ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ δύνασθαι μίαν εἰπεῖν τὴν οὐ συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλʼ ἔσκωψε· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν. τὴν γὰρ σιωπὴν ὁ μὲν Εὐριπίδης Εὐριπίδης ] Nauck. p. 675 φησὶ τοῖς σοφοῖς ἀπόκρισιν εἶναι· κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας· ἐπεὶ τοὺς . χαρίεντας ἔστι καὶ παρηγορῆσαι· καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας αἰσχύνομαι εἶπεν ὑμῖν μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς Καλλικλέα δείξας τὸν δανειστήν· πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν ὡς Θουκυδίδης Θουκυδίδης ] 2, 40 φησὶν ἀλλʼ ἔργῳ μὴ διαφεύγειν αἴσχιον ὁ δʼ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος· Nauck. p. 913. Kock. 3 p. 613 εἶθʼ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν, αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις. Nauck. p. 549 ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων διʼ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου Ἡσιόδου ] OD 371 λέγοντος; καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. θαυμάσαντος δʼ ἐκείνου καὶ εἰπόντος οὕτως, ὦ Περσαῖε, νομικῶς; ναί εἶπεν ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετʼ ἔχθρας. πάλιν ὁ Πλάτων Πλάτων ] Epist. 13, 360d Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃ γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, καὶ συνέστησε Πολυσπέρχοντι διʼ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δʼ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον· ὁ δʼ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δʼ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθʼ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά Eur. Med. 1078 τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος. διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλʼ εὐθὺς ἐν οἷς πράττει πάρεστι· καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες συνηγοροῦντες W: συνεργοῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα. πολλὰ γὰρ ὑπʼ ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν λιπαροῦσν M: ἀεὶ παροῦσιν ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδʼ εὐτονοῦντες εἰπεῖν οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλʼ ἑτέρους ὅρα ὅρα Madvigius: ὁρᾷ μᾶλλον, cf. Kock. 3 p. 447 ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρʼ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν.