<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="14" subtype="section" type="textpart"><p rend="indent">ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς ἀξίοις οὐ μέγʼ ἔργον ἀντισχεῖν, ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους ὡς Θεόκριτος, δυεῖν παρʼ αὐτοῦ ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, <milestone n="10" unit="tlnum"/> τοῦ μὲν ξένου τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατʼ εἰπών <q>σὲ μὲν οὐκ <milestone n="534c" unit="stephpage" xml:id="stephpage-534c"/> οἶδα σὲ δʼ οἶδα</q> Λυσιμάχη δʼ Ἀθήνησιν, ἡ τῆς Πολιάδος; ἱέρεια, τῶν τὰ ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, <q>ἀλλʼ ὀκνῶ</q> εἶπε <q>μὴ καὶ <milestone n="15" unit="tlnum"/> τοῦτο πάτριον γένηται</q> καὶ Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δʼ ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, <q>παρʼ ἐμοί</q> φησὶν <q>ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.</q> <milestone n="20" unit="tlnum"/></p></div></div></body></text></TEI>