<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg103.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="523c" unit="stephpage" xml:id="stephpage-523c"/> Ἱππόμαχος ὁ ἀλείπτης, ἐπαινούντων τινῶν <milestone n="523d" unit="stephpage" xml:id="stephpage-523d"/> ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας ὡς πυκτικόν, <q>εἴπερ</q> ἔφη <q>καθελεῖν ἔδει τὸν στέφανον κρεμάμενον</q> τοῦτʼ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ <milestone n="5" unit="tlnum"/> χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας, <q>εἴ γʼ ἔδει πωλουμένην πρίασθαι τὴν εὐδαιμονίαν</q> καίτοι πολλοὺς ἂν εἴποι τις, ὅτι μᾶλλον ἐθέλουσι πλουτεῖν καὶ κακοδαιμονοῦντες μακάριοι γενέσθαι δόντες <milestone n="10" unit="tlnum"/> ἀργύριον, ἀλλʼ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία, μεγαλοφροσύνη, εὐστάθεια, θαρραλεότης, αὐτάρκεια· τῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν <milestone n="523e" unit="stephpage" xml:id="stephpage-523e"/> περιττῶν. <milestone n="15" unit="tlnum"/> </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent"> τίνος οὖν ἀπαλλάττει τῶν ἄλλων κακῶν ὁ πλοῦτος, εἰ μηδὲ φιλοπλουτίας; ἀλλὰ ποτῷ μὲν ἔσβεσαν τὴν τοῦ ποτοῦ ὄρεξιν καὶ τροφὴ τὴν τῆς τροφῆς ἐπιθυμίαν ἠκέσαντο· κἀκεῖνος ὁ λέγων <quote rend="blockquote"> δὸς χλαῖναν Ἱππώνακτι, κάρτα γὰρ ῥιγῶ,</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Bergk. 2 p. 469</note> <milestone n="20" unit="tlnum"/> πλειόνων ἐπιφερομένων δυσανασχετεῖ καὶ διωθεῖται· φιλαργυρίαν δʼ οὐ σβέννυσιν ἀργύριον οὐδὲ χρυσίον <pb xml:id="v.3.p.356"/> οὐδὲ πλεονεξία παύεται κτωμένη τὸ πλέον. ἀλλʼ ἔστιν εἰπεῖν πρὸς τὸν πλοῦτον ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥσπερ</foreign>] i. e. <foreign xml:lang="grc">ὥσπερ πρὸς</foreign></note> ἰατρὸν ἀλαζόνα <quote rend="blockquote"> τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock 3 p. 494</note> <milestone n="5" unit="tlnum"/> </quote> <milestone n="523f" unit="stephpage" xml:id="stephpage-523f"/> ἄρτου δεομένους καὶ οἴκου καὶ σκέπης μετρίας καὶ τοῦ τυχόντος ὄψου παραλαβὼν ἐμπέπληκεν ἐπιθυμίας χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ σμαράγδων καὶ κυνῶν καὶ ἵππων, εἰς χαλεπὰ καὶ σπάνια καὶ δυσπόριστα καὶ ἄχρηστα μεταθεὶς ἐκ τῶν ἀναγκαίων <milestone n="10" unit="tlnum"/> τὴν ὄρεξιν. ἐπεὶ τῶν γʼ ἀρκούντων οὐδεὶς πένης ἐστίν· οὐδὲ δεδάνεισται πώποτʼ ἄνθρωπος ἀργύριον, ἵνʼ ἄλφιτα πρίηται ἢ τυρὸν ἢ ἄρτον ἢ ἐλαίας· ἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην <milestone n="524a" unit="stephpage" xml:id="stephpage-524a"/> πεποίηκε, τὸν δʼ ὁμοροῦν ἐλαιόφυτον, τὸν δὲ σιτῶνες <milestone n="15" unit="tlnum"/> ἀμπελῶνες, ἄλλον ἡμίονοι Γαλατικαὶ, ἄλλον ἵπποι ζυγοφόροι <quote rend="blockquote"> κείνʼ ὄχεα κροτέοντες</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. O 453</note> ἐνσεσείκασιν εἰς βάραθρον συμβολαίων καὶ τόκων καὶ ὑποθηκῶν. εἶθʼ ὥσπερ οἱ πίνοντες μετὰ τὸ μὴ <milestone n="20" unit="tlnum"/> διψῆν ἢ ἐσθίοντες μετὰ τὸ μὴ πεινῆν καὶ ὅσα διψῶντες ἢ πεινῶντες ἔλαβον προσεξεμοῦσιν, οὕτως οἱ τῶν ἀχρήστων ἐφιέμενοι καὶ περιττῶν οὐδὲ τῶν ἀναγκαίων κρατοῦσιν. οὗτοι μὲν οὖν τοιοῦτοι. </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent"> τοὺς δὲ μηδὲν ἀποβάλλοντας ἔχοντας δὲ πολλὰ <milestone n="25" unit="tlnum"/> πλειόνων δʼ ἀεὶ δεομένους ἔτι μᾶλλον θαυμάσειεν ἄν τις τοῦ Ἀριστίππου μεμνημένος ἐκεῖνος γὰρ <pb xml:id="v.3.p.357"/> <milestone n="524b" unit="stephpage" xml:id="stephpage-524b"/> εἰώθει λέγειν, ὅτι πολλὰ μέν τις ἐσθίων πολλὰ δὲ πίνων πληρούμενος δὲ μηδέποτε, πρὸς τοὺς ἰατροὺς βαδίζει καὶ πυνθάνεται τί τὸ πάθος καί τίς ἡ διάθεσις καὶ πῶς ἂν ἀπαλλαγείη· εἰ δέ τις ἔχων πέντε <milestone n="5" unit="tlnum"/> κλίνας δέκα ζητεῖ, καὶ κεκτημένος δέκα τραπέζας ἑτέρας συνωνεῖται τοσαύτας, καὶ χωρίων πολλῶν παρόντων καὶ ἀργυρίου, οὐ γίγνεται μεστὸς ἀλλʼ ἐπʼ ἄλλα συντέταται καὶ ἀγρυπνεῖ καὶ ἀπλήρωτός ἐστι. πάντων, οὗτος οὐκ οἴεται δεῖσθαι τοῦ θεραπεύσοντος <milestone n="10" unit="tlnum"/> καὶ δείξοντος ἀφʼ ἧς αἰτίας τοῦτο πέπονθε. καίτοι τῶν διψώντων τὸν μὲν οὐ πεπωκότα προσδοκήσειεν ἄν τις ἀπαλλαγήσεσθαι πιόντα τοῦ <milestone n="524c" unit="stephpage" xml:id="stephpage-524c"/> διψῆν, τὸν δὲ πίνοντα συνεχῶς καὶ μὴ παυόμενον οὐ πληρώσεως ἀλλὰ καθάρσεως οἰόμεθα δεῖσθαι· <milestone n="15" unit="tlnum"/> καὶ κελεύομεν ἐμεῖν, ὡς οὐχ ὑπʼ ἐνδείας ὀχλούμενον ἀλλά τινος δριμύτητος ἢ θερμότητος αὐτῷ παρὰ φύσιν ἐνούσης· οὐκοῦν καὶ τῶν ποριζόντων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποριζόντων</foreign>] <foreign xml:lang="grc">ποριζομένων</foreign> R. paulo post p. 358 lin. 7 recte dicitur <foreign xml:lang="grc">τω-ι πορισμῷ προστετηκότα</foreign> </note> ὁ μὲν ἐνδεὴς· καὶ ἄπορος παύσεται ἴσως ἑστίαν κτησάμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἴσως παύς. κτης. ἑστίαν</foreign>?</note> ἢ θησαυρὸν εὑρὼν, ἢ φίλου βοηθήσαντος ἐκτίσας <milestone n="20" unit="tlnum"/> καὶ ἀπαλλαγεὶς τοῦ δανειστοῦ· τὸν δὲ πλείω τῶν ἱκανῶν ἔχοντα καὶ πλειόνων ὀρεγόμενον οὐ χρυσίον ἐστὶν οὐδʼ ἀργύριον τὸ θεραπεῦον οὐδʼ ἵπποι καὶ <milestone n="524d" unit="stephpage" xml:id="stephpage-524d"/> πρόβατα καὶ βόες, ἀλλʼ ἐκβολῆς δεῖται καὶ καθαρμοῦ. πενία γὰρ οὐκ ἔστιν ἀλλʼ ἀπληστία τὸ πάθος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf, Kock. 3 p. 494</note> <milestone n="25" unit="tlnum"/> αὐτοῦ καὶ φιλοπλουτία, διὰ κρίσιν φαύλην καὶ ἀλόγιστον ἐνοῦσα· ἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς <pb xml:id="v.3.p.358"/> ὥσπερ ἕλμιγγα πλατεῖαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἕλμιγγα πλατεῖαν</foreign> (<foreign xml:lang="grc">ἕλμινθα πλατεῖαν</foreign> Hauptius) scripsi: <foreign xml:lang="grc">ἕλιγμα πλάγιον</foreign> </note> οὐ παύσονται δεόμενοι τῶν περιττῶν, τουτέστιν ἐπιθυμοῦντες ὧν οὐ δέονται. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">ὅταν ἰατρὸς πρὸς ἄνθρωπον εἰσελθὼν ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον <milestone n="5" unit="tlnum"/> τροφὴν λαβεῖν, ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα, <q>ψυχικὴ νόσος</q> ἔφη καὶ ἀπῆλθεν οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ <milestone n="524e" unit="stephpage" xml:id="stephpage-524e"/> προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδʼ <milestone n="10" unit="tlnum"/> ἀνιαροῦ φειδόμενον, οἰκίας δʼ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν τὸ πάθος εἶναι τἀνθρώπου ἢ πενίαν ψυχικήν; ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μένανδρος</foreign>] Kock. 3 p. 208</note> εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας· τὴν δὲ ψυχικὴν <milestone n="15" unit="tlnum"/> ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτε ἀποθανόντες. ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος <quote rend="blockquote"> πλούτου δʼ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν. <milestone n="524f" unit="stephpage" xml:id="stephpage-524f"/> </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 2 p. 46</note> ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος <milestone n="20" unit="tlnum"/> ὥρισται καὶ τὸ τέρμα πάρεστι τῆς χρείας καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον. ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον· ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν· αἱ δʼ ἄλλαι καὶ συνεργοῦσιν οὐδεὶς γοῦν ἀπέχεται χρήσεως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">χρήσεως</foreign> M: <foreign xml:lang="grc">χρηστὸς</foreign> </note> ὄψου <milestone n="25" unit="tlnum"/> διὰ φιλοψίαν οὐδʼ οἴνου διʼ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν. καίτοι πῶς <pb xml:id="v.3.p.359"/> οὐ μανικὸν οὐδʼ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδʼ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν; ἀλλʼ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν· <milestone n="5" unit="tlnum"/> <milestone n="525a" unit="stephpage" xml:id="stephpage-525a"/> <quote rend="blockquote"><l> παρʼ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔξεστιν δέ</foreign> W: <foreign xml:lang="grc">ἔξεστι</foreign> </note> δέ μοι </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 98</note><l> καὶ βούλομαι τοῦθʼ ὡς ἂν ἐμμανέστατα </l><l> ἐρῶν τις, οὐ ποιῶ δέ· </l></quote> κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος, καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς, ἄλλα <milestone n="10" unit="tlnum"/> συνάγω καὶ διώκω· καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας· <quote rend="blockquote"><l>Ἄπολλον, ἀνθρώπων τινʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνθρωπόν τινʼ</foreign> Naberus</note> ἀθλιώτερον </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 98</note><l> ἑόρακας ἢ ἐρῶντα δυσποτμώτερον; </l></quote></p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent">ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰ</foreign>] <foreign xml:lang="grc">εἰ ἔτι</foreign> Herwerdenus, coll. Plat. <title>Rep.</title> p. 329 b</note> δύναται γυναικὶ <milestone n="15" unit="tlnum"/> πλησιάζειν, <q>εὐφήμει, ἄνθρωπε</q> εἶπεν <q>ἐλεύθερος γέγονα, λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών.</q> χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλιπεῖν <milestone n="525b" unit="stephpage" xml:id="stephpage-525b"/> τὰς ἐπιθυμίας, ἃς μήτε ἄνδρα φησὶν Ἀλκαῖος;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀλκαῖος</foreign>] Bergk. 3 p. 183</note> διαφυγεῖν μήτε γυναῖκα. τοῦτο δʼ οὐκ ἔστιν ἐπὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">ἔστιν εἰπεῖν</foreign> </note> <milestone n="20" unit="tlnum"/> τῆς φιλοπλουτίας· ἀλλʼ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δʼ ἡδονὴν ἀφαιρεῖται. τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους <milestone n="25" unit="tlnum"/> λέγων ὀψωνεῖν δʼ ὡς ὀλιγοχρονίους οἱ δὲ <pb xml:id="v.3.p.360"/> φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δʼ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δʼ ἡδονὰς οὐκ ἔχουσιν. ὁ γοῦν Δημάδης ἐπιστὰς <milestone n="525c" unit="stephpage" xml:id="stephpage-525c"/> ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ <milestone n="5" unit="tlnum"/> τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν, <q>θαυμάζω σʼ ὦ Φωκίων</q> εἶπεν <q>ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ</q> αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο· καὶ διὰ τοῦτʼ Ἀντίπατρος <milestone n="10" unit="tlnum"/> εἶπε θεασάμενος αὐτὸν γέροντα· <q>καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν</q> σὲ δʼ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ <milestone n="15" unit="tlnum"/> <milestone n="525d" unit="stephpage" xml:id="stephpage-525d"/> πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πολίτας ἀφιλοτίμως, κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν; Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντʼ εἰπεῖν, <milestone n="20" unit="tlnum"/> <q>ὦ ταλαίπωρε, τίς ἀνάγκη; σαπραγόρα προῖξ.</q> ἄγε σὺ κυκᾷς ὑφάπτεις,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τίς ἀνάγκη - - ὑπάπτεις</foreign>] in Symbolis conieceram: <foreign xml:lang="grc">τίς ἀνάγκα σά; παραγόρα προῖξ ἐμά γε. ἃ δὲ σὺ κλείσας φυλάττεις</foreign></note> ὦ πόνηρε, τοὺς βασιλεῖς πορίζεσθαι δεῖ τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας· ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ ἀλαζονείαν <milestone n="25" unit="tlnum"/> καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δορυφοροῦσι</foreign>] <foreign xml:lang="grc">δορυφόρους ἔχουσι</foreign> Madvigius</note> <milestone n="525e" unit="stephpage" xml:id="stephpage-525e"/> δῶρα πέμπουσι, στρατεύματα τρέφουσι <pb xml:id="v.3.p.361"/> μονομάχους ὠνουμένοις· σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ <quote rend="blockquote"> στροβεῖς σεαυτόν, κοχλίου βίον ζῶν</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kock. 3 p. 450. <foreign xml:lang="grc">ζῶν κοχ. βίον</foreign> (<foreign xml:lang="grc">τινός</foreign>) idem</note> διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθʼ ὑπομένεις <milestone n="5" unit="tlnum"/> οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ τε καί τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδʼ ἀλέας μηδὲ καθαρειότητος. </p></div></div></body></text></TEI>