<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="13" subtype="section" type="textpart"><p rend="indent">ἀπʼ ἄλλης δʼ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα <milestone n="15" unit="tlnum"/> <milestone n="534a" unit="stephpage" xml:id="stephpage-534a"/> δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι, μὴ δυσωπουμένους ἀλλʼ ἑκόντας·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑκόντας</foreign> M: <foreign xml:lang="grc">εἰκοντας</foreign> </note> ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας τινὶ νεανίσκῳ τῶν συνήθων παρὰ τὸ τεῖχος ἡσυχῆ βαδίζοντι, καὶ πυθόμενος ὅτι φεύγει <milestone n="20" unit="tlnum"/> φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ <q>τί λέγεις</q> φησὶν <q>ἀβέλτερε; σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδʼ αἰσχύνεται, σὺ δʼ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆναι;</q> ὁ μὲν γὰρ εἰπὼν <milestone n="25" unit="tlnum"/> <quote rend="blockquote">ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία <milestone n="534b" unit="stephpage" xml:id="stephpage-534b"/> </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Lorenz. p. 302</note> κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν· τὸ <pb xml:id="v.3.p.382"/> δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσωπήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον, ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν ὑπὸ τῶν νοῦν ἐχόντων. <milestone n="5" unit="tlnum"/> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent">ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς ἀξίοις οὐ μέγʼ ἔργον ἀντισχεῖν, ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους ὡς Θεόκριτος, δυεῖν παρʼ αὐτοῦ ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, <milestone n="10" unit="tlnum"/> τοῦ μὲν ξένου τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατʼ εἰπών <q>σὲ μὲν οὐκ <milestone n="534c" unit="stephpage" xml:id="stephpage-534c"/> οἶδα σὲ δʼ οἶδα</q> Λυσιμάχη δʼ Ἀθήνησιν, ἡ τῆς Πολιάδος; ἱέρεια, τῶν τὰ ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, <q>ἀλλʼ ὀκνῶ</q> εἶπε <q>μὴ καὶ <milestone n="15" unit="tlnum"/> τοῦτο πάτριον γένηται</q> καὶ Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δʼ ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, <q>παρʼ ἐμοί</q> φησὶν <q>ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί.</q> <milestone n="20" unit="tlnum"/></p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent">καὶ μὴν ἐάνπερ ὁ δυσωπῶν ἔνδοξος καὶ δυνατὸς ʽ οἳ δὴ μάλιστα δυσπαραίτητοι καὶ δυσαπότριπτοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυσαπότριπτοι</foreign> R: <foreign xml:lang="grc">δυσαπότρεπτοι</foreign> </note> περὶ τὰς κρίσεις καὶ τὰς χειροτονίας ἐντυγχάνοντὲς εἰσιν̓, ὃ μὲν ἔπραξεν ὁ Κάτων νέος ὢν <milestone n="534d" unit="stephpage" xml:id="stephpage-534d"/> ἔτι πρὸς Κάτλον, οὐκ ἄν τινι φανείη ῥᾴδιον ἴσως <milestone n="25" unit="tlnum"/> οὐδʼ ἀναγκαῖον. ὁ γὰρ Κάτλος ἦν μὲν ἐν ἀξιώματι τῶν Ῥωμαίων μεγίστῳ καὶ τότε τὴν τιμητικὴν ἀρχὴν εἶχεν ἀνέβη δὲ πρὸς τὸν Κάτωνα τεταγμένον ἐπὶ τοῦ δημοσίου ταμιείου παραιτησόμενός τινα τῶν <pb xml:id="v.3.p.383"/> ἐζημιωμένων ὑπʼ αὐτοῦ, καὶ λιπαρὴς ἐγίγνετο ταῖς δεήσεσι προσβιαζόμενος· ἄχρι οὗ δυσανασχετήσας ἐκεῖνος <q>αἰσχρόν ἐστιν</q> ἔφη <q>Κάτλε, σὲ τὸν τιμητὴν ἀπαλλαγῆναι μὴ βουλόμενον ἐντεῦθεν ὑπὸ τῶν ἐμῶν <milestone n="5" unit="tlnum"/> ὑπηρετῶν ἕλκεσθαι·</q> καὶ ὁ Κάτλος αἰσχυνθείς, πρὸς ὀργὴν ἀπῆλθε. σκόπει δὲ μὴ τὸ τοῦ Ἀγησιλάου καὶ <milestone n="534e" unit="stephpage" xml:id="stephpage-534e"/> τὸ τοῦ Θεμιστοκλέους ἐπιεικέστερόν ἐστι, καὶ μετριώτερον. ὁ μὲν γὰρ Ἀγησίλαος ὑπὸ τοῦ πατρὸς κελευόμενος κρῖναί τινα δίκην παρὰ τὸν νόμον, <q>ἀλλʼ ὑπὸ <milestone n="10" unit="tlnum"/> σοῦ·</q> ἔφη <q>πάτερ, πείθεσθαι τοῖς νόμοις ἐδιδασκόμην ἀπʼ ἀρχῆς· διὸ καὶ νῦν σοι πείθομαι μηδὲν ποιεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποιῶν</foreign> Matthaeus</note> παράνομον</q> ὁ δὲ Θεμιστοκλῆς πρὸς τὸν Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων <q>οὔτʼ ἂν σὺ ποιητὴς ἀγαθὸς εἴης</q> ἔφη <q>παρὰ μέλος· ᾄδων, οὔτʼ <milestone n="15" unit="tlnum"/> ἂν ἐγὼ χρηστὸς ἄρχων παρὰ νόμον κρίνων.</q> </p></div></div></body></text></TEI>