δύσκολον ἀκούειν σιωπῇ καὶ μὴ παρὰ τὸ φαινόμενον ἀνελευθέρως ἐπαινεῖν. ἐὰν γὰρ ἐν τούτοις μὴ κρατῇς σαυτοῦ, τί ποιήσεις φίλου ποίημα φαῦλον ἀναγιγνώσκοντος ἢ <milestone n="5" unit="tlnum"/> λόγον ἐπιδεικνυμένου γεγραμμένον ἀβελτέρως καὶ γελοίως; ἐπαινέσεις δηλονότι καὶ συνεπιθορυβήσεις τοῖς κολακεύουσι. πῶς οὖν ἐν πράγμασιν ἁμαρτάνοντος ἐπιλήψῃ; πῶς δὲ περὶ ἀρχὴν ἢ γάμον ἢ πολιτείαν ἀγνωμονοῦντα νουθετήσεις; ἐγὼ μὲν γὰρ οὐδὲ <milestone n="10" unit="tlnum"/> τὸ τοῦ Περικλέους ἀποδέχομαι, πρὸς τὸν ἀξιοῦντα <milestone n="531d" unit="stephpage" xml:id="stephpage-531d"/> μαρτυρίαν ψευδῆ μαρτυρῆσαι φίλον, προσῆν καὶ ὅρκος, εἰπόντος <q>μέχρι τοῦ βωμοῦ φίλος εἰμί·</q> λίαν γὰρ ἐγγὺς ἦλθεν. ὁ δὲ πόρρωθεν ἑαυτὸν ἐθίσας μήτε λέγοντος ἐπαινεῖν παρὰ γνώμην μήτε ᾅδοντος <milestone n="15" unit="tlnum"/> κροτεῖν μήτε σκώπτοντος ἀφυῶς ἐπιγελᾶν, οὐκ ἐάσει μέχρι τούτου προελθεῖν οὐδʼ εἰπεῖν πρὸς τὸν ἐν ἐκείνοις ἀδυσώπητον <q>ὄμοσον ὑπὲρ ἐμοῦ καὶ τὰ ψευδῆ μαρτύρησον καὶ ἀπόφηναι παρὰ τὸ δίκαιον.</q> </p></div></div></body></text></TEI>