<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="10" subtype="section" type="textpart"><p rend="indent">ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ <milestone n="20" unit="tlnum"/> <milestone n="532f" unit="stephpage" xml:id="stephpage-532f"/> δύνασθαι μίαν εἰπεῖν τὴν <q>οὐ</q> συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλʼ ἔσκωψε· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν. <q>τὴν γὰρ σιωπὴν</q> ὁ μὲν Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 675</note> φησὶ <milestone n="25" unit="tlnum"/> <q>τοῖς σοφοῖς ἀπόκρισιν</q> εἶναι· κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας· ἐπεὶ τοὺς <pb xml:id="v.3.p.379"/>. χαρίεντας ἔστι καὶ παρηγορῆσαι· καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· <milestone n="533a" unit="stephpage" xml:id="stephpage-533a"/> οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον <q>οὐ <milestone n="5" unit="tlnum"/> δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι</q> καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας <q>αἰσχύνομαι</q> εἶπεν ὑμῖν <q>μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς</q> Καλλικλέα δείξας τὸν δανειστήν· <q>πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν <milestone n="10" unit="tlnum"/></q> ὡς Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 2, 40</note> φησὶν <q>ἀλλʼ ἔργῳ μὴ διαφεύγειν αἴσχιον</q> ὁ δʼ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν <quote rend="blockquote"> οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος· </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 913. Kock. 3 p. 613</note> εἶθʼ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν, <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 549</note> <milestone n="533b" unit="stephpage" xml:id="stephpage-533b"/> </quote> ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων διʼ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] <title>OD</title> 371</note> λέγοντος; <quote rend="blockquote"> καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. <milestone n="20" unit="tlnum"/> </quote> θαυμάσαντος δʼ ἐκείνου καὶ εἰπόντος <q>οὕτως, ὦ Περσαῖε, νομικῶς;</q> <q>ναί</q> εἶπεν <q>ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω</q> πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετʼ ἔχθρας. <milestone n="25" unit="tlnum"/> </p></div></div></body></text></TEI>