<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"> πάλιν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Epist.</title> 13, 360d</note> Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς <pb xml:id="v.3.p.380"/> <milestone n="533c" unit="stephpage" xml:id="stephpage-533c"/> ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃ <q>γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου</q> Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, <milestone n="5" unit="tlnum"/> καὶ συνέστησε Πολυσπέρχοντι διʼ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δʼ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον· ὁ δʼ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δʼ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ <milestone n="10" unit="tlnum"/> λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα <milestone n="533d" unit="stephpage" xml:id="stephpage-533d"/> προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθʼ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, <milestone n="15" unit="tlnum"/> ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ <quote rend="blockquote"> μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eur. <title>Med.</title> 1078</note> <milestone n="20" unit="tlnum"/> τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος. </p></div></div></body></text></TEI>