ἔνια τῶν ἐκ τῆς γῆς φυομένων αὐτὰ μέν ἐστιν ἄγρια τῇ φύσει καὶ ἄκαρπα καὶ βλαβερὰν τοῖς ἡμέροις σπέρμασι καὶ φυτοῖς τὴν αὔξησιν ἔχοντα, σημεῖα δʼ αὐτὰ ποιοῦνται χώρας οἱ γεωργοῦντες οὐ πονηρᾶς ἀλλὰ γενναίας καὶ πίονος· οὕτω δὴ καὶ πάθη ψυχῆς ἐστιν οὐ χρηστά, χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα καὶ λόγῳ παρασχεῖν ἐργάσιμον ἑαυτὴν ἐπιεικῶς δυναμένης. cf. Kock. 3 p. 494 ἐν τούτοις τίθεμαι καὶ τὴν λεγομένην δυσωπίαν, σημεῖον μὲν οὐ φαῦλον αἰτίαν δὲ μοχθηρίας οὖσαν. τὰ γὰρ αὐτὰ τοῖς ἀναισχύντοις οἱ· αἰσχυνόμενοι πολλάκις ἁμαρτάνουσι, πλὴν ὅτι τὸ λυπεῖσθαι καὶ ἀλγεῖν ἐφʼ οἷς διαμαρτάνουσι τούτοις πρόσεστιν οὐχ ὡς ἐκείνοις τὸ ἥδεσθαι. ἀναλγὴς μὲν γὰρ ὁ ἀναιδὴς πρὸς τὸ αἰσχρόν, εὐπαθὴς δὲ καὶ πρὸς τὸ φαινόμενον αἰσχρὸν ὁ εὐδυσώπητος. ὑπερβολὴ γὰρ τοῦ αἰσχύνεσθαι τὸ δυσωπεῖσθαι. διὸ καὶ οὕτω κέκληται, τρόπον τινὰ τοῦ προσώπου τῇ ψυχῇ συνδιατρεπομένου καὶ συνεξατονοῦντος. ὡς γὰρ τὴν κατήφειαν ὁρίζονται λύπην κάτω βλέπειν ποιοῦσαν, οὕτω τὴν αἰσχυντηλίαν μέχρι τοῦ μηδʼ ἀντιβλέπειν τοῖς δεομένοις ὑπείκουσαν δυσωπίαν ὠνόμασαν. ὅθεν ὁ μὲν ῥήτωρ τὸν ἀναίσχυντον οὐκ ἔφη κόρας ἐν τοῖς ὄμμασιν ἔχειν ἀλλὰ πόρνας· ὁ δʼ εὐδυσώπητος αὖ πάλιν ἄγαν τὸ ἄγαν τὸ ] τὸ ἄγαν Matthaeus θῆλυ τῆς ψυχῆς καὶ τρυφερὸν ἐμφαίνει διὰ τῆς ὄψεως, τὴν ὑπὸ τῶν ἀναισχύντων ὄψιν αἰσχύνην ὑποκοριζόμενος. ὁ μὲν οὖν Κάτων ἔλεγε τῶν νέων μᾶλλον ἀγαπᾶν τοὺς ἐρυθριῶντας ἢ τοὺς ὠχριῶντας, ὀρθῶς ἐθίζων καὶ διδάσκων τὸν ψόγον μᾶλλον ἢ τὸν ἔλεγχον δεδιέναι καὶ τὴν ὑποψίαν μᾶλλον ἢ τὸν κίνδυνον. οὐ μὴν ἀλλὰ καὶ τοῦ πρὸς τὸν ψόγον ὑπόπτου καὶ ψοφοδεοῦς τὸ ἄγαν ἀφαιρετέον, ὡς οὐχ ἧττον ἔνιοι πολλάκις ἀκοῦσαι κακῶς ἢ παθεῖν· δείσαντες ἀπεδειλίασαν, καὶ προήκαντο τὸ καλὸν οὐ δυνηθέντες ὑπομεῖναι τὸ ἄδοξον. οὔτε δὴ τούτους περιοπτέον οὕτως ἀσθενῶς ἔχοντας οὔτʼ αὖ πάλιν ἐκείνην ἐπαινετέον τὴν ἄτρεπτον καὶ ἀτενῆ διάθεσιν, ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ἐμμανὲς - ὀρούσαι p. 446 b: ἐμμενὲς - ὀροῦσαι ὅππη ὀρούσαι φαίνετʼ Ἀναξάρχου κύνεον μένος· ἀλλʼ ἐμμελῆ τινα μηχανητέον σύγκρασιν ἀμφοῖν, τοῦ μὲν ἀτενοῦς ἄγαν τὴν ἀναίδειαν τοῦ δʼ ἐπιεικοῦς σφόδρα τὴν ἀσθένειαν ἀφαιροῦσαν. ᾗ καὶ τὸ θεράπευμα δυσχερὲς καὶ οὐκ ἀκίνδυνος ἡ τῶν τοιούτων πλεονασμῶν κόλουσις· ὡς γὰρ ὁ γεωργὸς ἄγριον μὲν ἐκκόπτων βλάστημα καὶ ἀγεννές, αὐτόθεν ἀφειδῶς ἐμβαλὼν τὸ σκαφεῖον ἀνέτρεψε τὴν ῥίζαν ἢ πῦρ προσαγαγὼν ἐπέκαυσεν ἀμπέλῳ δὲ προσιὼν τομῆς δεομένῃ καὶ μηλέας ἤ τινος ἐλαίας ἁπτόμενος, εὐλαβῶς ἐπιφέρει τὴν χεῖρα, δεδιὼς μή τι τοῦ ὑγιαίνοντος ἀποτυφλώσῃ· οὕτως ὁ φιλόσοφος φθόνον μὲν ἐξαιρῶν νέου ψυχῆς, ἀγεννὲς βλάστημα καὶ δυστιθάσευτον, ἢ φιλαργυρίαν ἄωρον, ἢ φιληδονίαν ἐπικόπτων ἀκόλαστον αἱμάσσει καὶ πιέζει καὶ τομὴν ποιεῖ καὶ οὐλὴν βαθεῖαν ὅταν δὲ τρυφερῷ μέρει ψυχῆς καὶ ἁπαλῷ κολούοντα προσαγάγῃ λόγον, οἷόν ἐστι τὸ δυσωπούμενον καὶ διατρεπόμενον, εὐλαβεῖται μὴ λάθῃ τούτοις συναποκόψας τὸ αἰδούμενον. καὶ γὰρ αἱ τίτθαι τῶν βρεφῶν ἐκτρίβουσαι πολλάκις τὸν ῥύπον ἑλκοῦσιν ἐνίοτε τὴν σάρκα καὶ βασανίζουσιν. ὅθεν οὐ δεῖ τῶν νέων παντάπασιν ἐν χρῷ τὴν δυσωπίαν ἐκτρίβοντας ὀλιγώρους ποιεῖν καὶ λίαν ἀτρέπτους· ἀλλʼ ὥσπερ οἱ καταλύοντες οἰκίας ἱεροῖς γειτνιώσας τά γε συνεχῆ καὶ πλησίον ἐῶσι καὶ διερείδουσιν, οὕτω δεῖ τὴν δυσωπίαν κινεῖν δεδιότας συνεφελκύσασθαι τὰ ὁμοροῦντα τῆς αἰδοῦς καὶ τῆς ἐπιεικείας; καὶ τῆς ἡμερότητος, οἷς ὑποδέδυκε καὶ προσπλέκεται κολακεύουσα τὸν εὐδυσώπητον ὡς φιλάνθρωπον καὶ πολιτικὸν καὶ κοινὸν ἔχοντα νοῦν καὶ οὐκ ἄτεγκτον οὐδʼ αὐθέκαστον. ὅθεν εὐθὺς οἱ Στωικοὶ καὶ τῷ ῥήματι τὸ αἰσχύνεσθαι καὶ δυσωπεῖσθαι τοῦ αἰδεῖσθαι διέστησαν, ἵνα μηδὲ τὴν ὁμωνυμίαν τῷ πάθει πρόφασιν τοῦ βλάπτειν ἀπολίπωσιν. ἀλλʼ ἡμῖν χρῆσθαι τοῖς ὀνόμασιν ἀσυκοφαντήτως δότωσαν, μᾶλλον δʼ Ὁμηρικῶς· καὶ γὰρ ἐκεῖνος εἶπεν αἰδώς, αἰδώς ] αἰδώς ι γίγνεται ἥτʼ ἄνδρας cett. Homerus ἣτʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι· Hom. Ω 45 καὶ οὐ κακῶς τὸ βλάπτον αὐτῆς πρότερον εἶπε. γίγνεται γὰρ ὠφέλιμος ὑπὸ λόγου τὸ πλεονάζον ἀφελόντος καὶ τὸ μέτριον ἀπολιπόντος. πρῶτον οὖν τοῦτο δεῖ πείθεσθαι τὸν ὑπὸ πολλῆς δυσωπίας βιαζόμενον, ὅτι πάθει βλαβερῷ συνέχεται· καλὸν δὲ τῶν βλαβερῶν οὐδέν· οὐδὲ δεῖ τοῖς ἐπαίνοις κηλούμενον ἥδεσθαι κομψὸν καὶ ἱλαρὸν ἀντὶ σεμνοῦ καὶ μεγάλου καὶ δικαίου προσαγορευόμενον μηδʼ, ὥσπερ ὁ Εὐριπίδου Εὐριπίδου ] Nauck. p. 451 Πήγασος ἔπτησσʼ ὑπείκων μᾶλλον εἱ μᾶλλον μᾶλλον εἰ μᾶλλον [p. 807 a: μᾶλλον ἢ θέλοι τῷ Βελλεροφόντῃ, τοῖς δεομένοις ἑαυτὸν ἐκδιδόναι ·, καὶ συνεκταπεινοῦν, φοβούμενον ἀκοῦσαι τὸ σκληρὸς γε γε ] τε R καὶ ἀπηνής. τῷ μὲν γὰρ Αἰγυπτίῳ Βοκχόριδι φύσει χαλεπῷ γενομένῳ τὴν ἀσπίδα λέγουσιν ὑπὸ τῆς Ἴσιδος ἐπιπεμφθεῖσαν καὶ τῇ κεφαλῇ περιελιχθεῖσαν ἄνωθεν ἐπισκιάζειν, ἵνα κρίνῃ δικαίως ἡ δέ γε δυσωπία τοῖς ἀτόνοις καὶ ἀνάνδροις ἐπικειμένη καὶ πρὸς μηδὲν ἀνανεῦσαι μηδʼ ἀντειπεῖν ἰσχύουσα, καὶ δικάζοντας ἀποτρέπει τοῦ δικαίου καὶ συμβουλεύοντας ἐπιστομίζει καὶ λέγειν πολλὰ καὶ πράττειν ἀναγκάζει τῶν ἀβουλήτων ὁ δʼ ἀγνωμονέστατος ἀεὶ τοῦ τοιούτου δεσπότης ἐστὶ καὶ κρατεῖ, τῷ μὴ αἰδεῖσθαι τὸ αἰδούμενον ἐκβιαζόμενος. ὅθεν ὥσπερ χωρίον ὕπτιον καὶ μαλακὸν ἡ δυσωπία μηδεμίαν ἔντευξιν ἐξῶσαι μηδʼ ἀποστρέψαι δυναμένη τοῖς αἰσχίστοις βάσιμός ἐστι πάθεσι καὶ πράγμασι· κακὴ μὲν γὰρ αὕτη παιδικῆς φρουρὸς ἡλικίας, ὡς ἔλεγε Βροῦτος οὐ δοκεῖν αὐτῷ καλῶς τὴν ὥραν διατεθεῖσθαι τὸν πρὸς μηδὲν ἀρνούμενον κακὴ δὲ θαλάμου καὶ γυναικωνίτιδος ἐπίτροπος, ὥς φησιν ἡ παρὰ τῷ Σοφοκλεῖ Σοφοκλεῖ ] Nauck. p. 312 μετανοοῦσα πρὸς τὸν μοιχὸν ἔπεισας, ἐξέθωψας. ὥστʼ· ἡ δυσωπία προδιαφθείρουσα προδιαφθείρασα (malim προδιαφθείρουσα ) τοῦ ἀκολάστου Madvigius τὸ ἀκόλαστον ἀνώχυρα πάντα καὶ ἄκλειστα καὶ κατάντη προδίδωσι τοῖς ἐπιτιθεμένοις. καὶ διδόντες μὲν αἱροῦσι τὰς βδελυρωτάτας; τῶν φύσεων, τῷ δὲ δὲ Emperius: δὴ πείθειν καὶ δυσωπεῖν πολλάκις κατεργάζονται καὶ τὰς ἐπιεικεῖς. ἐῶ δὲ τὰς εἰς τὰ χρήματα βλάβας ὑπὸ τοῦ δυσωπεῖσθαι, δανειζόντων οἷς ἀπιστοῦσιν ἐγγυωμένων οἷς οὐκ ἐθέλουσιν, ἐπαινούντων μὲν τὸ ἐγγύα πάρα δʼ ἄτα χρῆσθαι δʼ αὐτῷ παρὰ παρὰ R: περὶ τὰ πράγματα μὴ δυναμένων. ὅσους δʼ ἀνῄρηκε τοῦτο τὸ πάθος, οὐκ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως. καὶ γὰρ ὁ Κρέων πρὸς τὴν Μήδειαν εἰπὼν κρεῖσσον δὲ μοι νῦν πρὸς σʼ ἀπέχθεσθαι, γύναι, Eur. Med. 290 ἢ μαλθακισθένθʼ ὕστερον μέγα στένειν ἄλλοις ἐγνωμολόγησεν, αὐτὸς δὲ τῆς δυσωπίας ἥττων γενόμενος καὶ μίαν ἡμέραν αἰτουμένῃ δοὺς ἀπώλεσε τὸν οἶκον. ἔνιοι δὲ καὶ σφαγὰς ὑφορώμενοι καὶ φαρμακείας, διετράπησαν. οὕτω παραπώλετο Δίων, οὐκ ἀγνοήσας; ἐπιβουλεύοντα Κάλλιππον ἀλλʼ αἰσχυνθεὶς φυλάττεσθαι φίλον ὄντα καὶ ξένον. οὕτως Ἀντίπατρος ὁ Κασάνδρου Δημήτριον καλέσας ἐπὶ δεῖπνον εἶτα κληθεὶς τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ᾐδέσθη πεπιστευμένος ἀπιστεῖν, καὶ πορευθεὶς ἐσφάγη μετὰ τὸ δεῖπνον. Ἡρακλέα δὲ τὸν Ἀλεξάνδρῳ γενόμενον ἐκ Βαρσίνης ὡμολόγησε μὲν Κασάνδρῳ Πολυσπέρχων ἀναιρήσειν ἐπὶ ταλάντοις ἑκατὸν εἶτʼ ἐπὶ δεῖπνον ἐκάλει· τοῦ δὲ μειρακίου τὴν κλῆσιν ὑφορωμένου καὶ δεδοικότος ἄλλως δὲ προφασιζομένου μαλακώτερον ἔχειν, ἐλθὼν ὁ Πολυσπέρχων πρῶτον πρῶτον ] πρὸς αὐτὸν Stegmannus εἶπεν ὦ παῖ, μιμοῦ τοῦ πατρὸς τὸ εὔκολον καὶ φιλέταιρον, εἰ μὴ νὴ Δία δέδοικας ἡμᾶς ὡς ἐπιβουλεύοντας. αἰδεσθεὶς; οὖν ἠκολούθησεν ὁ νεανίσκος, οἱ δὲ δειπνίσαντες αὐτὸν ἐστραγγάλισαν. οὐ γελοῖον οὖν, ὥς φασί τινες, οὐδʼ ἀβέλτερον ἀλλὰ σοφὸν τὸ τοῦ Ἡσιόδου Ἡσιόδου ] OD 342 τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν τὸν δʼ ἐχθρὸν ἐᾶσαι. μὴ δυσωποῦ τὸν μισοῦντα μηδʼ ὑπαίκαλλε ὑπαίκαλλε *: ὑπέκβαλε πιστεύειν δοκοῦντα· κληθήσῃ γὰρ καλέσας καὶ δειπνήσεις, ἂν δειπνίσῃς, ὥσπερ βαφὴν τὴν φυλάττουσαν ἀπιστίαν μαλαχθεῖσαν αἰσχύνῃ προέμενος. ὡς οὖν πολλῶν κακῶν αἴτιον τὸ νόσημα τοῦτʼ ὂν πειρατέον ἀποβιάζεσθαι τῇ ἀσκήσει, πρῶτον ἀρξαμένους ὥσπερ οἱ τἄλλα μελετῶντες ἀπὸ τῶν μικρῶν καὶ μὴ σφόδρα δυσαντιβλέπτων· οἷον ἐν δείπνῳ προπίνει τις ἅδην ἔχοντι· μὴ δυσωπηθῇς μηδὲ προσβιάσῃ σαυτόν, ἀλλὰ κατάθου τὸ ποτήριον. αὖθις ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον· μὴ δυσωπηθῇς· μηδὲ δείσῃς σκωπτόμενος· ἀλλʼ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὡμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος. πάλιν ἀδολέσχῳ συνήντηκας ἐπιλαμβανομένῳ· καὶ περιπλεκομένῳ· μὴ δυσωπηθῇς ἀλλὰ διακόψας ἐπείγου καὶ πέραινε τὸ προκείμενον. αἱ γὰρ τοιαῦται φυγαὶ καὶ διακρούσεις, ἐν ἐλαφραῖς μέμψεσι τὴν μελέτην ἔχουσαι τοῦ ἀδυσωπήτου, προεθίζουσιν ἡμᾶς ἐπὶ τὰ μείζονα. καὶ τὸ τοῦ Δημοσθένους ἐνταῦθα καλῶς ἔχει διαμνημονεύειν · τῶν γὰρ Ἀθηναίων ὡρμημένων Ἁρπάλῳ βοηθεῖν καὶ κορυσσομένων ἐπὶ τὸν Ἀλέξανδρον, ἐξαίφνης ἐπεφάνη Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ πραγμάτων Ἀλεξάνδρου στρατηγός. ἐκπλαγέντος δὲ τοῦ δήμου καὶ σιωπῶντος διὰ τὸν φόβον, ὁ Δημοσθένης τί ποιήσουσιν ἔφη τὸν ἥλιον ἰδόντες οἱ μὴ δυνάμενοι πρὸς τὸν λύχνον ἀντιβλέπειν; τί γὰρ ποιήσεις ἐν πράγμασι μεγάλοις, βασιλέως ἐντυγχάνοντος ἢ δήμου δυσωποῦντος, εἰ ποτήριον ἀπώσασθαι μὴ δύνασαι προπίνοντος συνήθους μηδʼ ἀδολέσχου λαβὴν διαφυγεῖν, ἀλλὰ παρέχεις ἐμπεριπατεῖν φλυάρῳ σαυτόν, οὐκ εὐτονῶν εἰπεῖν ὄψομαί σʼ αὖθις, νῦν δʼ οὐ σχολάζω ;