<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent">καὶ μὴν ἐάνπερ ὁ δυσωπῶν ἔνδοξος καὶ δυνατὸς ʽ οἳ δὴ μάλιστα δυσπαραίτητοι καὶ δυσαπότριπτοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυσαπότριπτοι</foreign> R: <foreign xml:lang="grc">δυσαπότρεπτοι</foreign> </note> περὶ τὰς κρίσεις καὶ τὰς χειροτονίας ἐντυγχάνοντὲς εἰσιν̓, ὃ μὲν ἔπραξεν ὁ Κάτων νέος ὢν <milestone n="534d" unit="stephpage" xml:id="stephpage-534d"/> ἔτι πρὸς Κάτλον, οὐκ ἄν τινι φανείη ῥᾴδιον ἴσως <milestone n="25" unit="tlnum"/> οὐδʼ ἀναγκαῖον. ὁ γὰρ Κάτλος ἦν μὲν ἐν ἀξιώματι τῶν Ῥωμαίων μεγίστῳ καὶ τότε τὴν τιμητικὴν ἀρχὴν εἶχεν ἀνέβη δὲ πρὸς τὸν Κάτωνα τεταγμένον ἐπὶ τοῦ δημοσίου ταμιείου παραιτησόμενός τινα τῶν <pb xml:id="v.3.p.383"/> ἐζημιωμένων ὑπʼ αὐτοῦ, καὶ λιπαρὴς ἐγίγνετο ταῖς δεήσεσι προσβιαζόμενος· ἄχρι οὗ δυσανασχετήσας ἐκεῖνος <q>αἰσχρόν ἐστιν</q> ἔφη <q>Κάτλε, σὲ τὸν τιμητὴν ἀπαλλαγῆναι μὴ βουλόμενον ἐντεῦθεν ὑπὸ τῶν ἐμῶν <milestone n="5" unit="tlnum"/> ὑπηρετῶν ἕλκεσθαι·</q> καὶ ὁ Κάτλος αἰσχυνθείς, πρὸς ὀργὴν ἀπῆλθε. σκόπει δὲ μὴ τὸ τοῦ Ἀγησιλάου καὶ <milestone n="534e" unit="stephpage" xml:id="stephpage-534e"/> τὸ τοῦ Θεμιστοκλέους ἐπιεικέστερόν ἐστι, καὶ μετριώτερον. ὁ μὲν γὰρ Ἀγησίλαος ὑπὸ τοῦ πατρὸς κελευόμενος κρῖναί τινα δίκην παρὰ τὸν νόμον, <q>ἀλλʼ ὑπὸ <milestone n="10" unit="tlnum"/> σοῦ·</q> ἔφη <q>πάτερ, πείθεσθαι τοῖς νόμοις ἐδιδασκόμην ἀπʼ ἀρχῆς· διὸ καὶ νῦν σοι πείθομαι μηδὲν ποιεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποιῶν</foreign> Matthaeus</note> παράνομον</q> ὁ δὲ Θεμιστοκλῆς πρὸς τὸν Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων <q>οὔτʼ ἂν σὺ ποιητὴς ἀγαθὸς εἴης</q> ἔφη <q>παρὰ μέλος· ᾄδων, οὔτʼ <milestone n="15" unit="tlnum"/> ἂν ἐγὼ χρηστὸς ἄρχων παρὰ νόμον κρίνων.</q> </p></div></div></body></text></TEI>