<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg102.perseus-grc2" type="edition" xml:lang="grc"><div n="16" subtype="section" type="textpart"><p rend="indent">καίτοι γε τοὺς τυράννους, οἷς ἀνάγκη πάντα <pb xml:id="v.3.p.354"/> γιγνώσκειν, ἐπαχθεστάτους ποιεῖ τὸ τῶν λεγομένων ὤτων καὶ προσαγωγέων γένος. ὠτακουστὰς μὲν οὖν πρῶτος ἔσχεν ὁ νέος Δαρεῖος ἀπιστῶν ἑαυτῷ καὶ πάντας <milestone n="523a" unit="stephpage" xml:id="stephpage-523a"/> ὑφορώμενος καὶ δεδοικώς· τοὺς δὲ προσαγωγίδας <milestone n="5" unit="tlnum"/> οἱ Διονύσιοι τοῖς Συρακοσίοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Συρακοσίοις</foreign> hic et infra *: <foreign xml:lang="grc">συρακουσίοις</foreign> </note> κατέμιξαν· ὅθεν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων τούτους πρώτους οἱ Συρακόσιοι συλλαμβάνοντες ἀπετυμπάνιζον. καὶ γὰρ τὸ τῶν συκοφαντῶν γένος ἐκ τῆς τῶν πολυπραγμόνων φρατρίας καὶ ἑστίας ἐστίν. ἀλλʼ οἱ μὲν συκοφάνται <milestone n="10" unit="tlnum"/> ζητοῦσιν, εἴ τις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τις</foreign>] <foreign xml:lang="grc">τί τις</foreign>?</note> ἢ βεβούλευται κακὸν ἢ πεποίηκεν· οἱ δὲ πολυπράγμονες καὶ τὰς ἀβουλήτους ἀτυχίας τῶν πέλας ἐλέγχοντες εἰς μέσον ἐκφέρουσι. λέγεται δὲ καὶ τὸν ἀλιτήριον ἐκ φιλοπραγμοσύνης κατονομασθῆναι τὸ πρῶτον· λιμοῦ γὰρ ὡς ἔοικεν <milestone n="15" unit="tlnum"/>Ἀθηναίοις ἰσχυροῦ γενομένου, καὶ τῶν ἐχόντων πυρὸν <milestone n="523b" unit="stephpage" xml:id="stephpage-523b"/> εἰς μέσον οὐ φερόντων ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων, περιιόντες ἐτήρουν τῶν μύλων τὸν ψόφον εἶτʼ <q>ἀλιτήριοι</q> προσηγορεύθησαν. ὁμοίως δὲ καὶ τῷ συκοφάντῃ τοὔνομα γεγενῆσθαι· <milestone n="20" unit="tlnum"/> κεκωλυμένου γὰρ ἐκφέρειν τὰ σῦκα, μηνύοντες καὶ φαίνοντες τοὺς ἐξάγοντας ἐκλήθησαν <q>συκοφάνται.</q> καὶ τοῦτʼ οὖν οὐκ ἄχρηστόν ἐστιν ἐννοεῖν τοὺς πολυπράγμονας, ὅπως αἰσχύνωνται τὴν πρὸς τοὺς μισουμένους μάλιστα καὶ δυσχεραινομένους ὁμοιότητα καὶ <milestone n="25" unit="tlnum"/> συγγένειαν τοῦ ἐπιτηδεύματος.</p></div></div></body></text></TEI>