ἀλλʼ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις· καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δʼ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτʼ ἀσχολεῖται, ἄλλα τε δὲ Schneiderus, qui versum Callimacho vindicat δίζηται ἐπέων παρὰ τʼ οὔατα βάλλει. καὶ τὸ οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας Nauck. p. 913 ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται· μᾶλλον δʼ, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, διʼ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δʼ οὐδὲν οὐδʼ ἱερὸν εἴσεισι οὐδʼ ἔξεισι διʼ αὐτῶν· οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδʼ ἀστεῖον ἀλλʼ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες· ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς Nauck. p. 913 κωκυτὸς ἐμπέπτωκεν· αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθʼ ἥδιστον ἀκουσμάτων αὐτοῖς. ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δʼ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι; λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δʼ ἡδονὴ ἐπʼ ἀλλοτρίοις κακοῖς· ἀμφότερα δʼ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας. οὕτω δʼ ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν ἂν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς. φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτʼ ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα, κατʼ οἰκίαν παριστάμενον ἀνακρίνειν, μή τις ἔχει; σύριγγα περὶ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ· καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον ἀλλὰ πᾶς ἄν τις, οἶμαι, τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπʼ ἀλλοτρίων κακῶν ἔρχεται κατανόησιν. οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακαλύπτοντες· ὅθεν μισοῦνται δικαίως. καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλʼ ὅταν τὰ κεκρυμμένα ζητοῦντες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται· καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτονται μὴ ποιοῦντες. οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τἀλλότρια τἀλλότρια *: τὰ ἀλλότρια καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι, τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ φέροντες ἐὰν δὲ καὶ παραβάλωσι διὰ χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις ἐμβλέπουσι μᾶλλον ἢ ταῖς ἰδίαις· καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος; ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε· ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν. ὁ μὲν γὰρ ἀληθινὸς ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων εἶτά μοι σκάπτων ἐρεῖ, Kock. 3 p. 473 ἐφʼ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ πολυπραγμονῶν νῦν πολυπραγμονῶν νῦν Emperius: νῦν πολυπραγμονῶν ὁ κατάρατος περιπατεῖ. οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται· μή τι καινόν; οὐ γὰρ ἦς πρωῒ κατʼ ἀγοράν; τί οὖν; ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι; οὐ μὴν ἀλλʼ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καὶ καὶ ] om. codd. mei καταφιλήσας ἕστηκεν ἀκροώμενος. ἐὰν δʼ ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινὸν, ὥσπερ ἀχθόμενος τί λέγεις; φησὶν οὐ γέγονας κατʼ ἀγοράν; οὐ παρελήλυθας τὸ στρατήγιον; οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας; διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες, ἐπεί τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε μή τι καινόν, ἐζημίωσαν αὐτόν. ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δʼ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵνʼ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας. ἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς· ἥ τε πολυπραγμοσύνη παράλυσίς ἐστι καὶ φθορὰ φθορὰ ] φώρασις R. latere mihi vid. vox φώρα , quae Hesychio teste ἔρευνα est καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων. τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει· διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταέτιδα σιωπήν, ἐχεμυθίαν προσαγορεύσας. τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν ἃ γὰρ ἡδέως ἀκούουσιν ἡδέως λαλοῦσι, καὶ ἃ παρʼ ἄλλων σπουδῇ συλλέγουσι πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν. ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν ἐμποδών ἐστι· πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀποκρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτε εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν· ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέχρι ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται· κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παραδραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν· ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις ἄρρητα καὶ ἀθέατα γίγνεσθαι. διὸ καὶ πίστεως ἁπάσης ἔρημος ὁ πολυπράγμων ἐστίν· οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν. ὁ δὲ Βελλεροφόντης Βελλεροφόντης ] cf. Hom. Z 155 sqq. ἐκεῖνος οὐδὲ καθʼ ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλʼ ἀπέσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν. ἀκρασίας γὰρ τὸ πολυπραγμονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης· τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας; ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν ἂν ] δ’ ἂν ? οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης. ταὐτὸ δʼ οἱ πολυπράγμονες ποιοῦσι · πολλὰ πολλὰ ] πολλὰ γὰρ Stegmannus καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες, ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παραβάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδʼ ἀκινδύνως ἀεὶ δʼ ἀδόξως. διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν τὴν ] τὴν τοῦ πάθους R. malim τὴν ἀπὸ τοῦ πάθους ἀποτροπὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνησις. ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν ἀεὶ κενήν, οὕτως; ἄν τις τις Huttenus τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες. φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς, καὶ βιβλίον ἔχοι συντεταγμένον, οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπʼ Ἀρχιλόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος· ἆρʼ οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος, ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς;ʼ Nauck. p. 913 καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυρὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ ἀναγωγοτάτων οἰκίσας ὁ Φίλιππος Πονηρόπολιν προσηγόρευσεν. οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. ὥσπερ οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι, περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται σύμμικτον εἶδος κἀποφώλιον καὶ ἀποφώλιον codd. mei τέρας· τέρας ] τρέφος Nauckius. cf. Vit. Thes. c. 15 Nauck. p. 680 ἀλλʼ ἐὰν συνεχῶς τις ἐπάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν τὸ πρᾶγμα παρέξει· οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες, τῶν πρώτων ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε.