<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent"> καίτοι οὐ διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν ἀμετρίαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ ποδὸς - ἀμετρίαν</foreign>] vid. p. 439 c</note> ὡς Πλάτων ἔλεγε, καὶ πόλεις πόλεσι <milestone n="534f" unit="stephpage" xml:id="stephpage-534f"/> καὶ φίλοι φίλοις διαφερόμενοι τὰ κάκιστα δρῶσί τε καὶ πάσχουσιν ἀλλὰ διὰ τὴν περὶ τὰ νόμιμα καὶ <milestone n="20" unit="tlnum"/> δίκαια πλημμέλειαν. ἀλλʼ ὅμως ἔνιοι τὴν ἐν μέλεσι καὶ γράμμασι καὶ μέτροις ἀκρίβειαν αὐτοὶ φυλάττοντες ἑτέρους ἐν ἀρχαῖς καὶ κρίσεσι καὶ πράξεσιν ἀξιοῦσιν ὀλιγωρεῖν τοῦ καλῶς ἔχοντος. διὸ καὶ τούτῳ μάλιστα χρηστέον πρὸς αὐτούς. ἐντυγχάνει σοι δικάζοντι <milestone n="25" unit="tlnum"/> ῥήτωρ ἢ βουλεύοντι δημαγωγός· ὁμολόγησον, ἐὰν ἐκεῖνος σολοικίσῃ προοιμιαζόμενος ἢ βαρβαρίσῃ διηγούμενος· οὐ γὰρ ἐθελήσει διὰ τὸ φαινόμενον αἰσχρόν· ἐνίους γοῦν ὁρῶμεν οὐδὲ φωνήεντι <pb xml:id="v.3.p.384"/> συγκροῦσαι <milestone n="535a" unit="stephpage" xml:id="stephpage-535a"/> φωνῆεν ἐν τῷ λέγειν ὑπομένοντας. ἕτερον πάλιν δυσωποῦντα τῶν ἐπιφανῶν καὶ ἐνδόξων κέλευσον ὀρχούμενον διʼ ἀγορᾶς ἐξελθεῖν ἢ διαστρέψαντα τὸ πρόσωπον · ἐὰν δʼ ἀρνῆται, σός ἐστιν ὁ <milestone n="5" unit="tlnum"/> καιρὸς εἰπεῖν καὶ πυθέσθαι, τί αἴσχιόν ἐστι; τὸ σολοικίσαι καὶ διαστρέψαι τὸ πρόσωπον ἢ τὸ λῦσαι τὸν νόμον καὶ παραβῆναι τὸν ὅρκον καὶ πλέον νεῖμαι τῷ πονηρῷ τοῦ ἀγαθοῦ παρὰ τὸ δίκαιον. ἔτι τοίνυν, ὥσπερ Νικόστρατος ὁ Ἀργεῖος, Ἀρχιδάμου <milestone n="10" unit="tlnum"/> παρακαλοῦντος αὐτὸν ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ γυναικὸς ἧς βούλεται Λακαίνης προδοῦναι Κρῶμνον, οὐκ ἔφη γεγονέναι τὸν Ἀρχίδαμον ἀφʼ Ἡρακλέους <milestone n="535b" unit="stephpage" xml:id="stephpage-535b"/> ἐκεῖνον μὲν γὰρ ἀποκτιννύναι περιιόντα τοὺς πονηρούς, τοῦτον δὲ τοὺς χρηστοὺς ποιεῖν πονηρούς· <milestone n="15" unit="tlnum"/> οὕτω καὶ ἡμῖν πρὸς ἄνθρωπον ἀξιοῦντα καλὸν κἀγαθὸν λέγεσθαι ῥητέον, ἂν βιάζηται καὶ δυσωπῇ, μὴ πρέποντα ποιεῖν μηδʼ ἄξια τῆς περὶ αὐτὸν εὐγενείας τε καὶ ἀρετῆς. </p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent">ἐπὶ δὲ τῶν φαύλων ὁρᾶν χρὴ καὶ διανοεῖσθαι, <milestone n="20" unit="tlnum"/> τὸν φιλάργυρον εἰ δυσωπήσεις ἄνευ συμβολαίου δανεῖσαι τάλαντον ἢ τὸν φιλότιμον ἐκστῆναι τῆς προεδρίας, ἢ τὸν φίλαρχον τῆς παραγγελίας ἐπίδοξον ὄντα κρατήσειν. δεινὸν γὰρ ἂν ἀληθῶς φανείη <milestone n="535c" unit="stephpage" xml:id="stephpage-535c"/> τούτους μὲν ἐν νοσήμασι καὶ παθήμασιν ἀκάμπτους <milestone n="25" unit="tlnum"/> διαμένειν καὶ ἐχυροὺς καὶ δυσμεταθέτους, ἡμᾶς δὲ βουλομένους καὶ φάσκοντας εἶναι φιλοκάλους καὶ φιλοκάλους μὴ κρατεῖν ἑαυτῶν ἀλλʼ ἀνατρέπεσθαι καὶ προΐεσθαι τὴν ἀρετήν. καὶ γάρ, εἰ μὲν οἱ δυσωποῦντες ἐπὶ δόξῃ καὶ δυνάμει τοῦτο ποιοῦσιν <pb xml:id="v.3.p.385"/> ἄτοπόν ἐστι κοσμοῦντας ἑτέρους καὶ αὔξοντας ἀσχημονεῖν αὐτοὺς καὶ κακῶς ἀκούειν· ὥσπερ οἱ παραβραβεύοντες ἐν τοῖς ἀγῶσι καὶ χαριζόμενοι περὶ τὰς χειροτονίας, ἐξ οὐ προσηκόντων ἀρχεῖα καὶ στεφάνους <milestone n="5" unit="tlnum"/> ἄλλοις διδόντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διδόντες</foreign> addidi cum R</note> καὶ δόξαν, ἀφαιροῦνται τὸ ἔνδοξον αὑτῶν καὶ τὸ καλόν· εἰ δὲ χρημάτων ἕνεκα <milestone n="535d" unit="stephpage" xml:id="stephpage-535d"/> προσκείμενον ὁρῶμεν τὸν δυσωποῦντα, πῶς οὐ παρίσταται δεινὸν εἶναι τὸ τῆς ἰδίας δόξης καὶ ἀρετῆς ἀφειδεῖν, ἵνα τὸ τοῦ δεῖνος βαλλάντιον βαρύτερον <milestone n="10" unit="tlnum"/> γένηται; καίτοι παρίσταταί γε τοῖς πολλοῖς τὰ τοιαῦτα καὶ οὐ λανθάνουσιν ἑαυτοὺς ἐξαμαρτάνοντες· ὥσπερ οἱ τὰς μεγάλας κύλικας ἐκπιεῖν ἀναγκαζόμενοι, μόλις καὶ στένοντες καὶ τὰ πρόσωπα διαστρέφοντες ἐκτελοῦσι τὸ προσταττόμενον. <milestone n="15" unit="tlnum"/> </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent"> ἀλλʼ ἔοικεν ἡ τῆς ψυχῆς ἀτονία σώματος κράσει καὶ πρὸς ἀλέαν κακῶς πεφυκυίᾳ καὶ πρὸς κρύος· ἐπαινούμενοί τε γὰρ ὑπὸ τῶν δυσωπούντων παντάπασι θρύπτονται καὶ χαλῶνται, πρός τε τὰς μέμψεις καὶ ὑφοράσεις τῶν ἀποτυγχανόντων ψοφοδεῶς <milestone n="20" unit="tlnum"/> <milestone n="535e" unit="stephpage" xml:id="stephpage-535e"/> καὶ δειλῶς ἔχουσι. δεῖ δʼ ἀντισχυρίζεσθαι πρὸς· ἀμφότερα, μήτε τοῖς δεδιττομένοις μήτε τοῖς κολακεύουσιν ἐνδιδόντας. ὁ μὲν οὖν Θουκυδίδης,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 2, 64</note> ὡς ἀναγκαίως ἑπομένου τῷ δύνασθαι τοῦ φθονεῖσθαι, <q>καλῶς</q> φησὶ <q>βουλεύεσθαι τὸν ἐπὶ· μεγίστοις λαμβάνοντα <milestone n="25" unit="tlnum"/> τὸ ἐπίφθονον·</q> ἡμεῖς δὲ τὸν μὲν φθόνον διαφεύγειν οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ</foreign>] del. primus Erasmus, male</note> χαλεπὸν ἡγούμενοι, τὸ· δὲ μέμψει μὴ περιπεσεῖν μηδὲ λυπηρόν τινι γενέσθαι τῶν <pb xml:id="v.3.p.386"/> χρωμένων <milestone n="535f" unit="stephpage" xml:id="stephpage-535f"/> ἀδύνατον παντάπασιν ὁρῶντες, ὀρθῶς βουλευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν. καὶ μὴν ἔπαινόν <milestone n="5" unit="tlnum"/> γε τὸν παρὰ τῶν δυσωπούντων κίβδηλον ὄντα παντάπασι δεῖ φυλάττεσθαι, καὶ μὴ πάθος πάσχειν ὑῶδες, ὑπὸ κνησμοῦ καὶ γαργαλισμοῦ παρέχοντα χρῆσθαι ῥᾷστα τῷ δεομένῳ καὶ καταβάλλειν ἑαυτὸν ὑποκατακλινόμενον. οὐδὲν γὰρ διαφέρουσι τῶν τὰ σκέλη <milestone n="10" unit="tlnum"/> τοῖς ὑποσπῶσι παρεχόντων οἱ τὰ ὦτα τοῖς κολακεύουσι <milestone n="536a" unit="stephpage" xml:id="stephpage-536a"/> παραδιδόντες, ἀλλʼ αἴσχιον ἀνατρέπονται καὶ πίπτουσιν, οἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς, ἵνʼ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ συμπαθεῖς κληθῶσιν οἱ δὲ τοὐναντίον ἀπεχθείας <milestone n="15" unit="tlnum"/> καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδʼ ἀκινδύνους ἀναδέξασθαι πεισθέντες ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ Δία στόματα καὶ φωνὰς προσαγορευόντων. διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν, ἀπὸ τῶν ὤτων <milestone n="20" unit="tlnum"/> ῥᾳδίως μεταφερομένοις. ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέγειν ἐν τῷ περιπάτῳ <milestone n="536b" unit="stephpage" xml:id="stephpage-536b"/> περὶ Στίλπωνος τοῦ Μεγαρέως· εἰπόντος δέ τινος τῶν παρόντων <q>ἀλλὰ μὴν ἐκεῖνός σε πρῴην ἐπῄνει,</q> <q>νὴ Δία</q> φάναι· <q>βέλτιστος γὰρ ἀνδρῶν ἐστι καὶ <milestone n="25" unit="tlnum"/> γενναιότατος.</q> ἀλλὰ Μενέδημος τοὐναντίον, ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις <q>ἐγὼ δʼ</q> εἶπεν <q>ἀεὶ ψέγω Ἀλεξῖνον· ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν, ἢ ὑπὸ χρηστοῦ ψεγόμενος.</q> οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων <pb xml:id="v.3.p.387"/> καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι αὐτούς·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὺς ἐπαινοῦντι</foreign> Benselerus; deleverim <foreign xml:lang="grc">αὐτούς</foreign> </note> τοῦτο δʼ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδʼ ἀντικολακεύειν <milestone n="5" unit="tlnum"/> <milestone n="536c" unit="stephpage" xml:id="stephpage-536c"/> τοὺς ἐπαινοῦντας. ἀρκεῖ γὰρ οἶμαι τὸ τοῦ Πινδάρου,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πινδάρου</foreign>] <foreign xml:lang="grc">σπινδάρου</foreign> codex D, unde fort. <foreign xml:lang="grc">Σπινθάρου</foreign> </note> πρὸς τὸν λέγοντα πανταχοῦ καὶ πρὸς πάντας ἐπαινεῖν αὐτὸν εἰπόντος <q>κἀγώ σοι χάριν ἀποδίδωμι· ποιῶ γάρ σʼ ἀληθεύειν.</q> </p></div><div n="19" subtype="section" type="textpart"><p rend="indent">ὃ τοίνυν πρὸς πάντα τὰ πάθη χρήσιμόν ἐστι, <milestone n="10" unit="tlnum"/> τούτου δεῖ μάλιστα τοῖς εὐδυσωπήτοις, ὅταν ἐκβιασθέντες ὑπὸ τοῦ, πάθους παρὰ γνώμην ἁμάρτωσι καὶ διατραπῶσιν, ἰσχυρῶς μνημονεύειν, καὶ τὰ σημεῖα τοῦ δηγμοῦ καὶ τῆς μεταμελείας θεμένους ἐν ἑαυτοῖς ἀναλαμβάνειν καὶ φυλάττειν ἐπὶ πλεῖστον χρόνον, <milestone n="15" unit="tlnum"/> ὡς γὰρ οἱ λίθῳ προσπταίσαντες ὁδοιπόροι ἢ περὶ <milestone n="536d" unit="stephpage" xml:id="stephpage-536d"/> ἄκραν ἀνατραπέντες κυβερνῆται, ἂν μνημονεύωσιν, οὐκ ἐκεῖνα μόνον ἀλλὰ καὶ τὰ προσόμοια φρίττοντες καὶ φυλαττόμενοι διατελοῦσιν οὕτως οἱ τὰ τῆς δυσωπίας αἰσχρὰ καὶ βλαβερὰ συνεχῶς τῷ μετανοοῦντι <milestone n="20" unit="tlnum"/> καὶ δακνομένῳ προβάλλοντες ἀντιλήψονται πάλιν ἑαυτῶν ἐν τοῖς ὁμοίοις καὶ οὐ προήσονται ῥᾳδίως ὑποφερομένους.</p></div></div></body></text></TEI>