καὶ ταῦτα πρὸς τὴν ὀνώδη καὶ μυρμηκώδη λέγω ταύτην φιλοπλουτίαν. ἑτέρα δʼ ἐστὶν ἡ θηριώδης, συκοφαντοῦσα καὶ κληρονομοῦσα καὶ παραλογιζομένη καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν, εἶτα πρὸς πρὸς ] del. Herwerdenus μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν προσποριζομένων. ὥσπερ οὖν ἐχίδνας καὶ κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς ἀπολλυμένοις ὑπʼ αὐτῶν· οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν διʼ ἀσωτίαν τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν πονηρούς· ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται μηδὲ πεφύκασιν. ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν, ἐν ἀφθόνοις γενόμενοι καὶ χορηγίαν ἔχοντες· ὥσπερ ὁ Δημοσθένης; ἔλεγε πρὸς τοὺς νομίζοντας τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι, νῦν γὰρ ἔφη μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας· τοῖς δʼ εἰς μηδὲν ἡδὺ μηδὲ χρήσιμον πολιτευομένοις οὐκ ἔστιν ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδʼ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις ἁπάντων. ἀλλὰ νὴ Δία, φήσει τις, ὅτι ὅτι ] del. Stegmannus παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι καὶ θησαυρίζουσι. πῶς; οἷς πῶς; οἷς *: πῶς οἷς ζῶντες οὐδὲν μεταδιδόασιν, ἀλλʼ ὥσπερ τῶν μυῶν τῶν ἐν τοῖς μετάλλοις τὴν χρυσῖτιν ἐσθιόντων οὐκ ἔσται οὐκ ἔστι R τοῦ χρυσίου μεταλαβεῖν, εἰ μὴ νεκρῶν γενομένων καὶ ἀνατμηθέντων. παισὶ δὲ καὶ κληρονόμοις διὰ τί βούλονται πολλὰ χρήματα καὶ μεγάλην οὐσίαν ἀπολιπεῖν; ἵνα δηλονότι καὶ οὗτοι φυλάττωσιν ἑτέροις, κἀκεῖνοι πάλιν πάλιν * παισίν· ὥσπερ οἱ κεραμεοῖ σωλῆνες οὐδὲν ἀναλαμβάνοντες εἰς ἑαυτοὺς ἀλλʼ ἕκαστος εἰς ἕτερον ἐξ ἑαυτοῦ μεθιείς, ἄχρι ἄν τις ἔξωθεν ἢ συκοφάντης ἢ τύραννος ἐκκόψας τὸν φυλάττοντα καὶ κατεάξας ἀλλαχόσε παρατρέψῃ καὶ παροχετεύσῃ τὸν πλοῦτον· ἤ, καθάπερ λέγουσιν, εἷς ὁ πονηρότατος ἐν τῷ γένει γενόμενος, καταφάγῃ τὰ πάντων· οὐ γὰρ μόνον γίγνεται δούλων τέκνα ἀκόλασθʼ ὁμιλεῖν ἀκόλασθʼ ὁμιλεῖν Diogenes Laertius 4, 35: ἀκόλαστα μὲν γίνεται δούλων τέκνα Nauck. p. 675 ἀλλὰ ἀλλὰ ] om. codd. mei καὶ μικρολόγων ὥς που καὶ Διογένης ἐπέσκωψεν εἰπὼν Μεγαρέως ἀνδρὸς ἀνδρὸς R: ἂν ἀνδρὸς βέλτιον εἶναι κριὸν ἢ υἱὸν γενέσθαι. καὶ γὰρ οὓς οὓς R: οἶς δοκοῦσι παιδεύειν ἀπολλύουσι καὶ προσδιαστρέφουσιν ἐμφυτεύοντες τὴν αὑτῶν φιλαργυρίαν καὶ τὴν μικρολογίαν, ὥσπερ φρούριον τῆς κληρονομίας ἐνοικοδομοῦντες τοῖς κληρονόμοις. ταῦτα γάρ ἐστιν ἃ παραινοῦσι καὶ διδάσκουσι κέρδαινε καὶ φείδου, καὶ τοσούτου νόμιζε τοσούτου νόμιζε ] cf. Nauck. p. 929 (fr. 461, 4) σαυτὸν ἄξιον ὅσον ἂν ἔχῃς. τοῦτο δʼ οὐκ ἔστι παιδεύειν, ἀλλὰ συστέλλειν καὶ ἀπορράπτειν ὥσπερ βαλλάντιον, ἵνα στέγειν καὶ φυλάττειν τὸ εἰσβληθὲν δύνηται. καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίγνεται ῥυπαρὸν καὶ δυσῶδες; οἱ δὲ τῶν φιλαργύρων παῖδες πρὶν ἢ παραλαμβάνειν τὸν πλοῦτον ἀναπίμπλανται τῆς φιλοπλουτίας ἀπʼ αὐτῶν τῶν πατέρων. καὶ μέντοι τῆς διδασκαλίας καὶ μισθοὺς ἀξίους ἀποτίνουσιν αὐτοῖς, οὐ φιλοῦντες ὅτι πολλὰ λήψονται, ἀλλὰ μισοῦντες ὅτι μήπω λαμβάνουσι· μηδὲν γὰρ ἄλλο θαυμάζειν ἢ τὸν πλοῦτον μαθόντες μηδʼ ἐπʼ ἄλλῳ τινὶ ζῆν ἢ τῷ πολλὰ κεκτῆσθαι, κώλυσιν τοῦ ἰδίου βίου τὸν ἐκείνων ποιοῦνται, καὶ νομίζουσιν αὑτῶν ἀφαιρεῖσθαι τὸν χρόνον, ὅσον ἐκείνοις προστίθησι. διὸ καὶ ζώντων μὲν ἔτι τῶν πατέρων λανθάνοντες ἁμωσγέπως παρακλέπτουσι τῆς ἡδονῆς καὶ ἀπολαύουσιν ὥσπερ ἀλλοτρίων μεταδιδόντες φίλοις, ἀναλίσκοντες εἰς ἐπιθυμίας ἔτι ἔτι Madvigius: ὅτι ἀκούοντες ἔτι ἔτι idem: τι μανθάνοντες. ὅταν δʼ ἀποθανόντων τὰς κλεῖς παραλάβωσι καὶ τὰς σφραγῖδας, ἕτερον βίου σχῆμα αὐτοῖς ἐστι καὶ πρόσωπον ἀγέλαστον αὐστηρὸν ἀνέντευκτον οὐ κολοφὼν οὐ σφαῖρα οὐ τραχηλισμὸς οὐκ Ἀκαδήμεια Ἀκαδήμεια *: ἀκαδημία οὐ Λύκειον, ἀλλʼ οἰκετῶν ἀνάκρισις καὶ γραμματείων ἐπίσκεψις καὶ πρὸς οἰκονόμους ἢ χρεώστας διαλογισμὸς καὶ ἀσχολία καὶ φροντὶς ἀφαιρουμένη τὸ ἄριστον καὶ συνελαύνουσα νυκτὸς εἰς τὸ βαλανεῖον γυμνάσια δʼ οἷσιν ἐνετράφη Δίρκης θʼ ὕδωρ παρώδευται· κἂν εἴπῃ τις οὐκ ἀκούσῃ τοῦ φιλοσόφου;ʼ πόθεν ἐμοί;ʼ φησίν· οὐ σχολάζω τοῦ πατρὸς τεθνηκότος. cf. Kock. 3 p. 447 ὦ ταλαίπωρε, τί σοι τοιοῦτο καταλέλοιπεν οἷον ἀφῄρηται, τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν; μᾶλλον δʼ οὐκ ἐκεῖνος ἀλλʼ ὁ πλοῦτος περιχυθεὶς καὶ κρατήσας, ὥσπερ ἡ παρʼ Ἡσιόδῳ Ἡσιόδῳ ] OD 705 γυνὴ εὔει ἄτερ δαλοῦ καὶ ἐν ὠμῷ δαλοῦ καὶ ἐν ὠμῷ ] δαλοῖο καὶ ὠμῷ Hesiodus γήραϊ θῆκεν; ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τῆς ἀσχολίας, ὑφʼ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον. τί οὖν; φήσει φήσει R: φησί τις, οὐχ ὁρᾷς καὶ χρωμένους ἐνίους δαψιλῶς τοῖς χρήμασι; σὺ δʼ οὐκ ἀκούεις, φήσομεν, Ἀριστοτέλους λέγοντος, ὅτι· οἱ μὲν οὐ χρῶνται οἱ δὲ παραχρῶνται, καθάπερ οὔδʼ ἑτέρου προσήκοντος; ἀλλʼ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει. φέρε δὴ σκεψώμεθα τὸ πρῶτον. τίνων τίς ἡ ἡ * χρῆσις αὕτη, διʼ ἣν θαυμάζεται ὁ πλοῦτος; πότερον τῶν ἀρκούντων ἢ τῶν περιττῶν; εἰ γὰρ τῶν ἀρκούντων, ἢ τῶν περιττῶν; εἰ γὰρ ἀρκούντων Stegmannus οὐδὲν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν μέτρια κεκτημένων· ἀλλὰ τυφλὸς καὶ ἄπλουτος τυφλὸς καὶ ἄπλουτος *: τυφλὸς aut ἄπλουτος ὁ πλοῦτός ἐστιν ὥς φησι Θεόφραστος, καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας ὁ ὁ Stegmannus πλουσιώτατος Ἀθηναίων καὶ Ἰσμηνίας ὁ Θηβαίων εὐπορώτατος ἐχρῶντο τούτοις, οἷς Σωκράτης καὶ Ἐπαμεινώνδας. ὡς γὰρ Ἀγάθων τὸν αὐλὸν ἀπέπεμψεν ἐκ τοῦ συμποσίου πρὸς τὰς γυναῖκας, οἰόμενος ἀρκεῖν τοὺς λόγους τῶν παρόντων· οὕτως ἀποπέμψειας ἂν καὶ στρωμνὰς ἁλουργεῖς καὶ τραπέζας πολυτελεῖς πολυτελεῖς ] cf. Kock. 3 p. 494 καὶ τὰ περιττὰ πάντα, τοὺς,· πλουσίους ὁρῶν χρωμένους οἷς οἱ πένητες· οὐκ αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, Hes. OD 45 ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν. ἀλλὰ χρυσοχόων καὶ τορευτῶν καὶ μυρεψῶν καὶ μαγείρων, καλῆς καὶ σώφρονος γενομένης ξενηλασίας, τῶν ἀχρήστων. εἰ δὲ τὰ μὲν ἀρκοῦντα κοινὰ καὶ τῶν μὴ πλουσίων τῶν μὴ πλουσίων καὶ τῶν πλουσίων *: τῶν μὴ πλουσίων aut τῶν πλουσίων καὶ τῶν πλουσίων ἐστί, σεμνύνεται δʼ ὁ πλοῦτος ἐπὶ τοῖς περισσοῖς· καὶ τὸν Σκόπαν τὸν Θεσσαλὸν ἐπαινεῖς, ὃς αἰτηθείς τι τῶν κατὰ τὴν οἰκίαν ὡς περιττὸν αὐτῷ αὐτῷ Bryanus: οὕτω καὶ ἄχρηστον ἀλλὰ μήν ἔφη τούτοις ἐσμὲν ἡμεῖς εὐδαίμονες καὶ μακάριοι τοῖς περιττοῖς, ἀλλʼ οὐκ ἐκείνοις τοῖς ἀναγκαίοις· ὅρα μὴ πομπὴν ἐπαινοῦντι καὶ πανήγυριν μᾶλλον ἢ βίον ἔοικας. ἡ πάτριος τῶν Διονυσίων ἑορτὴ τὸ παλαιὸν ἐπέμπετο δημοτικῶς καὶ ἱλαρῶς, ἀμφορεὺς οἴνου καὶ κληματίς, κληματίς ] add. ἤγετο τὸ πρῶτον Stegmannus εἶτα τράγον τις εἷλκεν, ἄλλος ἰσχάδων ἄρριχον ἠκολούθει κομίζων, ἐπὶ πᾶσι δʼ ὁ φαλλός ἀλλὰ νῦν ταῦτα παρεώραται καὶ ἠφάνισται, χρυσωμάτων περιφερομένων καὶ ἱματίων πολυτελῶν καὶ ζευγῶν ἐλαυνομένων καὶ προσωπείων. οὕτω τἀναγκαῖα τἀναγκαῖα *: τὰ ἀναγκαῖα τοῦ πλούτου καὶ χρήσιμα τοῖς ἀχρήστοις κατακέχωσται καὶ τοῖς περιττοῖς. οἱ δὲ πολλοὶ τὸ τοῦ Τηλεμάχου πάσχομεν καὶ γὰρ ἐκεῖνος ὑπʼ ἀπειρίας μᾶλλον δʼ ἀπειροκαλίας τὴν μὲν Νέστορος ἰδὼν οἰκίαν κλίνας ἔχουσαν τραπέζας ἱμάτια στρώματα οἶνον ἡδύν, οὐκ ἐμακάριζε τὸν εὐποροῦντα τῶν ἀναγκαίων ἢ ἢ ] deleverim καὶ τῶν χρησίμων· παρὰ δὲ τῷ Μενελάῳ θεασάμενος ἐλέφαντα καὶ χρυσὸν καὶ ἤλεκτρον ἐξεπλάγη καὶ εἶπε Ζηνὸς που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή· Hom. δ 74 ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα Σωκράτης δʼ ἂν εἶπεν ἢ καὶ Διογένης ὅσσα τάδʼ ἄθλια πολλὰ καὶ ἄχρηστα καὶ μάταια· γέλως μʼ ἔχει εἰσορόωντα. τί λέγεις, ἀβέλτερʼ, ὃς ἀβέλτερʼ ὃς *: ἀβέλτερος τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι; τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει θεατῶν δεομένην καὶ μαρτύρων, οἷς δεῖ πᾶσιν ἐμπομπεύειν αὐτόν, ἢ· τὸ μηδέν ἐστιν. ἀλλʼ οὐχ ὅμοιόν γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γιγνώσκειν ἃ δεῖ περὶ θεῶν· ἀλλὰ κἂν λανθάνῃ πάντας ἀνθρώπους, ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ ἐν ἑαυτῇ αὐτῇ ἐν ἑαυτῇ ] αὐτῆς Stegmannus ἀντιλαμβανομένῃ ἀντιλαμβανομένης idem τἀγαθοῦ, ἂν τʼ εἰδῇ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας. τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰ τὰ * τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια· καὶ θεάματα κορασιώδη παραβαλεῖν cf. Kock. 3 p. 437 ἄξιον, ἃ ἃ * ἄ μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίγνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος; μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ τῶν συνήθων οὔτε ταῖς χρυσαῖς παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν· ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται, νηῶν δʼ ἔκφερε λέβητάς τε τρίποδάς τε· Hom. Ψ 259 τῶν τε λύχνων ἀντέχονται καὶ περισπῶνται περὶ τὰς κύλικας, ἀλλάσσουσι τοὺς οἰνοχόους, μεταμφιεννύουσι πάντα, πάντα πάντα ] prius del. Duebnerus κινοῦσι, χρυσόν, ἄργυρον, λιθοκόλλητα, ἁπλῶς πλουτεῖν ὁμολογοῦντες. ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται κἂν δικαιοσύνης.