<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg104.perseus-grc2" type="edition" xml:lang="grc"><div n="10" subtype="section" type="textpart"><p rend="indent">ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ <milestone n="20" unit="tlnum"/> <milestone n="532f" unit="stephpage" xml:id="stephpage-532f"/> δύνασθαι μίαν εἰπεῖν τὴν <q>οὐ</q> συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλʼ ἔσκωψε· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν. <q>τὴν γὰρ σιωπὴν</q> ὁ μὲν Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 675</note> φησὶ <milestone n="25" unit="tlnum"/> <q>τοῖς σοφοῖς ἀπόκρισιν</q> εἶναι· κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας· ἐπεὶ τοὺς <pb xml:id="v.3.p.379"/>. χαρίεντας ἔστι καὶ παρηγορῆσαι· καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· <milestone n="533a" unit="stephpage" xml:id="stephpage-533a"/> οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον <q>οὐ <milestone n="5" unit="tlnum"/> δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι</q> καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας <q>αἰσχύνομαι</q> εἶπεν ὑμῖν <q>μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς</q> Καλλικλέα δείξας τὸν δανειστήν· <q>πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν <milestone n="10" unit="tlnum"/></q> ὡς Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 2, 40</note> φησὶν <q>ἀλλʼ ἔργῳ μὴ διαφεύγειν αἴσχιον</q> ὁ δʼ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν <quote rend="blockquote"> οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος· </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 913. Kock. 3 p. 613</note> εἶθʼ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν, <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 549</note> <milestone n="533b" unit="stephpage" xml:id="stephpage-533b"/> </quote> ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων διʼ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] <title>OD</title> 371</note> λέγοντος; <quote rend="blockquote"> καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. <milestone n="20" unit="tlnum"/> </quote> θαυμάσαντος δʼ ἐκείνου καὶ εἰπόντος <q>οὕτως, ὦ Περσαῖε, νομικῶς;</q> <q>ναί</q> εἶπεν <q>ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω</q> πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετʼ ἔχθρας. <milestone n="25" unit="tlnum"/> </p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent"> πάλιν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Epist.</title> 13, 360d</note> Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς <pb xml:id="v.3.p.380"/> <milestone n="533c" unit="stephpage" xml:id="stephpage-533c"/> ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃ <q>γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου</q> Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, <milestone n="5" unit="tlnum"/> καὶ συνέστησε Πολυσπέρχοντι διʼ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δʼ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον· ὁ δʼ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δʼ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ <milestone n="10" unit="tlnum"/> λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα <milestone n="533d" unit="stephpage" xml:id="stephpage-533d"/> προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθʼ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, <milestone n="15" unit="tlnum"/> ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ <quote rend="blockquote"> μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eur. <title>Med.</title> 1078</note> <milestone n="20" unit="tlnum"/> τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος. </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"> διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλʼ εὐθὺς ἐν οἷς πράττει <milestone n="25" unit="tlnum"/> πάρεστι· καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνηγοροῦντες</foreign> W: <foreign xml:lang="grc">συνεργοῦντες</foreign> </note> ἀδοξοῦμεν <milestone n="533e" unit="stephpage" xml:id="stephpage-533e"/> καὶ μὴ παρέχοντες ἐλεγχόμεθα. πολλὰ γὰρ ὑπʼ <pb xml:id="v.3.p.381"/> ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λιπαροῦσν</foreign> M: <foreign xml:lang="grc">ἀεὶ παροῦσιν</foreign> </note> ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδʼ εὐτονοῦντες εἰπεῖν <q>οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλʼ <milestone n="5" unit="tlnum"/> ἑτέρους ὅρα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅρα</foreign> Madvigius: <foreign xml:lang="grc">ὁρᾷ</foreign> </note> μᾶλλον,</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Kock. 3 p. 447</note> ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς <milestone n="533f" unit="stephpage" xml:id="stephpage-533f"/> ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρʼ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ <milestone n="10" unit="tlnum"/> δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν. </p></div></div></body></text></TEI>