ἀπʼ ἄλλης δʼ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι, μὴ δυσωπουμένους ἀλλʼ ἑκόντας· ἑκόντας M: εἰκοντας ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας τινὶ νεανίσκῳ τῶν συνήθων παρὰ τὸ τεῖχος ἡσυχῆ βαδίζοντι, καὶ πυθόμενος ὅτι φεύγει φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ τί λέγεις φησὶν ἀβέλτερε; σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδʼ αἰσχύνεται, σὺ δʼ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆναι; ὁ μὲν γὰρ εἰπὼν ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία Lorenz. p. 302 κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν· τὸ δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσωπήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον, ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν ὑπὸ τῶν νοῦν ἐχόντων.