<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="13" subtype="section" type="textpart"><p rend="indent">ἀπʼ ἄλλης δʼ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα <milestone n="15" unit="tlnum"/> <milestone n="534a" unit="stephpage" xml:id="stephpage-534a"/> δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι, μὴ δυσωπουμένους ἀλλʼ ἑκόντας·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑκόντας</foreign> M: <foreign xml:lang="grc">εἰκοντας</foreign> </note> ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας τινὶ νεανίσκῳ τῶν συνήθων παρὰ τὸ τεῖχος ἡσυχῆ βαδίζοντι, καὶ πυθόμενος ὅτι φεύγει <milestone n="20" unit="tlnum"/> φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ <q>τί λέγεις</q> φησὶν <q>ἀβέλτερε; σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδʼ αἰσχύνεται, σὺ δʼ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆναι;</q> ὁ μὲν γὰρ εἰπὼν <milestone n="25" unit="tlnum"/> <quote rend="blockquote">ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία <milestone n="534b" unit="stephpage" xml:id="stephpage-534b"/> </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Lorenz. p. 302</note> κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν· τὸ <pb xml:id="v.3.p.382"/> δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσωπήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον, ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν ὑπὸ τῶν νοῦν ἐχόντων. <milestone n="5" unit="tlnum"/> </p></div></div></body></text></TEI>